25
ὕστερον καταφαγεῖν οὐκ ἴσχυσε, διαδράντος αὐτοῦ. διέδρασε δὲ μεθύσας τὸν Κύκλωπα καὶ τυφλώσας αὐτὸν, καὶ ὑπὸ τὸ ἔριον ἑνὸς κριοῦ κατακρεμάσας ἑαυτὸν καὶ ἐξελθών. 5.35 Τριακοστὴ πέμπτη ἐστὶν ἱστορία ἡ περὶ τῶν Ἡρακλέους στηλῶν. ἔστι δὲ αὕτη. Τοῦ Ἡρακλέους περὶ τὰ Γάδειρα ἐλθόντος, καὶ μηκέτι ἰσχύσαντος περαιτέρω ἀπελθεῖν, οὔτε γὰρ περάσαι ἴσχυσε τὸν Ὠκεανόν· τὰ γὰρ Γάδειρά ἐστιν ὥσπερ εἴσοδος ἀπὸ τοῦ Ὠκεανοῦ ἐπὶ τὴν δυτικὴν θάλασσαν· ἄχρι τῶν Γαδείρων γενόμενος, στήλας ἔλαβε παρὰ τῶν ἐνοικούντων τὸν τόπον, ὡς μέχρι τῶν ἐκεῖσε βατῆς οὔσης τῆς θαλάσσης καὶ τῆς γῆς, καὶ τὰ ἐπέκεινα οὐκέτι. καὶ ἀκούει ὁ τόπος Ἡρακλέους στῆλαι. 5.36 Τριακοστὴ ἕκτη ἐστὶν ἱστορία ἡ περὶ τὸν Ἀκταίωνα· ἐστὶ δὲ αὕτη· Ἀκταίων κυνηγέτης ἦν· οὗτος εἶδε γυμνὴν τὴν Ἄρτεμιν. Ἦν δὲ οὐ θεμιτὸν τὰς θεὰς τὰς παρθένους γυμνὰς ἰδεῖν. Ἡ οὖν Ἄρτεμις χολωθεῖσα ἐποίησε τοὺς κύνας μανῆναι τοὺς αὐτοῦ τοῦ Ἀκταίωνος καὶ ἀνελεῖν αὐτόν. Καὶ ἀνῃρέθη ὑπὸ τῶν ἰδίων κυνῶν ὁ Ἀκταίων. 5.37 Τριακοστὴ ἑβδόμη ἐστὶν ἱστορία ἡ περὶ τοῦ Ὠρίωνος· ἐστὶ δὲ αὕτη· Ὑριεύς τις Βοιωτίας βασιλεὺς ἦν. Οἱ δὲ θεοὶ βουληθέντες ἰδεῖν εἰ φιλόξενοί εἰσιν οἱ ἄνθρωποι, ἦλθον πρὸς αὐτὸν ὡς φιλοξενισθέντες ὑπ' αὐτοῦ. Ὁ δὲ ἐδέξατο αὐτοὺς καὶ ἔθυσε βοῦν καὶ ἐξένισεν αὐτούς. Ξενισθέντες οὖν καὶ ἐξερχόμενοι οἱ θεοὶ εἶδον τὴν βύρσαν τοῦ σφαγέντος βοὸς κειμένην κάτω· καὶ οὐρίσαντες εἰς αὐτὴν ἐποίησαν ἐξ αὐτοῦ τοῦ οὔρου καὶ τῆς βύρσης τὸν Ὠρίωνα. Οὗτος γενόμενος ἠράσθη τῆς Ἀρτέμιδος. Αὕτη δὲ σκορπίον ἀνῆκε κατ' αὐτοῦ καὶ κρουσθεὶς οὗτος ἐν τῷ σφυρῷ τέθνηκεν. Οἱ οὖν θεοὶ ἐλεήσαντες αὐτὸν δι' ἀστέρων ὑπεζωγράφησαν αὐτὸν ἐν τῷ οὐρανῷ μετὰ τοῦ Σκορπίου. Περὶ τοῦ φαλλοῦ τοῦ Ὀσίριδος ἤτοι ∆ιονύσου διασπασθέντος ὑπὸ Τυφῶνος. Φασὶν ὡς ἡ τούτου ἀδελφὴ ἡ Ἴσις τὰ τούτου μέλη σὺν πόνῳ πολλῷ συλλέξασα, μόνον τὸ αἰδοῖον οὐχ εὗρε· τούτου χάριν εἰκόνα τοῦ αἰδοίου ποιήσασα, προσκυνεῖσθαι ὑπὸ πάντων ἐκέλευσε. γίνεται οὖν παρ' Ἕλλησιν ἑορτὴν τοῦ φαλλοῦ, ἣν προσηγόρευσαν Φαλλαγώγιαν. 