Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
ὄντος; Πῶς δὲ ἡ βούλησις χωρήσει μεταξὺ, μὴ ὄντα ποτὲ τὸν Υἱὸν εἰσφέρουσα, τὸν τῷ γεννήσαντι συναΐδιον ὡς σοφίαν αὐτοῦ; ΑΛΛΟ. Εἰ προηγεῖται βούλησις τοῦ Υἱοῦ, ἐν χρόνῳ δὲ ἀνάγκη τὴν περὶ αὐτοῦ γενέσθαι σκέψιν, καὶ εἰ μικρός τις εἴη καὶ λίαν βραχὺς, πῶς ἔσται πάντων ποιήτης; Ἢ πῶς πιστεύομεν τῇ Γραφῇ, πάντα δι' αὐτοῦ γενέσθαι λεγούσῃ; Ὅπου πρὸ αὐτοῦ φαίνεται χρόνος, καθ' ὃν ἡ περὶ αὐτοῦ γέγονε βούλησις, χρόνων οὐκ ὄντων πρὸ αὐτοῦ; ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν αἱρετικῶν. Εἰ μὴ βουλήσει, φησὶ, γέγονεν ὁ Υἱὸς τοῦ Θεοῦ, ἐξ ἀνάγκης ἄρα καὶ μὴ θέλων ἔσχεν Υἱὸν ὁ Πατήρ. Καὶ τίς ὁ μείζων αὐτοῦ καὶ τὴν ἀνάγκην ἐπιθεὶς αὐτῷ; Τὰ γὰρ παρὰ γνώμην ἐπισυμβαίνοντα, ἐξ ἀνάγκης γίνεται. Πρὸς ταῦτα λύσις. Ἀντερωτητέον τοὺς χριστομάχους, καὶ δι' ὧν ἡμῖν προτείνουσιν ἀμαθῶς, διὰ τούτων αὐτοῖς ὑπαντήσωμεν, τὴν ἴσην ἀντεπάγοντες πρότασιν. Εἴπατε ἡμῖν· Ἀγαθὸς καὶ οἰκτίρμων, ἐλεήμων τε καὶ ἅγιος ἐκ βουλήσεώς ἐστιν ὁ Θεὸς, ἢ παρὰ βούλησιν; Εἰ μὲν οὖν ἐκ βουλήσεως, ἡ δὲ βούλησις προτρέχει πάντως ἐκείνων περὶ ὧν καὶ γίνεται, ἦν ἄρα χρόνος ὅτε οὐκ ἦν ταῦτα Θεὸς, ἔτι τὴν περὶ αὐτῶν σκέψιν ποιούμενος. Εἰ δὲ ἀβουλήτως ἀγαθός ἐστι καὶ ἐλεήμων παρὰ γνώμην, ἄρα τοῦτό ἐστι καὶ ἐξ ἀνάγκης. Καὶ τίς ἐστιν ὁ τὴν ἀνάγκην ἐπιθεὶς αὐτῷ, καθ' ὑμῶν; ∆έδεικται τοίνυν μωρίας ἀνάμεστος ἡ παρ' ὑμᾶς πρότασις, καὶ ἀγαθὸν οὐδὲν εἰσφέρουσα νόημα. ΑΛΛΟ, διηγηματικῶς. Ἐπὶ τῶν κατὰ φύσιν οὐ προηγεῖται βούλησις, χωρεῖ δὲ μόνον ἐπὶ τῶν ἔξωθεν τῆς οὐσίας ὄντων τοῦ βουλευομένου. Οἷον φέρε εἰπεῖν· Ἀμπελῶνά τις φυτεύει, ἢ ναυπηγεῖται σκάφος, βουλευσάμενος πρότερον περὶ αὐτῶν· τίκτεται δὲ κατὰ φύσιν τὸ ἐξ ἀνθρώπου παιδίον, οὐδεμιᾶς ἡγησαμένης βουλήσεως. 