Fragmenta in Psalmos

 φιλόθεος καὶ δι' οἴκου καὶ σκεύους ἀνακειμένου θεῷ πρὸς θεὸν ἀνεγείρεται. ἓν οὖν τοῦτο καὶ μόνον ἐζήτησα τὸν θεὸν ναὸν οἰκεῖν, ὅπερ ἡ Ἅννα ποιεῖ, καὶ

 κατὰ τὸ διαλλάττον τοῦ τρόπου κατὰ τὸ ῥηθὲν καὶ πάλιν παρὰ τοῦ σωτῆρος ὅτι Καὶ πολλαὶ μοναὶ παρὰ τῷ πατρί μου. 15 Ps 34,6 Αἱ ὁδοί, φησίν, τῶν ἀσεβῶν σ

 25 Ps 37,4a Σώματι διόλου κακουμένῳ παραβάλλει τὸ πολύπονον καὶ πολυπαθὲς αὐτοῦ, οἷον καὶ παρὰ τῷ Ἡσαΐᾳ τὸ Ἀπὸ ποδῶν ἕως τῆς κεφαλῆς οὐκ ἔστιν ἐν αὐτῷ

 κεχαρισμένον καὶ εἰς αἰῶνα παρατείνων τὰ ἀγαθὰ Ταῦτα μένει, φησίν, τὰ τρία· πίστις ἐλπὶς ἀγάπη. 34 Ps 39,5 Ἐν τούτῳ φησὶ τὸ μακάριον ἄνθρωπον ἐν τῷ θε

 Ἐξαιρέτως ἐπὶ Χριστοῦ τὴν ἀκακίαν ἀκούομεν τὴν πάσης κακίας καθαρότητα, ἣν ἐζήτει μὲν παρὰ ἀνθρώπων ὁ δημιουργὸς ἐπὶ τούτῳ γεγενημένων ὡς εἶναι τοῦ πο

 πάθους τῆς λήθης λέγει τὸ ∆ιὰ τί, ἀλλ' ἑκούσιον λήθην παρίστησι τὴν περὶ ἄνθρωπον ἀφροντιστίαν τὸν τῆς παρὰ θεοῦ ἀνάξιον ἐπιμελείας.

 καθάπαξ αὐχοῦμεν ἐπὶ σοὶ δι' ὅλου τοῦ χρόνου καὶ τῷ ὀνόματί σου χάριτας ἀναφέρομεν ᾧ σῳζόμεθα, ὥσπερ καὶ λέγεται διὰ τοῦ Ἱεζεκιὴλ ∆ι' ὑμᾶς ἐγὼ οὐ ποιῶ

 ἐκείνων οὐχὶ μικρὰν μερίδα (πολλοὶ γὰρ καὶ οἱ ἐξ Ἰουδαίων πεπιστευκότες), προοίμιόν τι τῆς περὶ τούτων μυσταγωγίας ποιεῖται, λόγον ἀγαθὸν ἐπαγγελλόμεν

 εἰς κεφαλήν, καὶ σὺ ἔσῃ εἰς οὐράν. ὅτι δὴ οἱ τὸ παλαιὸν ἐπήλυδες νόμου γενόμενοι πρὸς τὸ οἰκειοῦσθαι θεῷ νῦν αὐτοὶ τῆς πρὸς θεὸν συνόδου κατάρχουσιν,

 78 Ps 48,4.5 Λόγου, φησίν, ἅψομαι σοφοῦ κεκρυμμένου, μιγνὺς ᾠδῇ τὸ αἴνιγμα. πῶς οὐχὶ τὸ στόμα εἶπεν ἀνοίγειν εἰς παραβολὴν ἀλλὰ τὸ οὖς κλίνειν; ἢ ὅτι

 ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθεν, καὶ ἐρρίζωται τὸ κακὸν ἐν τῇ πρώτῃ γυναικὶ καὶ ἐξ ἐκείνης διὰ τῶν τοκετῶν ἐπὶ τὰ τικτόμενα διαβαίνει. οἰκε

 ὑπόσχεσις ἐπήγαγε ταῦτα. 99A Ps 70,19.20 Αὐτόθεν ἄρχεται τοῦ ὕμνου ὅθεν ἐπήγγελται παραχρῆμα ποιῶν, τὸ ὑψηλὸν τῶν τοῦ θεοῦ τεραστίων μεγαλοφώνως ἀναβο