5.38 Τριακοστὴ ὀγδόη ἡ περὶ τὸν Ἄδωνιν καὶ Ἀφροδίτην· Μύρρα Κινύρου τινὸς γέγονε θυγάτηρ. Αὕτη συνευνασθεῖσα τῷ ἰδίῳ πατρί, ἐπαιδοποίησεν ἐξ αὐτοῦ. Ἐγκαλυπτομένη δὲ καὶ τὸ ἄγος οὐ φέρουσα, τὸ τεχθὲν βρέφος εἰς ὄρος ἐξέθετο. Τοῦτο λαβοῦσαι αἱ λεγόμεναι νύμφαι, ἅστινας Ὀρειάδας καλοῦσιν, ἀνεθρέψαντο. Εὐειδὴς δὲ τὴν ὥραν οὗτος ἦν· γέγονε δὲ κυνηγός. Τούτου ἠράσθη ἡ Ἀφροδίτη, γύναιόν τι ἀκόλαστον. Ὃν ζηλοτυπήσας ὁ τούτου ἀντεραστὴς Ἄρης εἰς κάπρον μεταμορφωθείς, ἀνεῖλε τοῦτον. Ὠδύρετο δὲ ἡ Ἀφροδίτη καὶ ἀκράτῳ κατείχετο λύπῃ. Μὴ φέρουσα δὲ τὸν ἔρωτα κατελήλυθεν εἰς τὸν Αἵδην ζητοῦσα τὸν ἐρώμενον. Ἠξίου δὲ τὸν Πλούτωνα τὸν νέον αὐτῇ φιλοτιμήσασθαι. Ἐπεῖχε δὲ τῆς αὐτῆς ἡ τούτου γυνὴ Περσεφόνη, σφόδρα ἐχομένη τοῦ Ἀδώνιδος. Ὡς δ' ἐπέκειτο λιπαροῦσα ἡ Ἀφροδίτη, ἔδοξενὁποτέραις τὴν τούτου συνουσίαν μερίσασθαι, καὶ τὴν μὲν ἐπέτειον ἔχειν ὑπὲρ γῆς, τὴν δὲ ἐπέτειον ἐν τῷ Αἵδῃ. Τοῦτο οὖν ἀνύσασα ἡ Ἀφροδίτη δεδήλωκε τοῖς αὐτῆς θεραπευταῖς ἀναβεβιωκέναι τὸν Ἄδωνιν, ὅπως τοῦ τε θρήνου καὶ τῶν οἰμωγῶν καταλήξαντες, πανηγύρεις ἐπιτελοῖεν. Ἔθνος δέ ἐστιν Αἰθιόπων ἐπέκεινα, κομιδῇ τὸ γύναιον τοῦτο τὴν Ἀφροδίτην σεβόμενον. Οὗτοι οὖν ἐπιστολὰς γράφονται καὶ κεράμῳ ἐμβάλλοντες μετὰ τελεσμῶν τινων τῇ θαλάσσῃ ὑπεφίεσαν. Ὁ δὲ αὐτομάτως ἐν Βύβλῳ τῆς Παλαιστίνης ηὑρίσκετο καὶ τοῦτον τὸν κέραμον ὑποδεχόμενοι οἱ τῆς Ἀφροδίτης συμμῦσται, ἑόρτην ἦγον συγγηθόμενοι τῇ δῆθεν θεᾷ, τὸν ἐρώμενον εὑρούσᾳ. Καὶ γὰρ [ἐκ] τῶν ἐπιστολῶν· τοῦτο ἐγίνωσκον καὶ τοῦτο [φησίν] ἔστιν ὃ Ἠσαΐας ὁ προφήτης φησίν· ὁ ἀποστέλλων ἐπιστολὰς βυβλίνας ἐν θαλάσσῃ ὅμηρα· τουτέστιν ἐνέχυρα τῆς φιλίας αὐτῶν. Τοῖς γὰρ κατολοφυρομένοις διὰ τῶν ἐπιστολῶν τὴν τοῦ Ἀδώνιδος κατεμήυεν ἀναβίωσιν. Παρέλαβον δὲ τουτὶ τὸ δρᾶμα καὶ οἱ ἐξ Ἰσραὴλ καὶ ἐπένθουν τὸν Θαμμούζ· οὕτως γὰρ παρ' αὐτοῖς ἐλέγετο ὁ Ἄδωνις. 5.39 Τριακοστὴ ἐν(ν)άτη ἡ κατὰ τὸν Πανδίωνα· Πανδίων βασιλεὺς γέγονεν