1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

24

φθονήσαντες τῷ ∆ιονύσῳ ὡς ἐκ τοῦ ∆ιὸς ἔχοντι τὴν γένεσιν, διασπαράττουσιν αὐτόν. ἄλλοι δὲ λέγουσιν ὅτι καθ' ὑπόθεσιν τῆς Ἥρας διεσπάσθη ὑπὸ τῶν Τιτάνων ὁ ∆ιόνυσος. Καὶ περὶ μὲν τῶν διεσπασμένων θεῶν ἐστιν αὕτη ἡ περὶ τοῦ ∆ιονύσου· περὶ δὲ τῶν κεκομμένων οὐδεμία τις φαίνεται ἡμῖν ἱστορία, ἢ ἡ περὶ τῶν Γιγάντων. οὗτοι γὰρ πολεμεῖν ἐθέλοντες τοῖς θεοῖς, οἱ θεοὶ ἀντιστρατευσάμενοι ἐπολέμησαν καὶ κατέκοψαν αὐτούς, ὕστερον δὲ τοῦ ∆ιὸς καὶ τὸν κεραυνὸν ἐπιπέμψαντος αὐτοῖς καὶ καταφλέξαντος αὐτούς. 5.31 Τριακοστὴ πρώτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ Κωκυτοῦ καὶ τοῦ Πυριφλεγέθοντος. ἔστι δὲ αὕτη. Ὁ Πλάτων ἐν τῷ Φαίδωνι, λέγων περὶ τῶν λήξεων καὶ τῶν ἀποκληρώσεων τῶν ψυχῶν, λέγει ὅτι οἱ ἀδίκως βεβιωκότες κολάζονται ἐν τῷ Κωκυτῷ καὶ ἐν τῷ Πυριφλεγέθοντι καὶ ἐν τῷ Ταρτάρῳ. ποταμοὶ δὲ οὗτοί εἰσιν, ὁ μὲν Κωκυτὸς ψυχρότατος, ὁ δὲ Πυριφλεγέθων θερμότατος, ὁ δὲ Τάρταρος μέσος τις τόπος τοῦ παντός, ἐν ᾧ ἀνίμησίς ἐστιν ὑδάτων καὶ κατάποσις ὑδάτων ἄχρι τοῦ τέλματος τοῦ παντός, σκοτεινός τις καὶ ἀφεγγής. καὶ ὅτι ἐν τούτῳ τῷ τόπῳ κολάζονται οἱ ἄδικοι. ὁ δὲ Ἀχέρων καὶ αὐτὸς μέσος τις, ὃς καθαρσίῳ ἔοικε καὶ οὐχὶ κολαστηρίῳ, ῥύπτων καὶ σμήχων τὰ ἁμαρτήματα τῶν ἀνθρώπων. 5.32 Τριακοστὴ δευτέρα ἐστὶν ἱστορία ἡ περὶ τοῦ Ταντάλου καὶ τοῦ Τιτυοῦ καὶ τοῦ Ἰξίονος. ἔστι δὲ αὕτη. Ὁ μὲν Τάνταλος υἱὸς ἦν τοῦ ∆ιός. οὗτος ἠξιώθη τῆς τραπέζης τῶν θεῶν, καὶ ἀξιωθεὶς ἐδημοσίευσε τὰ μυστήρια αὐτῶν, καὶ κολάζεται κόλασιν διὰ τοῦτο τοιάνδε. ἔστιν ἐν τοῖς ὑπὸ γῆν δικαιωτηρίοις, ἔχων πέτραν ἐπάνω αὐτοῦ καὶ κάτω ὕδωρ πολὺ καὶ βλαστήματα καρποφόρα· καὶ ἤρτηται ὁ λίθος κατ' αὐτοῦ. ἐὰν οὖν, φησί, θέλῃ πιεῖν ἐκ τοῦ παρακειμένου ὕδατος, πίπτει ἡ πέτρα ἐπάνω αὐτοῦ καὶ τιμωρεῖται αὐτόν. ἐκ τούτου φησὶν ὅτι λιμῷ καὶ δίψει τήκεται, ὁρῶν μὲν ἀφ' ὧν δεῖ φαγεῖν καὶ πιεῖν, μὴ δυνάμενος δὲ διὰ τὴν ἐπηρτημένην κατ' αὐτοῦ πέτραν. Ἡ δὲ περὶ τοῦ Τιτυοῦ ἐστιν αὕτη. Τιτυὸς ἠράσθη τῆς Λητοῦς καὶ ἐρασθεὶς ἐκράτησεν αὐτὴν ἀπὸ τοῦ κρηδέμνου. εἶτα Ἄρτεμις καὶ Ἀπόλλων, παῖδες ὄντες τῆς Λητοῦς, κατετόξευσαν αὐτὸν καὶ ἀνεῖλον. καὶ νῦν, φησίν, ἐν τῷ Ἅιδῃ ἔχει τὰ βέλη ἐμπεπαρμένα καὶ κολάζεται ἐκ τούτου. Ἡ δὲ περὶ τὸν Ἰξίονά ἐστιν αὕτη. Ἰξίων ἠράσθη τῆς Ἥρας.