24
φιλοσοφίαν ἐναγαγεῖν· οὐκ ἔστιν ἴσον ἀπαλλάξαι θυμοῦ πνέοντος φόνον ἄδικον, ἐξελέσθαι σφαγῆς, καὶ ἐξελέσθαι παραπληξίας ἐπὶ τοσοῦτον ὁδευούσης κακόν. Τοὺς μὲν γὰρ δορυφόρους κωλύσας αὐτὸν ἀνελεῖν, κατὰ τὸν παρόντα βίον ὠφελεῖ· τὴν δὲ πονηρίαν τῆς ψυχῆς ἐκβαλὼν διὰ τῆς τῶν ῥημάτων ἐπιεικείας, τὴν μέλλουσαν αὐτῷ ζωὴν ἐχαρίσατο καὶ τὰ ἀκίνητα ἀγαθὰ, τό γε εἰς αὐτὸν ἧκον. Ὅταν οὖν αὐτὸν ἐπαινέσῃς διὰ τὴν οἰκείαν πραότητα, μειζόνως αὐτὸν θαύμασον διὰ τὴν τοῦ Σαοὺλ μεταβολήν. Τοῦ γὰρ τῶν οἰκείων κρατῆσαι παθῶν, πολὺ πλέον ἐστὶ τὸ καὶ τῆς ἑτέρων περιγενέσθαι μανίας, καὶ φλεγμαίνουσαν καταστεῖλαι καρδίαν, καὶ τοσαύτην γαλήνην ἀπὸ τοσαύτης ἐργάσασθαι ζάλης, καὶ ὀφθαλμοὺς φόνον βλέποντας δακρύων ἐμπλῆσαι θερμῶν. Καὶ τοῦτό ἐστιν, ὃ πολλῆς ἐκπλήξεως γέμει καὶ θαύματος. Καὶ γὰρ εἰ μὲν τῶν ἐπιεικῶν καὶ μετρίων ἀνθρώπων ἦν ὁ Σαοὺλ, οὐ μέγα ἦν σφόδρα ἐπαναγαγεῖν αὐτὸν πρὸς τὴν οἰκείαν ἀρετήν· τὸ δ' ἐκτεθηριωμένον καὶ πρὸς ἐσχάτην κακίαν ἐξοκείλαντα, καὶ πρὸς σφαγὴν ἐπειγόμενον, ἐν βραχείᾳ καιροῦ ῥοπῇ παρασκευάσαι πᾶ54.705 σαν τὴν πικρίαν σβέσαι ἐκείνην, τίνα οὐκ ἂν ἀποκρύψειε τῶν πώποτε ἐπὶ διδασκαλίᾳ φιλοσοφίας βεβοημένων; Καὶ σὺ τοίνυν, ὅταν λάβῃς τὸν ἐχθρὸν, μὴ τοῦτο σκόπει, ὅπως αὐτὸν ἀμυνόμενος καὶ μυρίαις πλύνας ταῖς λοιδορίαις ἐκπέμψῃς, ἀλλ' ὅπως θεραπεύσῃς, ὅπως ἐπαναγάγῃς πρὸς ἐπιείκειαν· καὶ μὴ πρότερον ἀποστῇς πάντα καὶ ποιῶν καὶ λέγων, ἕως ἂν περιγένῃ τῇ πραότητι τῆς ὠμότητος τῆς ἐκείνου. Οὐδὲν γὰρ ἐπιεικείας δυνατώτερον. Καὶ τοῦτ' αὐτὸ δηλῶν τις ἔλεγεν, ὅτι Λόγος ἁπαλὸς συγκλάσει ὀστᾶ. Καίτοι τί ὀστέου σκληρότερον; Ἀλλ' ὅμως κἂν οὕτω σκληρός τις ᾖ καὶ ἀκαμπὴς, περιέσται ῥᾳδίως ὁ μετ' ἐπιεικείας αὐτῷ χρώμενος. Καὶ πάλιν· Ἀπόκρισις ὑποπίπτουσα ἀποστρέφει ὀργάς. Ὅθεν δῆλον ὅτι τοῦ κινηθῆναι τὸν ἐχθρὸν, καὶ τοῦ καταλλαγῆναι, σὺ κυριώτερος ἐκείνου. Ἐν γὰρ ἡμῖν, οὐκ ἐν τοῖς