(ταῦτα δὲ πρὸς τὸν συγγραφέα Τουσκιανὸς ἐξήγγελλε παρὼν τῇ κρίσει, καὶ εἴσω τῶν κατηγορουμένων) παρελθὼν εἰς μέσους Προαιρέσιος ἄδεσμος, ἐμβοήσαντος αὐτῷ τοῦ διδασκάλου σφοδρόν τε καὶ διάτονον ὥσπερ ἐπὶ τῶν στεφανιτῶν οἱ παρακελευόμενοι καὶ προτρέποντες, ἐμβοήσαντος δὲ ὀξέως τό "λέγε, Προαιρέσιε, νῦν καιρὸς τοῦ λέγειν", ὁ μὲν προοίμιόν τι ἔφη (οὐ γὰρ ἠπίστατό γε αὐτὸ Τουσκιανός, τὸν δὲ νοῦν ἔφραζεν), ἐξήνεγκεν εἴς τε οἶκτον ὧν ἐπεπόνθεσαν ῥέπον καὶ μεμιγ9.2.16 μένον τινὰ εἶχε τὸ προοίμιον ἔπαινον τοῦ διδασκάλου· καί πού τις καὶ διὰ λέξεως μιᾶς διαβολή τις ἐγκατεσπείρετο τῷ προοιμίῳ, προπέτειαν ἐμφαίνουσα τῆς ἀνθυπατικῆς ἀρχῆς, ὡς οὐ προσῆκον αὐτοῖς οὐδὲ μετὰ τοὺς ἐλέγχους τοιαῦτα 9.2.17 ὑποστῆναι καὶ παθεῖν. κάτω δὲ τοῦ ἀνθυπάτου νεύοντος, καὶ τόν τε νοῦν τῶν λεγομένων καταπεπληγμένου καὶ τὸ βάθος τῶν λέξεων καὶ τὴν εὐκολίαν καὶ τὸν κρότον, καὶ πάντων μὲν βουλομένων ἐπαινεῖν, καταπτηξάντων δὲ ὥσπερ διοσημείαν, καὶ σιωπῆς κατακεχυμένης μυστηριώδους, εἰς δεύτερον προοίμιον ὁ Προαιρέσιος ἐντείνων τὸν λόγον (τοῦ 9.2.18 το γὰρ ἐμέμνητο Τουσκιανός), ἐνθένδε ἤρξατο· "εἰ μὲν οὖν ἔξεστι καὶ ἀδικεῖν ἅπαντα καὶ κατηγορεῖν καὶ λέγοντα πιστεύεσθαι πρὸ τῆς ἀπολογίας, ἔστω, γινέσθω Θεμιστο9.2.19 κλέους ἡ πόλις." ἐνταῦθα ἀνά τε ἐπήδησεν ὁ ἀνθύπατος ἐκ τοῦ θρόνου, καὶ τὴν περιπόρφυρον ἀνασείων ἐσθῆτα (τήβεννον αὐτὴν Ῥωμαῖοι καλοῦσιν), ὥσπερ μειράκιον ὁ 9.2. βαρὺς ἐκεῖνος καὶ ἀμείλικτος ἐκρότει τὸν Προαιρέσιον· συνεκρότει δὲ ὁ Ἀψίνης οὔτι ἑκών, ἀλλ' ἀνάγκης βιαιότερον οὐδέν· ὁ διδάσκαλος Ἰουλιανὸς ἐδάκρυε μόνον. ὁ δὲ ἀνθύπατος τὸ μὲν διωκόμενον μέρος ἐξελθεῖν κελεύσας, τοῦ δὲ διώκοντος τὸν διδάσκαλον μόνον, εἶτα ἀπολαβὼν τὸν Θεμιστοκλέα καὶ τοὺς Λάκωνας, τῶν ἐν Λακεδαιμονίᾳ μαστίγων 9.2.21 