οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
φησι. Καὶ τράπεζα δὲ οὐ πολυτελείαις ὄψων καταβαρουμένη, καὶ ἄσωτον ὠδίνουσα τὴν φιλοτιμίαν, ἀλλ' ἐκείνη μᾶλλον προσφιλὴς, πρὸς ἣν ἡμᾶς ἡ σοφία βοῶσα καλεῖ· "Ἔλθετε, φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν." Τὸ μὲν γὰρ τοῖς κατὰ γῆν αἰδέσμασι τὴν γαστέρα πληροῦν, καὶ τοῦτο μὴ ταῖς τῆς φύσεως ἀνάγκαις εἴκοντας, μηδὲ ταῖς ἀπαραιτήτοις τοῦ σώματος χρείαις ἡττωμένους, τοσοῦτον ὅσον ἔχει καλῶς, εἰς ἡδονὴν δὲ μᾶλλον ἐκκεχυμένους καὶ βλέποντας, οὐ δὲν ἕτερόν ἐστι ζηλοῦν, ἢ τῶν ἀλόγων θηρίων τὴν 77.476 φύσιν, ἃ καὶ μόνῳ τῷ πλήθει τῆς τροφῆς ἐπαγγέλ λονται, χαίρειν δὲ τότε μειζόνως, ὅταν λυπήσῃ καὶ κόρον, ἀπλήστοις ἐπιθυμίαις, πολὺ τὸ ἀρκοῦν ἀναβαίνοντα. Τὸ δὲ, θείων μὲν μαθημάτων ἐρᾷν, πανδαισίαν δὲ ἡγεῖσθαι λαμπρὰν τῆς σοφίας τοὺς λόγους, ἀξιολογώτατόν τι χρῆμα, καὶ ἀξιάγαστον, παστισοῦν τῶν εὖ φρονούντων ἐρεῖ, πρέπον δὲ ὄντως ἀνθρώπῳ λογικῷ, καὶ κατ' εἰκόνα πεποιημένῳ τοῦ κτίσαντος. Ἀλλὰ γὰρ αἰσθάνομαι τῇ σιωπῇ παρα δοὺς, ὃ καὶ μάλιστά ἐστι τοῖς ἑορτάζουσι φίλον. Ποῖον δὴ τοῦτό φημι· ∆ᾷδας ἐκεῖνοι τῷ τῆς νυκτὸς ἀνθοπλίζουσι σκότῳ, καὶ μελαινούσης τῆς ἑσπέρας αὐτοῖς τὴν ἑστίαν οὐκ ἀνέχονται· ὅλον δὲ λύχνοις τὸ δωμάτιον καταστέψαντες, ταῖς ἐντεῦθεν μαρμα ρυγαῖς τὴν ἀπὸ τοῦ σκότου κατήφειαν ἐξελαύνουσιν. Ἡμῖν δὲ πάλιν οὐ χειροποίητον, ἵν' οὕτως εἴπωμεν, φῶς, οὐδὲ λύχνα μετρίῳ γελῶντα πυρὶ διώκει τὸν σκότον, ἀλλ' αὐτὸς ὁ λέγων Χριστός· "Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου." Ὅπερ ἥξειν ὡς ἡμᾶς καὶ ὁ μακά ριος Ἡσαΐας κατεπηγγέλλετο, βοῶν· "Φωτίζου, φωτίζου, Ἱερουσαλὴμ, ἥκει γάρ σου τὸ φῶς." Ἐπ- εφοίτησε γὰρ ἡμῖν τοῦ Σωτῆρος ἡ χάρις, φωτὸς μὲν νόμῳ τὸ σύμπαν περιαστράπτουσα· τὸ δὲ στυγνὸν τῆς ἀμαθίας λύουσα νέφος· ὅπερ ἡμῖν ὀρόφου δίκην ὑπερτανύσας ὁ διάβολος, πᾶσαν, ἵν' οὕτως εἴπω, τὴν ὑφ' ἡλίῳ κεχείρωτο· ἐπιτρέπων μὲν οὐδενὶ καθαρὸν τῆς καρδίας ἀνατεῖναι τὸ ὄμμα, ἀπὸ δὲ τῆς ἐν τοῖς ποιήμασι καλλονῆς, ἀναλόγως τοῦ δημιουργήσαντος