1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

24

ΕΠΙΣΤΟΛΑΙ ΥΠΟΒΟΛΙΜΑΙΑΙ

IΓNATIΩι MAΡIA EK KAΣΣOBOΛΩN.

Mαρία προσήλυτος Ἰησοῦ Χριστοῦ Ἰγνατίῳ Θεοφόρῳ μακαριωτάτῳ

ἐπισκόπῳ ἐκκλησίας ἀποστολικῆς τῆς κατὰ Ἀντιόχειαν ἐν θεῷ πατρὶ καὶ Ἰησοῦ ἠγαπημένῳ χαίρειν καὶ ἐρρῶσθαι. πάντοτέ σοι εὐχόμεθα τὴν ἐν αὐτῷ χαράν τε καὶ ὑγείαν. Ἐπειδή, θαυμάσιε, καὶ παρ' ἡμῖν ὁ Χριστὸς ἐγνωρίσθη υἱὸς εἶναι τοῦ θεοῦ τοῦ ζῶντος καὶ ἐν ὑστέροις καιροῖς ἐνηνθρωπηκέναι διὰ παρθένου Mαρίας ἐκ σπέρματος ∆αυὶδ καὶ Ἀβραὰμ κατὰ τὰς περὶ αὐτοῦ ὑπ' αὐτοῦ προρρηθείσας φωνὰς παρὰ τοῦ τῶν προφητῶν χοροῦ, τούτου ἕνεκεν παρακαλοῦμεν ἀξιοῦντες ἀποσταλῆναι ἡμῖν παρὰ τῆς σῆς συνέσεως Mάριν τὸν ἑταῖρον ἡμῶν ἐπίσκοπον τῆς ἡμεδαπῆς Nέας πόλεως τῆς πρὸς τῷ Zαρβῷ, καὶ Eὐλόγιον Kασσοβόλων πρεσβύτερον, ὅπως μὴ ὦμεν ἔρημοι τῶν προστατῶν τοῦ θείου λόγου, καθά που καὶ Mωσῆς λέγει· Ἐπισκεψάσθω κύριος ὁ θεὸς ἄνθρωπον, ὃς ὁδηγήσει τὸν λαὸν τοῦτον, καὶ οὐκ ἔσται ἡ συναγωγὴ κυρίου ὡσεὶ πρόβατα, οἷς οὐκ ἔστι ποιμήν

