οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ, τῇ ἑβδόμῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνός· συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς, καὶ μετὰ τῶν ἁγίων τὰς ἐν οὐρανοῖς ἐπαγγελίας πιστεύοντες λήψεσθαι, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, εἰς τοὺς αἰῶνας. Ἀμήν.
ΛΟΓΟΣ Εʹ.
αʹ. Καιρὸν παντὶ πράγματι, φησὶν ἡ θεία Γραφή· καί μοι δοκεῖ κάλλιστα
διεσκέφθαι τῶν πραγμάτων τὴν φύσιν. Οὐδὲν γὰρ αὐτὴν οὕτως οἶδε λυπεῖν, ὡς τὸ καιροῦ διαμαρτάνειν τοῦ δέοντος. Οὐκοῦν ἐπειδή περ ὅτι δὴ φαῦλον τοῦτό ἐστιν, ἀντερεῖ μὲν οὐδεὶς, συνθήσεται δὲ πάντως ὅ γε νοῦν ἔχων, ἀνάγκη τὸ ἐναντίον τῆς ἀμείνονος δόξης ἀξιοῦν, καιρὸν δή φημι τὸν ἐφ' ἅπασιν ἐπιτήδειον, καὶ τὸν ἑκάστῳ πράγμα τι πρέποντα. Ἑορτῆς τοιγαροῦν καιρὸς ὁ παρὼν, καὶ τὸ πείθεσθαι πάλιν ἐπάναγκες τῇ θείᾳ Γραφῇ· "Σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι· ἐν εὐσήμῳ ἡμέ ρᾳ ἑορτῆς ὑμῶν." Εἶτα ποῖος καιρὸς ἀναλάμψει ἡμῖν τοῦ παρόντος ἐπισημότερος; Τί δὲ οὕτω περι φανὲς, ὡς ἡ πανεύφημος ἡμῶν ἑορτὴ, Νεομηνίαν ὄντως ἀληθῆ, τὸν νέον ἡμῖν αἰῶνα τῆς τοῦ Σωτῆρος ἐπιδημίας ἀναδεικνύουσα· "Ἐν ᾧ πάντα γέγονε και νὰ, καὶ τὰ ἀρχαῖα παρῆλθεν," ὡς ὁ Παῦλός φησι, Βοάτω τοιγαροῦν τῆς Ἐκκλησίας ἡ σάλπιγξ, καὶ χαίρουσα πάλιν τὸ ἐτήσιον ἡμῖν ἀναπνείτω κήρυγ μα. Ἆρ' οὖν ἐκείνας τὰς ἐν τοῖς στρατοπέδοις ἀπο μιμήσεται; Σημαίνει δὲ ἡμῖν, ὡς ἤδη μὲν πάρεστι τῶν πολεμίων τὰ στίφη, ἀπειλὴ δὲ μάχης, καὶ θανά του φόβος περιαγγέλλεται; χρὴ δὲ ὡς τάχιστα τοῦ πολέμου τὰ σκεύη τοῖς ἐπιοῦσιν ἀνταίρειν, Οὐδα μῶς. Ἑτέραν οἶδα τῆς ἐμῆς σάλπιγγος τὴν φωνήν. 