ὀργιζομένοις κεῖται καὶ τὸ σβεσθῆναι, καὶ τὸ πρὸς μείζονα ἐξενεχθῆναι φλόγα τὸν θυμὸν τὸν ἐκείνων. Καὶ τοῦτ' αὐτὸ πάλιν ὁ τὰ πρότερα εἰπὼν ἐδήλωσε διὰ ψιλοῦ παραδείγματος. Ὥσπερ γὰρ, φησὶν, εἰς σπινθῆρα πυρὸς ἂν μὲν φυσήσῃς, ἐξῆψας τὴν φλόγα, ἂν δὲ πτύσῃς, κατέσβεσας, καὶ ἀμφοτέρων σὺ κύριος Ἀμφότερα γὰρ, φησὶν, ἐκ τοῦ στόματός σου πορεύεται· οὕτω καὶ ἐπὶ τῆς ἔχθρας τοῦ πλησίον· ἂν μὲν πεφυσημένους καὶ ἀπονενοημένους προσενέγκῃς λόγους, ἀνάπτεις ἐκείνου τὸ πῦρ, ἐκκαίεις τοὺς ἄνθρακας· ἂν δὲ προσηνεῖς καὶ περιεσταλμένους, πρὶν τὴν πυρὰν ἀρθῆναι, κατέσβεσας τὴν ὀργὴν ἅπασαν. Μὴ τοίνυν λέγε, ὅτι Τὰ καὶ τὰ ἔπαθον, τὰ καὶ τὰ ἤκουσα· πάντων γὰρ τούτων σὺ κύριος. Οὕτω γὰρ ὥσπερ σπινθῆρα καὶ σβέσαι καὶ ἀνάψαι, καὶ θυμὸν ἐκκαῦσαι καὶ καταστεῖλαι πάλιν ἐν σοί. Ὅταν ἴδῃς ἐχθρὸν, ἢ καὶ εἰς νοῦν λάβῃς, ὅσα μὲν ἤκουσας καὶ ἔπαθες λυπηρὰ, πάντ' ἐπιλανθάνου ταῦτα· εἰ δὲ καὶ ἀναμνησθείης, τῷ διαβόλῳ ταῦτα λογίζου. Σύλλεγε δὲ, εἴ τί σοι χρηστὸν εἶπε πώποτε, καὶ ἐποίησε. Κἂν τῇ τούτων ἐνδιατρίβῃς μνήμῃ ταχέως καταλύσεις τὴν ἔχθραν. Κἂν μέλλῃς ἐγκαλεῖν καὶ διαλέγεσθαι, πρότερον τὸ πάθος ἐκβαλὼν καὶ τὸν θυμὸν σβέσας, οὕτως εὐθύνας ἀπαίτει, οὕτως ἔλεγχε, καὶ δυνήσῃ περιγενέσθαι ῥᾳδίως. Θυμούμενοι γὰρ οὔτ' εἰπεῖν, οὔτ' ἀκοῦσαί ποτε δυνησόμεθά τι ὑγιές· ἀπαλλαγέντες δὲ τοῦ πάθους, οὔτ' αὐτοὶ ῥῆμά ποτ' ἐξοίσομεν τραχὺ, οὔθ' ἑτέρων λεγόντων οὕτως ἀκουσόμεθα. Οὐ γὰρ ἡ τῶν λεγομένων φύσις, ὡς ἡ τῆς ἔχθρας πρόληψις ἡμᾶς ἀγριοῦν εἴωθε. Πολλάκις γοῦν παρὰ φίλων τὰς αὐτὰς ἀκούσαντες λοιδορίας παιζόντων, ἢ καὶ χαριεντιζομένων, ἢ καὶ παρὰ παιδίων μικρῶν, οὐ μόνον οὐδὲν ἐπάθομεν ἀηδὲς, οὐδ' ἐξηγριώθημεν, ἀλλὰ καὶ ἐγελάσαμεν καὶ διεχύθημεν· οὐ γὰρ μετὰ διεφθαρμένης ἠκούσαμεν γνώμης, οὐδὲ μετὰ ψυχῆς θυμῷ προκατειλημμένης. Ὥστε καὶ ἐπὶ τῶν ἐχθρῶν, ἂν σβέσῃς τὸν θυμὸν, ἂν τὴν ἔχθραν ἐκβάλῃς, οὐδέν σε τῶν λεγομένων