. Ὑπὲρ δὲ τοῦ νέους εἶναι τοὺς προγεγραμμένους δείσῃς μηδέν, ὦ μακάριε. γινώσκειν γάρ σε θέλω, ὡς ὑπερφρονοῦσι σαρκὸς καὶ τῶν ταύτης παθῶν ἀλογοῦσιν αὐτοὶ ἐν ἑαυτοῖς, προσφάτῳ νεότητι ἱερωσύνης ἀστράπτοντες πολιᾷ. ἀνάσκαλον δὲ τὸν λογισμόν σου διὰ τοῦ δοθέντος σοι παρὰ θεοῦ διὰ Χριστοῦ πνεύματος αὐτοῦ, καὶ γνώσῃ, ὡς Σαμουὴλ μικρὸν παιδάριον ὢν ὁ βλέπων ἐκλήθη, καὶ τῷ χορῷ τῶν προφητῶν ἐγκαταλεχθεὶς τὸν πρεσβύτην Ἠλεὶ παρανομίας ἐξελέγχει, ὅτι παραπλῆγας υἱεῖς θεοῦ τοῦ πάντων αἰτίου προτετιμήκει καὶ παίζοντας εἰς τὴν ἱερωσύνην καὶ εἰς τὸν λαὸν ἀσελγαίνοντας εἴασεν ἀτιμωρήτους. ∆ανιὴλ δὲ ὁ σοφὸς νέος ὢν ἔκρινεν ὠμογέροντάς τινας, δείξας ἐξώλεις αὐτοὺς καὶ οὐ πρεσβυτέρους εἶναι καὶ τῷ γένει Ἰουδαίους ὄντας τῷ τρόπῳ Χαναναίους ὑπάρχειν. καὶ Ἱερεμίας διὰ τὸ νέον παραιτούμενος τὴν ἐγχειριζομένην αὐτῷ πρὸς τοῦ θεοῦ προφητείαν ἀκούει· Mὴ λέγε, ὅτι νεώτερός εἰμι, διότι πρὸς πάντας, οὓς ἐὰν ἐξαποστελῶ σε, πορεύσῃ καὶ κατὰ πάντα,ὅσα ἂν ἐντείλωμαί σοι, λαλήσεις, ὅτι μετά σου ἐγώ εἰμι. Σολομὼν δὲ ὁ σοφὸς δυοκαίδεκα τυγχάνων ἐτῶν συνῆκε τὸ μέγα τῆς ἀγνωσίας τῶν γυναικῶν ἐπὶ τοῖς σφετέροις τέκνοις ζήτημα, ὡς πάντα τὸν λαὸν ἐκστῆναι ἐπὶ τῇ τοσαύτῃ τοῦ παιδὸς σοφίᾳ καὶ φοβηθῆναι οὐχ ὡς μειράκιον, ἀλλ' ὡς τέλειον ἄνδρα. τὰ δὲ αἰνίγματα τῆς Aἰθιόπων βασιλίδος, φορὰν ἔχοντα ὥσπερ τὰ τοῦ Nείλου ·εύματα, οὕτως ἐπελύσατο, ὡς ἔξω ἑαυτῆς γενέσθαι τὴν οὕτως σοφήν.Ἰωσίας δὲ ὁ θεοφιλὴς ἄναρθρα σχεδὸν ἔτι φθεγγόμενος ἐλέγχει τοὺς τῷ πονηρῷ πνεύματι κατόχους, ὡς ψευδολόγοι καὶ λαοπλάνοι τυγχάνουσι, δαιμόνων τε ἐκκαλύπτει τὴν ἀπάτην καὶ τοὺς οὐκ ὄντας θεοὺς παραδειγματίζει καὶ τοὺς ἱερωμένους αὐτοῖς νηποινὶ κατασφάζει, βωμούς τε αὐτῶν ἀνατρέπει καὶ θυσιαστήρια νεκροῖς λειψάνοις μιαίνει τεμένη τε καθαιρεῖ καὶ τὰ ἄλση ἐκκόπτει καὶ τὰς στήλας συντρίβει καὶ τοὺς τῶν ἀσεβῶν τάφους ἀνορύττει, ἵνα μηδὲ σημεῖον ἔτι τῶν πονηρῶν ὑπάρχῃ· οὕτω τις ζηλωτὴς ἦν τῆς εὐσεβείας καὶ τῶν ἀσεβῶν τιμωρός, ἔτι ψελλίζων τῇ γλώττῃ. ∆αυὶδ δὲ ὁ προφήτης ὁμοῦ καὶ βασιλεύς, ἡ τοῦ σωτηρίου κατὰ σάρκα ῥίζα, μειράκιον χρίεται ὑπὸ Σαμουὴλ εἰς βασιλέα· φησὶν γάρ που αὐτός, ὅτι μικρὸς ἤμην ἐν τοῖς ἀδελφοῖς μου καὶ νεώτερος ἐν τῷ οἴκῳ τοῦ πατρός μου. Kαὶ ἐπιλείψει με ὁ χρόνος, εἰ πάντας ἀνιχνεύειν βουλοίμην τοὺς ἐν νεότητι εὐαρεστήσαντας θεῷ προφητείαν τε καὶ ἱερωσύνην καὶ βασιλείαν ὑπὸ θεοῦ ἐγχειρισθέντας. ὑπομνήσεως δὲ ἕνεκα