 γὰρ καὶ τέθηλεν οἰκουμένη πᾶσα τῷ Χριστοῦ καρπῷ καὶ πλῆθος ἀναρίθμητον τῶν ἐφ' ἑκάστης πόλεως ἀναφαινομένων Χριστοῦ παίδων ὡς ἀπὸ τῆς γῆς πόα. 105 Ps

 111a Ps 73,4a Ἀναγκαίως ἡ τῶν τόπων μνήμη διὰ τὴν τοῦ λαοῦ παρανομίαν. ὅτι κατὰ τῶν τόπων οὐκ ἦν ἀγανακτήσεως πρόφασις, καὶ οἱονεὶ διὰ τὴν τοῦ τόπου φ

 τουτέστιν ὄρη τροφῆς. τὴν γὰρ τροφὴν θήραν καὶ ἐν τῷ ΡΛΑ κέκληκε λέγων Τὴν θήραν αὐτῆς εὐλογῶν εὐλογήσω, ὃ δὴ Σίτησιν ἐν ἐκείνῳ Σύμμαχος εἴρηκεν. ἐν δ

 (οὐχ ὁ κύκλῳ περιάγων αὐτόν) καὶ διατείνας αὐτὸν ὡς σκηνὴν κατοικεῖν (οὐχ ὡς κύκλον περιελίττεσθαι)· καὶ Ἀπ' ἄκρου θεμελίου οὐρανοῦ φησιν Ἡσαΐας ἔρχεσ

 δεσπότην. εἰ γὰρ καὶ ἐγκλήματα κατὰ τῶν δούλων εἴη δίκαια, ἀλλὰ καὶ φειδὼ περὶ τὸ οἰκεῖόν ἐστιν ἀπανθρώπως ὑπὸ τοῦ ἀλλοτρίου πορθούμενον. λέγει δὲ καὶ

 σκιᾷ μὲν τὰ ὄρη ἐκάλυψεν ἡ προειρημένη ἄμπελος διὰ τὸ πᾶν ὕψος καὶ πᾶσαν δύναμιν τὴν ὑπὲρ γῆς ὑπερβαλέσθαι, ταῖς δὲ τῶν ἀκρεμόνων ἐκτάσεσι τὰς κέδρους

 καταλλαγή φησι κόσμου, ὕστερον δὲ ἡ πρόσληψις ζωὴ ἐκ νεκρῶν, τελείας τῆς εὐμενείας τοῦ θεοῦ φανείσης ἀνθρώποις, ἐπειδὰν τῶν ἐπαγγελιῶν πληροῖ τῶν πρὸς

 ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας ὁ Σύμμαχος Ὁ ὀφθαλμός μου ἐξέρρευσεν ἀπὸ τῆς κακώσεως ἐξέδωκεν. 146 Ps 87,13 Σῷζε οὖν γένος ὑπὸ σοῦ πεποιημένον ἐπ

 ἅπερ εἴρηται διὰ τοῦ προφήτου Νάθαν. ἐλέῳ δὲ τῷ παρ' ἑαυτοῦ καὶ τῇ προσηκούσῃ περὶ τὸν δίκαιον σπουδῇ φησιν ὑψοῦσθαι αὐτόν, καθὰ καὶ παραδόξως ἤρατο ν

 ἑτέρων βασιλέων εἰς θεὸν ἐλπιζόντων γέγονεν, ἀληθευομένης τῆς ἐπαγγελίας τοῦ θεοῦ τῆς λεγούσης Ἐχθρεύσω τοῖς ἐχθροῖς σου καὶ ἀντικείσομαι τοῖς ἀντικει

 φάσκων καὶ εὐφραίνεσθαι τὰς πολλὰς νήσους τουτέστι τὰ ἔθνη, εἶτα ἑξῆς ὠδίνειν τὴν γῆν καὶ τὰ ὄρη τήκεσθαι· πῇ μὲν τοὺς ἁγίους λέγει, πῇ δὲ τοὺς ἐναντί

 170 Ps 101,3 Ὅμοιον δυνάμει τὸ λεγόμενον τῇ Σαλομῶνος εὐχῇ

 λέγει τῆς ἱδρύσεως θεοῦ δυνάμεως δεῖγμα τὸ γῆν οὖσαν στοιχεῖον τὸ βαρύτατον ὑπὲρ ὑδάτων πεπῆχθαι καὶ μένειν δι' αἰῶνος ἀμετακίνητον, οὐ δή που τῆς ὑπο