77.473 Βοήσει δὲ τῶν τοιούτων οὐδέν· ἀλλ' ἐπινίκιον μέλος, καὶ τοῖς ἀκούουσι θυμηρέστατον. "∆εῦτε γὰρ, ἐρεῖ, κατὰ τὸν μακάριον Ψαλμῳδὸν, ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν." Τί δὴ οὖν ἔστιν, ἐφ' ὅτῳ περ ἄν τις εὔκαιρον ἴδοι τὸν ἀλαλαγμόν; τὸ δὲ ἀγαλλιᾶσθαι χρῆναι καὶ σεμνὸν ἀναστῆσαι τῷ Σωτῆρι τὸν θάνατον, ψηφιεῖται, καὶ αὐτὸς καίπερ εἰδόσιν ὑμῖν ἐξηγήσομαι. Νενίκηται θάνατος ὁ τὸ νικᾶσθαι παραιτούμενος· κεκαινοτόμη ται φθορά· λέλυται θάνατος, πάθος ἀήττητον. Ἅδης δὲ ὁ πᾶσαν ἀπληστίαν νοσῶν, καὶ κόρον ἐπὶ τοῖς τεθνεῶσιν οὐδένα δεξάμενος, ἐδιδάχθη καὶ ἄκων, ὃ μὴ μαθεῖν νῷ [ἴσ. τῷ, ἢ, τὸ] πρότερον ἠνέσχετο. Οὐ γὰρ ὅπως τῶν ἔτι πιπτόντων ἔσται κάτοχος φιλο νεικεῖ, ἀλλ' ἤδη καὶ τοὺς ἁλόντας ἀπήμεσε, τῇ τοῦ Σωτῆρος ἡμῶν ἰσχύϊ καλὴν ὑπομείνας τὴν ἐρημίαν· Ἐπεδήμησε γὰρ λέγων "τοῖς ἐν δεσμοῖς, Ἐξέλθετε· καὶ τοῖς ἐν τῷ σκότει, Ἀνακαλύφθητε·" καὶ κηρύξας τοῖς ἐν ᾅδῃ πνεύμασιν, ἀπειθήσασί ποτε, ἀναβέβηκε νικηφόρος· ἀπαρχὴν ὥσπερ τινὰ τῆς ἐλπίδος ἡμῶν τὸν οἰκεῖον ἀναστήσας ναὸν, καὶ ὁδοποιήσας μὲν τῇ φύσει τὴν ἐκ νεκρῶν ἀναβίωσιν, ἕτερα δὲ πρὸς τού τοις ἡμᾶς ἐργασάμενος ἀγαθά. βʹ. Ἐν τούτοις ἡμῖν, ἀγαπητοὶ, τὰ λαμπρὰ τῆς ἑορτῆς συνθήματα· ἐπὶ τούτοις οἶμαι δεῖν ἀνασκιρ τῶντας εἰπεῖν· "∆εξιὰ Κυρίου ἐποίησε δύναμιν, δε ξιὰ Κυρίου ὕψωσέ με." Τοῖς μὲν οὖν ἄλλοις ἅπασι, παρ' οἱσδηποτοῦν, ὁ τῶν πανηγύρεων τιμᾶται νόμος, εὐειμονεῖν μὲν ὡς ἔνι, καὶ λίαν ἐσπούδασται, τὸ δὲ μὴ πᾶν, ὅπερ ἂν ὑπάρχῃ παρ' ἑκάστῳ τίμιον, τοῦτο δὴ καὶ ἠμφιεσμένον ὁρᾶσθαι, ῥᾳθυμίας ἤτοι φαυλό τητος τῆς ἐσχάτης εἶναι δοκεῖ. Τοιγάρτοι καὶ παν δήμους, ὅτε δὴ πόλεις ἄγουσιν ἑορτὰς, λαμπροῖς μὲν ἄν τις ἴδοι τοὺς ἐν αὐταῖς κατηγλαϊσμένους ἄν θεσιν, ἐπὶ λαμπροτέραν δὲ προθύμως ἰόντας τράπε ζαν, καὶ ταῖς περὶ γαστέρα ζημίαις ἐντρυφῶντας μᾶλλον ἤπερ ἀλγυνομένους. Ἡμῖν δὲ, οὐ διὰ τούτων τὰ τῆς πανηγύρεως ἔρχεται, οὐδὲ τοῖς δημοτελέσιν ἀποκεχρῆσθαι νόμοις, φίλιόν τε καὶ περισπούδαστον. Ἀλλ' ἄμφιον μὲν τὸ πάντων καθαρώτατον, ὁ Χρι στός· "Ἐνδύσασθε γὰρ τὸν Κύριον Ἰησοῦν Χριστὸν," ὁ Παῦλός