Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
τόδε, βουλῆς 75.92 ἂν εἴη σημαντικὸν τῆς ἐφ' ἑκάστῳ τῶν πεποιημένων γενομένης παρὰ Θεοῦ, εἰ καὶ παραχρῆμα τὸ ἔργον ἀκολουθοῦν φαίνεται. Εἰ τοίνυν τῶν μὲν κτισμάτων ἡγεῖται βούλησις, γέγονε δὲ πάντα δι' Υἱοῦ, ἐκτός ἐστι τῶν πάντων ὁ δι' οὗ τὰ πάντα γέγονε. Καὶ εἰ ἕτερός ἐστιν ἐκείνων ὧν ἡγήσατο βούλησις, οὐκ ἂν εἴη κατὰ βούλησιν γεγονὼς ὥσπερ αὐτά. Αὐτὸς γάρ ἐστιν ἡ ζῶσα βουλὴ τοῦ Πατρὸς, ἐν ᾗ τὰ πάντα ἐργάζεται. Καλεῖ δὲ αὐτὸν καὶ βουλὴν τοῦ Πατρὸς ὁ Ψαλμῳδὸς, λέγων· Ἐν τῇ βουλῇ σου ὡδήγησάς με. ΑΛΛΟ. Εἰ βουλὴ καὶ θέλημα τοῦ Πατρός ἐστιν ὁ Υἱὸς, ὥσπερ οὖν καὶ ἔστι, πῶς ἡγεῖται θέλησις τῆς ὑπάρξεως αὐτοῦ; Αὐτὸς γὰρ ἑαυτὸν ἔσται πεποιηκώς. Καὶ ὁ μήπω γεγονὼς, κατὰ τοὺς χριστομάχους, περὶ ἑαυτοῦ φανεῖται βουλευόμενος. Εἰ δὲ τοῦτο λέγειν ἄτοπον, οὐκ ἄρα βουλήσει γέγονεν, ὥσπερ τὰ ποιήματα· ἀλλ' ἦν ὡς βουλὴ τοῦ Πατρὸς ἐν αὐτῷ, αὐτὸ τῆς οὐσίας ὑπάρχων τοῦ γεννήσαντος τὸ ἴδιον. ΑΛΛΟ. Λέγει που Χριστός· Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ, ὥσπερ τινὰ τόπον ἑαυτὸν ἔχοντα μόνον σημαίνων τὸν Πατέρα, καὶ πάλιν ὡς τοῦ Πατρὸς ὄντος ἐν αὐτῷ μόνον. Εἰ τοίνυν ἕτερόν τί ἐστιν ἐν τῷ Πατρὶ παρὰ τὸν Υἱὸν ἡ βούλησις αὐτοῦ, πῶς ἀληθεύσει τὰ τοιαῦτα λέγων; Εὑρίσκεται γὰρ, κατὰ τὴν τῶν χριστομάχων μανίαν, πρὸ τῆς ὑπάρξεως τοῦ Υἱοῦ, βούλησις οὖσα ἐν Πατρὶ, καθ' ἣν γέγονεν, ὡς ἐκεῖνοί φασιν. Εἰ δὲ ἀληθεύει, ἑαυτὸν ἐν Πατρὶ μὲν εἶναι φάσκων, καὶ πάλιν, ὡς μόνον ἐν αὐτῷ τὸν Πατέρα, ποῦ ἡ βούλησις κείσεται, οὐδενὸς ὄντος τόπου μεταξύ; Εἰ δὲ τοῦτο, οὐκ ἄρα βουλήσει γέγονεν, ἀλλ' αὐτός ἐστιν ἡ τοῦ Πατρὸς βούλησις. ΑΛΛΟ. Εἰ καθάπερ τῶν ποιημάτων ἡγήσατο βούλησις, οὕτω καὶ τῆς ὑπάρξεως τοῦ Χριστοῦ, ὅτου δὴ χάριν τὰ τὴν αὐτὴν ἔχοντα τῆς γενέσεως ἀρχὴν καὶ διὰ τῆς αὐτῆς γεγονότα βουλῆς, τοσοῦτον ἀλλήλων τὴν φύσιν διέστηκεν, ὡς τὸν μὲν Κύριον οὕτως εἶναι καὶ Θεὸν, τὰ δὲ δοῦλά τε καὶ ποιήματα; Ἀλλ' ἔστι δῆλον ὡς ὁ μὲν Υἱὸς τῇ τοῦ Πατρὸς θεότητι κατὰ φύσιν ἑνούμενος Κύριος εἴρηται καὶ ἔστιν· ἡ δὲ κτίσις, δούλη, διὰ τὸ ἔξω κεῖσθαι τῆς οὐσίας τοῦ πεποιηκότος, καὶ τῆς πρὸς τὸν Πατέρα σχέσεως φυσικῆς. Ἀνάγκη τοίνυν τὰ τοσαύτην ἔχοντα πρὸς ἄλληλα τὴν διαφορὰν, μὴ μίαν ἔχειν ἀρχήν. Ἀλλὰ τὰ μὲν, ὡς ποιήματα, ἐκ βουλήσεως γέγονεν. Ὁ δὲ Υἱὸς, ὡς αὐτὸς ὢν ἡ βούλησις, ἦν ἀϊδίως ἐν Πατρί. ΑΛΛΟ, διηγηματικῶς. Ἔδει τοὺς χριστομάχους ἀποτολμῶντας ἐρωτᾷν, εἰ βουλήσει τὸν Υἱὸν ἐγέννησεν ὁ Πατὴρ, καὶ τοῦτο λέγειν· Εἰ ἐν φρονήσει τὸν Υἱὸν ἐγέννησεν ὁ Πατήρ. Ταυτὸν γὰρ ὑπάρχειν φαίνεται βουλὴ καὶ φρόνησις. Ἐπειδὴ πᾶν ὅπερ ἄν τις βουλεύηται, τοῦτο καὶ 75.93 φρονεῖ· καὶ πάλιν ὥσπερ ἐξ ἀντιστρέφοντος, ὃ φρονεῖ, καὶ βουλεύεται. Εὑρίσκεται γοῦν ὡς ἰσοδυναμοῦντα συνάπτων αὐτὰ καὶ ὁ Σωτὴρ ἐφ' ἑαυτοῦ, καὶ λέγων· Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ὥσπερ γὰρ ἀσφάλεια καὶ ἰσχὺς ταυτόν ἐστιν, οὕτω καὶ βουλὴ καὶ φρόνησις. Εἰ μὲν οὖν ἄφρονά ποτε πιστεύουσι γεγενῆσθαι τὸν Πατέρα, ἐρωτάτωσαν εἰ ἐν φρονήσει γεγέννηκε τὸν Υἱόν. Εἰ δὲ φρίττουσι τοῦτο καὶ μόνον ἀκούοντες, πῶς οὐκ ἀσεβὲς τὸ ἐρωτᾷν καὶ λέγειν ἐφ' Υἱοῦ τό· Βουλήσει γεγένηται, ἢ μή; τοσαύτην τοῦ λόγου τὴν δυσφημίαν εἰσφέροντος. ΑΛΛΟ. Ὁ μακάριος Παῦλος τὴν ἀπαράλλακτον ὁμοιότητα δεικνύων, ἣν ὁ Υἱὸς ἔχει πρὸς τὸν ἑαυτοῦ Πατέρα, γράφει περὶ αὐτοῦ· Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ. Εἰ τοίνυν χαρακτήρ ἐστι καὶ εἰκὼν τοῦ γεννήσαντος ὁ Υἱὸς, ἐγεννήθη δὲ, καθ' ὑμᾶς, προηγησαμένης βουλήσεως, ἀνάγκη πᾶσα καὶ τὸν Πατέρα οὕτως εἶναι, ὥσπερ ἡ εἰκὼν αὐτοῦ καὶ τὸ ἀπαύγασμα· ὡς καὶ αὐτὸ ἔχειν προηγουμένην αὐτοῦ τὴν βούλησιν. Εἰ δὲ τοῦτο ἀσεβὲς (οὐ γὰρ ἐκ βουλήσεώς ἐστιν ἡ τοῦ Πατρὸς οὐσία καὶ ὑπόστασις), ἀνάγκη πᾶσα μηδὲ τὸν Υἱὸν ἐκ βουλήσεως εἶναι, φρονεῖν ἢ λέγειν. ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν αἱρετικῶν. Καὶ πῶς, φησὶν, οὐκ ἀνάγκη συνομολογεῖν, ὅτιπερ ἀθέλητός ἐστι τῷ Πατρὶ ὁ Υἱὸς, ἤτοι ἀβούλητος, εἰ μὴ ἐκ βουλήσεως καὶ θελήσεως γέγονεν; Πρὸς τοῦτο λύσις. ∆υσωπείτω τῶν χριστομάχων τὴν πάντολμον γλῶτταν ὁ Σωτὴρ περὶ ἑαυτοῦ λέγων·