 θεοῦ καὶ ἐκ τῶν ἑκάστοτε λεγομένων τεράτων δείκνυται· δεῖ δὲ θεοῦ γνωρίζεσθαι δύναμιν καὶ οὐχ ἱστορίαν πραγμάτων ἀπαράλειπτον πάντως γίνεσθαι. οὐκ εἰς

 δὲ παιδεύσεως τὸ τέλος ἡ πρὸς τὸ ὀρθὸν τοῦ ἀνθρώπου κατόρθωσις ἐν ἡγεμονίᾳ πνεύματος, ὑπακοῇ δὲ σαρκός. διὰ τοῦτο τῶν τε ἡδέων τὰς χορηγίας ὑπερετίθετ

 ἀνακινήσαντος αὐτῶν τὸν πρότερον εὔδιον πλοῦν, ὑφ' ὧν κορυφουμένων εἰς ὕψος ἀναγομένους αὐτοὺς καὶ ἀναρρεόντων καταγομένους, οἷον ἐν θαλάττῃ γίνεσθαι

 202 Ps 110 arg. Λέγεται ἐν τῷ παρόντι διὰ βραχέων ὁ ὕμνος, καὶ διὰ τῶν εἴκοσι δύο στοιχείων τῶν Ἑβραίων αἱ πρῶται φωναὶ τῶν στίχων προΐασι κατὰ τὴν Ἑβ

 ζῶσαν τὴν ὄντως εὐάρεστον θεῷ, ὧν καὶ τὸ πλῆθος ἀνα πληροῖ τὸ θυσιαστήριον ἄχρι πρὸς τὸ ἀκρότατον ὕψος τὸ συναπτόμενον τοῖς οὐρανίοις ἀγγέλοις, διὰ τῆ

 ἡμῶν. προσαγαγὼν οὖν ἑαυτὸν ὡς προσήκει ταπεινόν, ἀμοιβὴν ζητεῖ παρὰ θεοῦ τὴν ἐπὶ βίον ἔννομον ἀγωγὴν καὶ τὴν κατὰ λόγον θεοῦ ζωήν. ταπεινοῦ δὲ καὶ αὐ

 ἀναφέρεσθαι δεῖ τὰς νῦν λεγομένας πλάσεις, οἷον καὶ τὸ Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε· καθὸ καὶ Ἰὼβ λέγει τὸ Πηλόν με ἔπλασας, τὴν ἐν τῷ

 παροξυσμῷ τῷ πρὸς τοὺς ἐπιβουλεύοντας, ὡς οὐκ ἐπλάνησε τὸν ∆αυὶδ ἡ τοῦ Σαοὺλ ἐπιβουλὴ πρὸς τὸ ἀμύνασθαι πρὸς τὸ προσῆκον. 237 Ps 118,111 Ἐπέτεινε τὴν

 ἀποθνῄσκον τας διὰ τοῦ θανάτου λυτρούμενος· ᾧ καὶ ἀκολούθως ἐπάγεται τὸ Ζήσεται ἡ ψυχή μου, καὶ τὰ ἑξῆς.

 θεοσεβεστάτων, δι' ὧν ἡ βασιλεία ∆αυὶδ ἀνορθοῦται χάριτι τοῦ Χριστοῦ ὃς τοῖς δώδεκα ἔδωκεν ἀποστόλοις τὸ ἐπὶ δώδεκα θρόνοις καθεζομένους κρίνειν τὸν Ἰ

 μεγίστην ἐπιφέρει τὴν ἁπασῶν ἐκείνων περισωστικήν. τροφῆς γὰρ εὐπορίαν ἔδωκεν ἐξ ἀρχῆς ἣν Θήραν καλεῖ, σίτησιν δὲ ἕτερος ἑρμηνεύει. καὶ τοὺς οἰκήτορας

 τὸν κατὰ τὸ ἐμφανὲς ἔλεγχον ὅτι μὴ θεοὶ ὧν τὰ τοιαῦτα ὁμοιώματα. θεῖον γὰρ τὸ ὁμοίωμα τοῦ θεοῦ· διὸ καὶ ἄνθρωπος εἰκὼν ὁ θεῖος, οὐχ ὁ τῆς θεότητος ἐστ

 διὰ τὴν τοῦ Ἰσραὴλ ἄφεσιν εἰς ἐξουσίαν προαγόμενος, ὡς ἔχει τὰ διὰ τοῦ Ἡσαΐου προφητευθέντα· ἀλλ' ὁ μακαρισμὸς εἰς ἐκείνους περιστήσεται τοὺς ἀποδιδόν