75.89 Εἴ τις οὖν λέγοι τυχὸν ἐπί τινος τῶν ἀνθρώπων ὅτι παρὰ βούλησιν ἔσχεν υἱὸν, μὴ εὐθὺς ἐπὶ τὸ ἐξ ἀνάγκης τρεχέτω· οὐ γὰρ ἔκ τινος ἀνάγκης ἔσχεν· ἀλλ' ὁράτω μᾶλλον ὅτι τῶν ἐκ φύσεως οὐ προηγεῖται βούλησις. Ἑκὼν γάρ τις γεννᾷ, οὐδεμιᾶς περὶ τούτου προηγουμένης βουλήσεως. Θελητῶς οὖν ἄρα καὶ ἀβουλήτως ὑπάρχει καὶ ὁ Λόγος ἐν τῷ Πατρὶ, ὥσπερ ἐστὶν ἐν ἀνθρώπῳ τὸ ἐξ ἑαυτοῦ παιδίον. ΑΛΛΟ. Εἰ κατὰ φύσιν ἀγαθός ἐστιν ὁ Θεὸς καὶ Πατὴρ, οὐκ ἐκ βουλήσεως, ἵνα μὴ φαίνηται χρόνος, ὅτε οὐκ ἦν τοῦτο, καθ' ὃν ἦν βούλησις, οὐ βουλήσει γεννᾷ τὸν Υἱὸν, ἀλλὰ φύσει. Πρέπει γὰρ μᾶλλον τοῦτο αὐτῷ. ΑΛΛΟ. Ἐρωτητέον τοὺς χριστομάχους, εἰ αὐτὸς ὁ τοῦ Λόγου Πατὴρ ἐκ βουλήσεως ὑπάρχει, ἢ παρὰ βούλησιν ἑαυτοῦ. Εἰ μὲν οὖν ἐκ βουλήσεως, προηγεῖσθαι δὲ ἀνάγκη τῆς ὑπάρξεως τὴν βούλησιν, σιωπῶ τὸ δύσφημον· εἰ δὲ παρὰ βούλησιν, ἐξ ἀνάγκης ἄρα τοῦτό ἐστιν, ὅπερ ὑπάρχει. Καὶ τίς ὁ τὴν ἀνάγκην ἐπιθεὶς αὐτῷ; Εἰ δὲ ὑπάρχει μὲν ὁ Πατὴρ, οὐκ ἐκ βουλήσεως δὲ, οὔτε μὴν παρὰ βούλησιν, ὁ αὐτὸς κρατείτω λόγος ἀπεριεργάστως καὶ ἐφ' Υἱοῦ. Ἐξετάζειν γὰρ τὰ τοιαῦτα ῥιψοκινδύνως οὐκ ἀκόλουθον. Χρὴ δὲ μᾶλλον ἀκούοντας περὶ Θεοῦ εἰδέναι, ὅτι αὐτός ἐστιν ὁ ὢν, οὐκ ἀρχήν τινα τοῦ εἶναι λαβὼν, ἀλλ' αὐτὸς τοῖς ἄλλοις ἀρχὴ τοῦ εἶναι γενόμενος. ΑΛΛΟ, διηγηματικῶς. Ἄτοπον σφόδρα καὶ ἐπικίνδυνον ἐφ' Υἱοῦ λέγειν τὸ, Βουλήσει ἄρα ἢ παρὰ βούλησιν ἐγεννήθη. Ὁ γὰρ οὐκ ἐκ βουλήσεως ὑπάρχων Θεὸς, οὐκ ἐκ βουλήσεως ἔχει τὸν ἐκ τῆς οὐσίας αὐτοῦ προελθόντα Λόγον, ἀλλὰ φυσικῶς. Εἵη γὰρ καὶ οὕτως εἰκὼν αὐτοῦ καὶ χαρακτὴρ οὐ διεψευσμένος. ΑΛΛΟ. Εἰ βούλησις καὶ σκέψις προηγεῖται τῆς ὑπάρξεως τοῦ Υἱοῦ, ὁ δὲ Υἱὸς σοφία καὶ Λόγος ἐστὶ τοῦ Πατρὸς, πῶς ἐβούλετο ὁ Θεὸς ἄλογός τε καὶ ἄσοφος ὢν, καθ' ὑμᾶς; Οὔπω γὰρ ἦν ὁ Υἱὸς, ἔτι τῆς περὶ αὐτοῦ γινομένης σκέψεως. Πῶς δὲ οὐκ ἄτοπον εἰσφέρειν περὶ ἑαυτοῦ βουλευόμενον τὸν Πατέρα, πότερόν ποτε χρὴ σοφίαν ἔχειν καὶ Λόγον, ἢ μή; Παραιτεῖσθαι τοιγαροῦν ἀναγκαῖον τὰς ἀπαιδεύτους τῶν χριστομάχων προτάσεις, οὐ σφόδρα διατείνεσθαι πρὸς τὸ ἀντιλέγειν αὐταῖς. ΑΛΛΟ, διηγηματικῶς. ∆ιὰ πολλῶν ἤδη δέδεικται λόγων ὅτι τῶν ποιημάτων ἡγήσατο βούλησις. Ἐξ ἑνὸς δὲ τὸ πᾶν γνωρισθήσεται. Ἐπὶ γὰρ τῇ τοῦ ἀνθρώπου κατασκευῇ, τὸ, Ποιήσωμεν ἄνθρωπον, καὶ τὸ, Γενηθήτω στερέωμα. καὶ τὸ, Γενηθήτω τόδε καὶ