26
παρόντων. Τὰ μὲν οὖν τοῦ ἀνδρὸς θαύματα, ἐφ' οἷς καὶ μάλιστα τὴν ζημίαν ἡμῖν ἀφόρητον ὑπάρχειν λογιζόμεθα, οὔτ' ἂν ἐπιστολῆς μέτρον ὑποδέξαιτο, καὶ ἄλλως ἄωρον ἀνδραγαθημάτων πλήθει τὸν λόγον προσάγειν, οὕτω συμ πεπτωκυίας τῆς ψυχῆς ἡμῶν ἐπὶ τῇ λύπῃ. Τί γὰρ τῶν ἐκείνου τοιοῦτον οἷον ἢ τῆς μνήμης ἡμῶν ἐκπεσεῖν, ἢ σιωπᾶσθαι ἄξιον νομισθῆναι; Πάντα μὲν γὰρ ἀθρόως εἰσάπαξ εἰπεῖν ἀμήχανον, τὸ δὲ ἐκ μέρους λέγειν δέδοικα μὴ προδοσίαν ἔχῃ τῆς ἀληθείας. Οἴχεται ἀνὴρ διαφανέ στατα δὴ τῶν καθ' ἑαυτὸν πᾶσιν ὁμοῦ τοῖς ἀνθρωπίνοις ὑπερενεγκὼν ἀγαθοῖς, ἔρεισμα πατρίδος, Ἐκκλησιῶν κόσμος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας, στερέωμα τῆς εἰς Χριστὸν πίστεως, οἰκείοις ἀσφάλεια, δυσμαχώτατος τοῖς ὑπεναντίοις, φύλαξ πατρῴων θεσμῶν, νεωτερο ποιίας ἐχθρός· ἐν ἑαυτῷ δεικνὺς τὸ παλαιὸν τῆς Ἐκκλη σίας σχῆμα, οἷον ἀπό τινος ἱεροπρεποῦς εἰκόνος, τῆς ἀρχαίας καταστάσεως τὸ εἶδος τῆς ὑπ' αὐτὸν Ἐκκλησίας διαμορφῶν, ὥστε τοὺς αὐτῷ συγγενομένους τοῖς πρὸ διακοσίων ἐτῶν καὶ ἐπέκεινα φωστήρων τρόπον ἐκλάμψασι συγγεγονέναι δοκεῖν. Οὕτως οὐδὲν οἴκοθεν οὐδὲ νεωτέρας φρενὸς εὕρημα προέφερεν ὁ ἀνήρ, ἀλλά, κατὰ τὴν Μω σέως εὐλογίαν, ᾔδει προκομίζειν ἐκ τῶν ἀδύτων τῆς καρδίας αὐτοῦ ἀγαθῶν θησαυρῶν παλαιὰ παλαιῶν καὶ παλαιὰ ἀπὸ προσώπου νέων. Ταύτῃ τοι καὶ τῆς προτι μήσεως οὐ κατὰ τὴν ἡλικίαν ἐν τοῖς συλλόγοις τῶν ὁμοτί μων ἠξιοῦτο, ἀλλ' ὑπὲρ πάντας ἦν τῷ τῆς σοφίας ἀρχαίῳ, ἐκ κοινῆς συγχωρήσεως τὸ πρωτεῖον καρπούμενος. Ὅσον δὲ τῆς τοιαύτης ἀγωγῆς τὸ κέρδος οὐδεὶς ἂν ἐπιζητήσειε, πρὸς ὑμᾶς ἀποβλέπων. Μόνοι γὰρ ὧν ἴσμεν, ἢ κομιδῇ γε ἐν ὀλίγοις, ἐν χειμῶνι τοσούτῳ καὶ λαίλαπι πραγμάτων ἀκύμαντον τῇ ἐκείνου κυβερνήσει τὴν ζωὴν διηγάγετε. Οὐ γὰρ ἥψατο ὑμῶν αἱρετικῶν πνευμάτων ζάλη, καταποντισ μοὺς ἐπάγουσα καὶ ναυάγια ταῖς εὐπεριτρέπτοις ψυχαῖς. Μήτε δὲ ἅψαιτό ποτε, ὦ ∆έσποτα τῶν ἁπάντων, ὃς τῷ σῷ θεράποντι Γρηγορίῳ, τῷ ἐξ ἀρχῆς πηξαμένῳ τὴν κρηπῖδα τῆς Ἐκκλησίας τῆς ἐπὶ μήκιστον ἀταραξίας τὴν χάριν ἔδωκας. Ἣν μὴ προδῶτε ὑμεῖς ἐν τῷ παρόντι καιρῷ, μηδὲ θρήνων ἀμετρίᾳ καὶ τῷ ἐκδότους ἑαυτοὺς τοῖς λυπηροῖς ποιῆσαι τοὺς τῶν ἀναγκαίων καιροὺς τοῖς ἐφεδ ρεύουσι πρόησθε. Ἀλλ' εἰ δεῖ πάντως θρηνεῖν (ὥσπερ οὖν οὔ φημι, ἵνα μὴ ὁμοιωθῶμεν ἐν τούτῳ τοῖς μὴ ἔχουσιν ἐλπίδα), ὑμεῖς, εἰ δοκεῖ, οἷόν τις χορὸς πενθήρης τὸν κορυφαῖον ἑαυτῶν προστησάμενοι, ἐμμελέστερον μετ' ἐκείνου τὸ συμβὰν ἀποκλαύσατε. 28.2 Καίτοιγε εἰ καὶ μὴ ἐπ' ἐσχάτου γήρως ἤλαυνεν ὁ ἀνήρ, ἀλλ' οὖν τοῦ γε χρόνου ἕνεκεν τῆς ὑμετέρας ἐπιστασίας οὐκ ἐνδεῶς εἶχε τοῦ βίου, τοῦ τε σώματος τοσοῦτον μετεῖχεν ὅσον τῆς ψυχῆς τὸ καρτερὸν ἐν ταῖς ἀλγηδόσιν αὐτοῦ δεικνύναι. Τυχὸν δ' ἄν τις ὑμῶν ὑπολάβοι ὅτι καὶ ὁ χρόνος αὔξησις συμπαθείας καὶ προσθήκη φίλτρου, οὐχὶ ἀφορμὴ κόρου τοῖς πειραθεῖσιν γίνεται, ὥστε, ὅσῳ ἐν πλείονι χρόνῳ τῆς εὐεργεσίας πεπείρασθε, τοσούτῳ μᾶλλον τῆς ἀπολείψεως ἐπαισθάνεσθε· σώματος δὲ δικαίου καὶ σκιὰ τοῦ παντὸς ἀξία τοῖς εὐλαβέσι. Καὶ εἴη γε πολλοὺς ὑμῶν ἐπὶ ταύτης εἶναι τῆς διανοίας (οὐδὲ γὰρ αὐτὸς ἀμελῶς ἔχειν τοῦ ἀνδρός φημι χρῆναι), ἀλλ' ἀνθρωπίνως συμβουλεύω τὸ λυπηρὸν διαφέρειν. Ἐπεὶ ὅσα γέ ἐστιν εἰπεῖν ἀποκλαιομένους τὴν ζημίαν οὐδὲ ἐμὲ αὐτὸν δια φεύγει. Σιωπᾷ μὲν γλῶττα ποταμοῖς ἴσα τὰς ἀκοὰς ἐπι κλύζουσα, καρδίας δὲ βάθος, οὐδενὶ τέως καταληπτόν, ὀνείρων ἀσθενέστερον, ὅσα γε πρὸς ἀνθρώπους, διιπτά μενον οἴχεται. Τίς ὀξύτερον ἐκείνου προϊδέσθαι τὸ μέλλον; Τίς ἐν οὕτω σταθερῷ καὶ παγίῳ τῆς ψυχῆς ἤθει ἀστραπῆς τάχιον τοῖς πράγμασιν ἐπελθεῖν ἱκανός; Ὦ πόλις πολλοῖς μὲν ἤδη προειλημμένη πάθεσιν, ὑπ' οὐδενός γε μὴν οὕτως εἰς αὐτὰ τὰ καίρια τοῦ βίου ζημιωθεῖσα. Νῦν ἀπήνθηκέ σοι κόσμος ὁ κάλλιστος· Ἐκκλησία δὲ μέμυκε καὶ σκυθρω πάζουσι πανηγύρεις καὶ τὸ ἱερὸν συνέδριον τὸν κορυφαῖον ἐπιποθεῖ, λόγοι δὲ μυστικοὶ τὸν ἐξηγητὴν ἀναμένουσιν, οἱ παῖδες τὸν πατέρα, οἱ