 ταῖς εὐεργεσίαις, τουτέστιν ἐπὶ τοὺς ἐλπίδα μὴ ἔχοντας καὶ ἀθέους ἐν τῷ κόσμῳ οὓς μηδὲ ὄντας ὁ ἀπόστολος κέκληκεν. 282 Ps 137,7.8a ∆εύτερον ἐπιφέρει τ

 291 Ps 140,2 Εἰ πρωῒ τὸν ἐπιόντα βίον συνίεμεν τὸν ἐν ἀναπαύσει καὶ δόξῃ

 300 Ps 143,4.5 Πάντα δὲ ὅμοια τὰ μὲν ἀνθρώπινα, θείας δὲ ἐνεργείας φοβερᾶς τε καὶ ἰσχυρᾶς καὶ ὀλοθρευτικῆς ἀνθρώπων ἐνδείγματα. 301 Ps 144,1 Κατὰ μὲν

 πληροῦσαν αὐτὸν δύναμιν καὶ σοφίαν ἔχων ἀλλὰ πλήρη προελθοῦσαν ἐξ ἑαυτοῦ, καθὰ καὶ Σολομὼν γέννημα τὴν σοφίαν λέγει καὶ ἐκ θεοῦ προσεληλυθυῖαν τὴν αὐτ

170 Ps 101,3 Ὅμοιον δυνάμει τὸ λεγόμενον τῇ Σαλομῶνος εὐχῇ

προϊκετεύοντος περὶ τῆς μελλούσης τῷ λαῷ θλίψεως, ἵνα δὴ ἀκουσθεῖεν ἱκετεύοντες ἐν αὐτῇ, πλὴν ὅτι τὸ λέγον πρόσωπον ἐφ' ἑαυτοῦ λέγει τὰ πάντων καὶ τὸ μὴ περι οφθῆναι ὑπὸ θεοῦ ὅπερ ἐκινδύνευσε παθεῖν ἕνεκα τῆς ἰδίας κακίας ὁ Ἰσραήλ, ἔτι δὲ καὶ τὴν ἐν μακρῷ χρόνῳ κάκωσιν. 171 ps 101,14 Ποιεῖ τὸν καιρὸν ἡ τῶν θεοῦ δούλων ἱκεσία καὶ ὁ τοῦ θεοῦ οἶκτος, οὐκ ἄλλη τις αἰτία οἵα περὶ χρόνων εἱρμαρμένων ἐν Ἕλλησι πέπλασται. οὗτος δ' ἐστὶ περὶ οὗ αὐτὸς διὰ Ἡσαΐου φησὶ Καιρῷ δεκτῷ ἐπήκουσά σου· τοῦτον δὲ καὶ ὁ Παῦλος πεπληρῶσθαι τὸν καιρὸν ἐπιδημήσαντος τοῦ σωτῆρος γράφει φάσκων Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος. κυρίως γὰρ καὶ ἡ τοῦ σωτῆρος κάθοδος γέγονεν ἐπιλάμψαντος ἐπὶ συντελείᾳ τῶν αἰώνων. ἐπεὶ γὰρ ἆραι τὴν ἁμαρτίαν τοῦ κόσμου ἐλήλυθεν ὁ σωτήρ, οὐκ ἔδει δὲ τὸν τηλικοῦτον ὑπὲρ ὀλίγων ἁμαρτωλῶν ἐλθεῖν καὶ παθεῖν. ὅτε διενέστηκεν ὁ χρόνος καθ' ὃν εἴρηται Πάντες ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ, οὐκέτι δὲ ὄντος ἐπὶ γῆς δικαίου συνιέντος τε καὶ ἐκζητοῦντος τὸν θεόν, ἐλήλυθεν ὁ ὑπὲρ πάντων αὐτῶν χάριτι θεοῦ ὑπὲρ παντὸς γευόμενος θανάτου. Ῥηθείη δ' ἂν καὶ ταῦτα· τοῦ τῶν ἀνθρώπων γένους εἰς κακίαν τραπέντος ἔδει τὸν προνοούμενον τῆς σωτηρίας αὐτῶν θεὸν κωλῦσαι τὴν κακίαν. καὶ δὴ τοῦτο διὰ μηχανημάτων πολλῶν γεγένηται. ἀποσταλέντων πατριαρχῶν τῶν δυναμένων τῇ ἑαυτῶν πολιτείᾳ ὠφελῆσαι τὸν τῶν ἀνθρώπων βίον, ἀπειπόντος δὲ πρὸς τὴν κακίαν καὶ νόμου τοῦ διὰ Μωυσέως δοθέντος αὐτοὶ μὲν κατεφρόνουν τοῦ δεδωκότος θεοῦ· προφητῶν τε καὶ ἀγγέλων ἐπιφανείας ἐπιπεμπομένων αὐτοῖς, ὁ δὲ θεὸς οὐκ ἐπαύετο τῆς αὐτῶν προμηθούμενος σωτηρίας. καὶ ὅμως οὐδὲν μᾶλλον ἐγίνετο ἢ εἰς αὔξησιν κακίας ἐπετρίβοντο. ἐπεὶ οὖν πᾶν φάρμακον καὶ βοήθημα διὰ τῶν ὁμογενῶν προσαγόμενον αὐτοῖς ἠτόνησε πρὸς τὰς ἀνιάτους νόσους αὐτῶν, μετὰ πάντ' ἐκεῖνα εἰκότως ὁ σωτὴρ ἐλήλυθε, πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν θεραπεύων ὡς καὶ τὴν νεκρότητα αὐτῶν καὶ τὸν θάνατον ἀνελεῖν. διὰ ταύτην οὖν τὴν ἀλήθειαν ἐν τοῖς Αὐγούστου χρόνοις ἐπέλαμψεν ὁ σωτήρ, τότε τοῦ καιροῦ πεπληρωμένου καθὸ καταλλήλως ἐγίνετο τὰ τῆς σωτηρίας τῶν ἀνθρώπων. περὶ τούτου καὶ ὁ παρὼν λόγος φησὶν Ὅτι καιρὸς τοῦ οἰκτειρῆσαι τὴν Σιών, ὦ δέσποτα, καὶ σὺ διὰ σεαυτοῦ ἀναστὰς οἰκτειρήσεις αὐτήν.