ὑπέμνησε, προσθεὶς αὐτοῖς καὶ τῶν Ἀθηναίων. εὐδοκιμῶν δὲ καὶ αὐτὸς ἄγαν καὶ διὰ τῶν ὁμιλητῶν, Ἀθήνησιν ἐτελεύτα, μέγαν ἐπιτάφιον ἀγῶνα τοῖς ἑαυτοῦ παραδεδωκὼς ἑταίροις. ΠΡΟΑΙΡΕΣΙΟΣ. Περὶ δὲ Προαιρεσίου καὶ προλαβοῦσιν ἱκανῶς εἴρηται, καὶ ἐν τοῖς ἱστορικοῖς κατὰ τὴν ἐξήγησιν ὑπομνήμασιν. καὶ νῦν δὲ ἐπελθεῖν καιρὸς εἰς τὸ ἀκριβέστερον εἰδότι τε ἀσφαλῶς καὶ ἀξιωθέντι τῆς ἐκείνου γλώττης καὶ ὁμιλίας· καὶ ταῦτά γε, εἰ καὶ πάνυ μεγάλα καὶ οὐρανομήκη πρὸς χάριν, εἴ τις διδάσκαλος, ἀλλ' ὅμως πολλῷ τινι καὶ μακρῷ τῆς εἰς τὸν συγγραφέα φιλίας ἀφεστήκεσαν αἱ τοσαῦ10.1.2 ται καὶ ἀδιήγητοι χάριτες. διέβαλε μὲν γὰρ ὁ ταῦτα συντιθεὶς ἐξ Ἀσίας εἰς τὴν Εὐρώπην καὶ Ἀθήνας, τελῶν εἰς ἕκτον καὶ δέκατον ἔτος. ὁ δὲ Προαιρέσιος προεληλύθει μὲν ἐπὶ τὸ ἕβδομον ἐπὶ τοῖς ὀγδοήκοντα ἔτεσιν, ὡς αὐτὸς ἔλεγεν· καὶ περὶ τὴν ἡλικίαν ταύτην οὔλη τε ἦν αὐτῷ καὶ ἄγαν συνεχὴς ἡ κόμη, καὶ διὰ πλῆθος πολιῶν τριχῶν ἀφριζούσῃ θαλάσσῃ 10.1.3 προσεμφερὴς καὶ ὑπαργυρίζουσα. ἤκμαζε δὲ οὕτω τὰ εἰς λόγους, τῇ νεότητί τε τῆς ψυχῆς τὸ σῶμα κεκμηκὸς συνηγείρετο, ὥστε ὁ ταῦτα συγγράφων ἀγήρων τινὰ καὶ ἀθάνατον αὐτὸν ἐνόμιζε, καὶ προσεῖχε ὥσπερ αὐτοκλήτῳ καὶ 10.1.4 ἄνευ τινὸς πραγματείας φανέντι θεῷ. καίτοι γε ἦν σχὼν εἰς τὸν Πειραιᾶ περὶ πρώτην φυλακήν, ἐπὶ πυρετῷ λάβρῳ κατὰ πλοῦν γενομένῳ, καὶ πολλοί τινες ἄλλοι κατὰ γένος γε αὐτῷ προσήκοντες συνεισπεπλεύκεσαν, καὶ περὶ τὴν ὥραν ἐκείνην, πρίν τι γενέσθαι τῶν εἰωθότων (τὸ γὰρ πλοῖον ἦν τῶν Ἀθήνηθεν, καὶ περὶ τὰς κατάρσεις οὐκ ὀλίγοι τινὲς ἐναυλόχουν ἀεὶ τῶν εἰς ἕκαστον διδασκαλεῖον μεμηνότων), ὁ ναύκληρος εἰς Ἀθήνας συνέτεινε, τῶν μὲν ἄλλων βαδιζόντων, ὁ δὲ βαδίζειν ἀδυνάτως ἔχων, ὅμως ἐκ διαδοχῆς 10.1.5 ἀνεχόμενος, ἀνεκομίσθη πρὸς τὴν πόλιν. ἦν τε νυκτὸς τὸ σταθερώτατον, ἡνίκα