25
26.τ ΚΑΙΣΑΡΙΩ ΤΩ Α∆ΕΛΦΩ ΓΡΗΓΟΡΙΟΥ
26.1 Χάρις τῷ Θεῷ, τῷ τὰ ἑαυτοῦ θαυμάσια καὶ σοὶ ἐπιδεικνυ μένῳ καὶ ἐκ
τοσούτου θανάτου διασώσαντί σε τῇ τε πατρίδι καὶ ἡμῖν τοῖς προσήκουσι. Λείπεται δὴ οὖν μὴ ἀχαρίσ τους ἡμᾶς ὀφθῆναι μηδ' ἀναξίους τῆς τοσαύτης εὐεργε σίας, ἀλλὰ κατὰ δύναμιν τὴν ἡμετέραν διαγγέλλειν τοῦ Θεοῦ τὰ παράδοξα καί, ἧς ἔργῳ πεπειράμεθα φιλανθρω πίας, ταύτην ἀνυμνεῖν· καὶ μὴ λόγῳ μόνον ἀποδιδόναι τὴν χάριν, ἀλλὰ καὶ ἔργῳ τοιοῦτον γενέσθαι οἷον καὶ νῦν εἶναι πειθόμεθα, τεκμαιρόμενοι τοῖς περὶ σὲ θαύμασι. Καὶ ἔτι μειζόνως τῷ Θεῷ δουλεύειν παρακαλοῦμεν, προσθήκαις ἀεὶ τὸν φόβον συναύξοντα καὶ εἰς τὸ τέλειον προκόπτοντα, ἵνα φρόνιμοι οἰκονόμοι τῆς ζωῆς ἡμῶν ἀποδειχθῶμεν, εἰς ἣν ἡμᾶς ἡ ἀγαθότης τοῦ Θεοῦ ἐταμιεύσατο. Εἰ γὰρ καὶ πᾶσιν ἡμῖν πρόσταγμά ἐστι παραστῆσαι ἑαυτοὺς τῷ Θεῷ ὡσεὶ ἐκ νεκρῶν ζῶντας, πῶς οὐχὶ μᾶλλον τοῖς ὑψωθεῖσιν ἐκ τῶν πυλῶν τοῦ θανάτου; Τοῦτο δ' ἂν μάλιστα, ὡς ἐμαυτὸν πείθω, κατορθωθείη, εἰ βουληθείημεν ἀεὶ τὴν αὐτὴν ἔχειν διάνοιαν ἣν εἴχομεν ἐπὶ τοῦ καιροῦ τῶν κινδύνων. Πάντως γάρ που εἰσῄει ἡμᾶς τοῦ βίου τὸ μάταιον καὶ ὡς οὐδὲν πιστὸν τῶν ἀνθρωπίνων οὔτε πάγιον, οὕτω ῥᾳδίας ἐχόντων τὰς μεταπτώσεις. Καί πού τις μετα μέλεια μὲν ἔκ γε τῶν εἰκότων ἐνεγίνετο ἡμῖν ἐπὶ τοῖς φθάσασιν, ὑποσχέσεις δὲ περὶ τῶν ἐφεξῆς, εἰ περισω θείημεν, Θεῷ δουλεύειν καὶ ἑαυτῶν ἐπιμέλεσθαι κατὰ πᾶσαν ἀκρίβειαν. Εἰ γάρ τινα ἡμῖν ἔννοιαν ὁ τοῦ θανάτου κίνδυνος ἐπικείμενος ἐνεδίδου, οἶμαί σε ἢ ταῦτα ἢ ἐγγύ τατα τούτων ἀναλογίζεσθαι τηνικαῦτα. Ὥστε ἀναγκαίου ὀφλήματος ἐκτίσει ὑπεύθυνοι καθεστήκαμεν. Ταῦτα, ὁμοῦ μὲν περιχαρὴς ὢν τῇ τοῦ Θεοῦ δωρεᾷ, ὁμοῦ δὲ καὶ φρον τίδα ἔχων ὑπὲρ τῶν μελλόντων, ἀπεθάρσησα ὑπομνῆσαι τὴν τελειότητά σου. Σὸν δέ ἐστιν εὐμενῶς καὶ ἡμέρως προσέσθαι ἡμῶν τοὺς λόγους, ὡς καὶ ἐν ταῖς κατ' ὀφθαλ μοὺς ὁμιλίαις σοι σύνηθες.
27.τ ΕΥΣΕΒΙΩ ΕΠΙΣΚΟΠΩ ΣΑΜΟΣΑΤΩΝ
27.1 Ὅτε, τῇ τοῦ Θεοῦ χάριτι καὶ τῇ βοηθείᾳ τῶν σῶν προσευχῶν, μικρὸν
ἀναφέρειν ἐκ τῆς ἀρρωστίας ἔδοξα καὶ ἀνελεξάμην ἐμαυτοῦ τὰς δυνάμεις, τότε ὁ χειμὼν ἐπεγέ νετο, οἴκοι κατείργων ἡμᾶς καὶ κατὰ χώραν μένειν συνα ναγκάζων. Εἰ γὰρ καὶ πολλῷ κουφότερος τῆς συνηθείας ἀπήντησεν, ἀλλ' οὖν ἔμοιγε ἱκανὸς εἰς ἐμπόδιον οὐχ ὅπως ὁδοιπορεῖν δι' ἐμαυτοῦ, ἀλλ' οὐδὲ μικρὸν προκύπτειν τοῦ δωματίου δύνασθαι. Ἔστι δέ μοι οὐδὲ τοῦτο μικρόν, τὸ καταξιοῦσθαι διὰ γραμμάτων ὁμιλεῖν τῇ θεοσεβείᾳ σου καὶ τῇ ἐλπίδι τῶν ἀντιδόσεων ἤδη προαναπαύεσθαι. Εἰ δὲ ὁ καιρὸς ἐνδοίη καὶ τῆς ζωῆς ἡμῖν ἔτι λείποιτο χρόνος καὶ μὴ ἄπορον ἡμῖν τὴν ὁδὸν ὁ λιμὸς ἀπεργάσαιτο, ταχὺ ἂν τύχοιμεν τῆς ἐπιθυμίας διὰ τῶν σῶν προσευχῶν καί, ἐπὶ τῆς ἑστίας σε καταλαβόντες, κατὰ πᾶσαν σχολὴν τῶν μεγάλων θησαυρῶν τῆς ἐν σοὶ σοφίας ἐμφορηθείημεν.
28.τ ΤΗ ΕΚΚΛΗΣΙΑ ΝΕΟΚΑΙΣΑΡΕΙΑΣ ΠΑΡΑΜΥΘΗΤΙΚΗ
28.1 Ἀπῄτει μὲν τὰ συμβάντα τὴν ἡμῶν αὐτῶν παρουσίαν, τοῦ τε τὴν τιμὴν
τῷ μακαρίῳ τοῖς οἰκειοτάτοις ὑμῖν συνεκπληρῶσαι καὶ τοῦ τῆς ἐπὶ τῷ πάθει κατηφείας ἀπ' αὐτῆς τῆς θέας τῶν σκυθρωποτέρων συμμετασχεῖν, καὶ ὥστε τῶν ἀναγκαίων βουλευμάτων ὑμῖν κοινωνῆσαι. Ἐπεὶ δὲ τὴν σωματικὴν συνάφειαν πολλὰ τὰ διακωλύοντα, λειπόμενον ἦν διὰ τοῦ γράμματος κοινωνεῖν ὑμῖν τῶν