ἡ δὲ Ἥρα προσαγγέλλει τῷ ∆ιί. ὁ δὲ Ζεὺς βουληθεὶς γνῶναι εἰ οὗτος ἐρᾷ αὐτῆς, ἐξομοιοῖ νεφέλην τῇ Ἥρᾳ, καὶ ἔστησεν. ὁ δὲ Ἰξίων νομίσας αὐτὴν εἶναι τὴν Ἥραν συμμίγνυται τῇ νεφέλῃ. καὶ ὀργισθεὶς ὁ Ζεὺς κολάζει αὐτὸν οὕτω· τροχῷ διατείνας αὐτὸν ἐποίησεν ἀεὶ φέρεσθαι τὸν τροχόν· καὶ ἔστιν οὗτος ἀεὶ ἀνακυκλούμενος καὶ καταφερόμενος, ταύτην τιννύων τιμωρίαν. ∆ίψει δὲ λέγει κολάζεσθαι τὸν Τάνταλον, ὡς εἴπομεν. Ἐπιγενείοις δὲ ὅτι εἰ ἥψατο τὸ γένειον αὐτοῦ τῆς λίμνης τοῦ ὕδατος, ἐξηραίνετο. οὐ μόνον δὲ τὸ ξηραίνεσθαι ἤρκει αὐτῷ πρὸς κόλασιν, ἀλλ' ὅτι καὶ τὴν πέτραν ὑπερκεῖσθαι αὐτοῦ καὶ καταπίπτειν ἐπάνω αὐτοῦ. τὸ δὲ Ῥοιζοῦσθαι τῷ τροχῷ, περὶ τοῦ Ἰξίονος λέγει. οὗτος γάρ ἐστιν ὁ διαταθεὶς τῷ τροχῷ καὶ κυλινδούμενος. ῥοιζοῦσθαί ἐστι τὸ τῇ βιαίᾳ φορᾷ φέρεσθαι τὸν τροχόν. 5.33 Τριακοστὴ τρίτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ κείρεσθαι τὸ ἧπαρ ὑπὸ τῶν ὀρνίθων. ἔστι δὲ ἡ περὶ τοῦ Προμηθέως αὕτη. Ὁ Προμηθεὺς οὗτος λέγεται κλέψαι τὸ πῦρ παρὰ τῶν θεῶν, καὶ ἐνεγκεῖν εἰς ἀνθρώπους, καὶ ὅτι περὶ τὰ κρέα τῆς θυσίας ἀπατήσας τὸν ∆ία, εἰς ὀργὰς ἐκίνησεν αὐτὸν διττάς. τοῦτον θέλων τιμωρήσασθαι, ἐποίησεν ἀετὸν κατεσθίειν αὐτοῦ τὸ ἧπαρ. καὶ τὴν μὲν ἡμέραν κατησθίετο τὸ ἧπαρ, τὴν δὲ νύκτα πάλιν ἀνεπληροῦτο. καὶ πάλιν ἤρχετο ὁ ἀετὸς καὶ ἤσθιεν αὐτό, ἕως οὗ ὁ Ἡρακλῆς ἐλθὼν ἐτόξευσε τὸ ὄρνεον τοῦτο. 5.34 Τριακοστὴ τετάρτη ἐστὶν ἱστορία ἡ περὶ τῆς Κυκλωπείου τιμῆς. Ὁ Κύκλωψ οὗτος λέγεται εἶναι ἥρως τις λῃστρικὸς καὶ ποιμήν, ὃς ᾤκει τὴν Σικελίαν, εἶχε δὲ ἕνα ὀφθαλμόν. τοῦ οὖν Ὀδυσσέως ἀποπλανηθέντος μετὰ τὸν Τρωϊκὸν πολεμὸν μετὰ τῶν ἑταίρων αὐτοῦ καὶ ἐλθόντος περὶ τὴν Σικελίαν, ὁ Κύκλωψ συνέλαβε καὶ αὐτὸν τὸν Ὀδυσσέα καὶ τοὺς ἑταίρους αὐτοῦ. καὶ τοὺς μὲν ἑταίρους αὐτοῦ πρώτους κατέφαγε, τὸν δὲ Ὀδυσσέα τηρήσας εἰς