172 Ps 102 arg. Εὐχαριστίαν ἐχρῆν ἕπεσθαι τῇ προκειμένῃ προφητείᾳ. αὕτη

καὶ συντέτακται διὰ τοῦδε τοῦ ᾄσματος· ἔλεός τε θεοῦ καὶ δικαιοσύνη ἡ κριτικὴ δοξάζεται ὅτι δι' ἐλέου τὸν λαὸν ἐξαιρήσεται τῶν ἀδικούντων, φθορᾶς τε ἀφαίρεσις καὶ ἡ εἰς διαδόχους φυλασσομένη χάρις καὶ ἡ ἐπὶ πάντα διαβησομένη βασιλεία οὐράνιος.

173 Ps 103,3a Οὐ σφαιρηδὸν οὐρανὸς τῷ παντὶ περίκειται καὶ περιθεῖ ἀλλὰ

στεγάζει γῆν τεταμένος περὶ αὐτήν, μονίμῳ καὶ ἑδραίᾳ τῇ στάσει στεγαζόμενος ἄνωθεν ὕδασιν. 174 Ps 103,4a ∆ῆλον δὲ ὅτι τὸ Ἐκτείνων καὶ Στεγάζων καὶ Ποιῶν ἀντὶ τοῦ ἐκτείνας ἐστὶ καὶ στεγάσας καὶ ποιήσας. οὕτω δ' ἔχει καὶ τὸ Πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ· τῆς πλάσεως ὑπὸ θεοῦ γεγονυίας εἰς ἅπαξ γῆ καὶ τὰ ἐξ αὐτῆς ἀποτελέσματα διὰ παντὸς γίνεται, καθὸ λέγεται καὶ τὸ Ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. συντείνοι δ' ἂν εἰς τοῦτο καὶ τὸ Ἐγώ εἰμι ὁ ὤν, ὡς τῶν ποιημάτων οὐκ ὄντων ἀλλὰ γινομένων τῶν γενητὴν ἐχόντων φύσιν καὶ διὰ τοῦτο τῆς οὐσίας αὐτῶν ἐν τῷ γίνεσθαι νοουμένης καὶ οὐκ ὄντως οὔσης καθάπερ ὁ ποιῶν. τοῦτο δὲ διήκει διὰ τῆς ἁγίας τριάδος ποιητικῆς οὔσης. 175 Ps 103,5.6 Τὸ θαυμαστὸν

25