ἐκμετρεῖσθαι τὴν δύναμιν· ἦν γὰρ ἐντεῦθεν ὄνησιν εὑρέσθαι τοὺς πλανωμένους οὐ μικράν. Ἵνα δὲ μή τι κερδάναντες τῶν, ὅσα πρὸς σωτηρίαν συντελοῦντα φαίνεται, εἰς τὴν τῇ φύσει χρεωστουμένην ἐλευθε ρίαν ἀνανήψωσιν, ἐτύφλωσεν αὐτῶν τὰ νοήματα, καθάπερ ὁ Παῦλός φησιν, εἰς τὸ μὴ αὐγάσαι τῆς δόξης τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ. Ἀλλ' ἐσφάλη τῆς ἐλπίδος ὁ δείλαιος. Μείζων γὰρ ἦν ὁ πρὸς σωτηρίαν καλῶν. Ἡ μὲν οὖν πολλὴ τῶν ἐθνῶν ἀνεσώθη πλη θὺς, καὶ ὀψὲ μὲν, ὅμως δ' οὖν ἐπέγνω τὸν κτίσαντα. Οἱ δὲ νόμῳ παιδαγωγούμενοι πρὸς ἐπίγνωσιν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τοῖς διὰ Μωσέως χειραγωγούμενοι δόγμασιν Ἰουδαῖοι, "Ἀπέλιπον, καθάπερ γέγραπται, τὰς ὁδοὺς τοῦ ἑαυτῶν ἀμπελῶνος, τοὺς δὲ ἄξονας τοῦ ἰδίου γεωργοῦ πε πλάνηνται." Οὐ γὰρ ἐπέγνωσαν τὸν δι' ἡμᾶς ἐναν θρωπήσαντα τοῦ Θεοῦ Λόγον, "Τὸν δι' ἡμᾶς πτωχεύ σαντα," καθάπερ ὁ Παῦλός φησιν, "ἵν' ἡμεῖς πλουτή σωμεν ἐν αὐτῷ." ∆ιὸ δὴ καὶ λίαν αὐτοῖς ὁ προφήτης Ἱερεμίας ἐπισκώπτει βοῶν· "Πῶς ἐρεῖτε, ὅτι Σοφοί ἐσμεν ἡμεῖς, καὶ νόμος Κυρίου μεθ' ἡμῶν ἐστιν; Εἰς μάτην ἐγενήθη σχοῖνος ψευδὴς Γραμματεῦσιν, ᾐσχύν θησαν πτωχοὶ, ἐπτοήθησαν καὶ ἑάλωσαν. Σοφία τίς ἐστιν ἐν αὐτοῖς, ὅτι τὸν Λόγον Κυρίου ἀπεδοκί μασαν." Ἀπεδοκίμασαν γὰρ ὄντως τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον, ἀλλὰ γέγονεν εἰς κεφαλὴν γωνίας, 77.477 κἂν ἐκεῖνοι μὴ βούλοιντο. ∆ιὸ δὴ καὶ δικαίως φησί που περὶ αὐτῶν ὁ προφήτης· "Οἱ υἱοὶ ἄφρονές εἰσι, καὶ οὐ συνετοί." Εἶτα πῶς οὐκ ἀληθὲς παντί τῳ φανεῖται τὸ ὑπὲρ αὐτῶν εἰρημένον; Πῶς δὲ οὐκ ἀσύνετοι καὶ παράφρονες, οἳ, παρὸν μὲν αὐτοῖς ἐκ προ φητικῶν ἀναγνωσμάτων τὸ τῆς εὐσεβείας ἐκπαιδευ θῆναι μυστήριον, ἐξὸν δὲ ὁμοίως διὰ τῶν Μωσαϊκῶν συγγραμμάτων περὶ αὐτοῦ σοφίζεσθαι διαρκῶς, τοσοῦτον τῆς ἑαυτῶν σωτηρίας κατεῤῥᾳθυμηκότες ἁλίσκονται, ὡς μηδὲ ταῖς τῶν ἐθνῶν εἰς τοῦτο παρισοῦ σθαι σπουδαῖς; Καὶ γοῦν φησί που τοιοῦτόν τι πρὸς αὐτοὺς ὁ Θεός· "Καθέστηκα ἐφ' ὑμᾶς σκοποὺς, καὶ εἶπα· Ἀκούσατε τῆς φωνῆς τῆς σάλπιγγος,