ἥλιος μακροτέραν ποιεῖ τὴν νύκτα γινόμενος νοτιώτερος (ἐνεβεβήκει γὰρ τῷ Ζυγῷ καὶ τὰ νυκτερεῖα ἔμελλε)· καὶ ὁ ναύκληρος ὤν που καὶ ξένος Προαιρεσίου παλαιός, τοσοῦτον ὄχλον ὁμιλητῶν, ἀράξας τὴν θύραν, εἰσήγαγεν εἰς τὴν οἰκίαν, ὥστε, ἡνίκα πόλεμοί τινες ἐγίνοντο περὶ ἑνὸς μειρακίου καὶ δυοῖν, πλήρωμα δια10.1.6 τριβῆς ὅλους σοφιστικῆς τοὺς ἐληλυθότας φαίνεσθαι. τούτων οἱ μὲν εἰς σώματος ἀλκὴν ἐτέλουν, οἱ δὲ εἰς πλοῦτον ἦσαν ἁβρότεροι, τὸ δὲ εἶχεν ἀνὰ μέσον· ὁ δὲ συγγραφεὺς ἐλεεινῶς διακείμενος τὰ πλεῖστα τῶν ἀρχαίων ἐπὶ στόματος μόνον 10.1.7 εἶχε βιβλία. εὐθὺς μὲν οὖν χαρμονή τε ἦν περὶ τὴν οἰκίαν καὶ διαδρομαί τινες ἀνδρῶν. τε καὶ γυναικῶν, καὶ οἱ μὲν 10.1.8 ἐγέλων, οἱ δὲ ἐχλεύαζον. ὁ δὲ Προαιρέσιος συγγενεῖς ἰδίους κατὰ τὴν ὥραν ἐκείνην μεταπεμψάμενος, παραλαβεῖν τοὺς ἐλθόντας κελεύει. ἦν δὲ αὐτός τε ἐξ Ἀρμενίας (ὅσον ἐστὶν Ἀρμενίας Πέρσαις εἰς τὰ βαθύτατα συνημμένον), <καὶ> 10.1.9 Ἀνατόλιος οὗτοι καὶ Μάξιμος ἐκαλοῦντο. καὶ οἱ μὲν ἀπεδέξαντο τοὺς ἐλθόντας, καὶ ἦσαν ἐκ γειτόνων, καὶ περὶ τὰ λουτρὰ μετὰ πάσης ἐπιδείξεως ἡ τότε νεότης ἐς αὐτοὺς ἐπεδείκνυτο καὶ χλευασίαν καὶ γέλωτα. καὶ οἱ μὲν τούτων ποτὲ ἀπηλλάγησαν ἅπαξ λουσάμενοι, ὁ δὲ συγγραφεύς, ἐντείναντος αὐτῷ τοῦ νοσήματος, διεφθείρετο, μήτε Προαιρέσιον μήτε τὰς Ἀθήνας ἰδών, ἀλλὰ ὀνειρῶξαι δοκῶν ἐκεῖνα ὧν ἐπεθύμη10.1.10 σεν, οἱ δὲ ὁμοεθνεῖς καὶ ἐκ Λυδίας βαρέως ἔφερον. καὶ ὥσπερ τοῖς κατὰ τήνδε τὴν ἡλικίαν ἀπιοῦσιν ἐπὶ τὸ πλέον ἅπαντες εἰώθασι χαρίζεσθαι, πολλά τινα καὶ μεγάλα περὶ αὐτοῦ καταψευσάμενοι καὶ συμφορήσαντες ἐτερατεύσαντο, καὶ πένθος κατεῖχε τὴν πόλιν παράλογον, ὡσὰν ἐπὶ μεγάλῃ συμ10.1.11 φορᾷ. Αἰσχίνης δέ τις, οὐκ Ἀθηναῖος (ἀλλὰ ἡ Χίος ἦν αὐτῷ πατρίς), πολλοὺς ἀνῃρηκὼς οὐχ ὅσους ἐπηγγείλατο θεραπεύειν, ἀλλὰ καὶ ὅσους εἶδεν μόνον, εἰς μέσους ἀναβοήσας τοὺς πενθοῦντας, ὡς μετὰ ταῦτα ἐγένετο φανερόν "ἀλλὰ συγχωρήσατέ γε," εἶπεν "τῷ νεκρῷ με δοῦναι φάρμακον." 10.1.12 οἱ δὲ συνεχώρησαν Αἰσχίνῃ διαφθεῖραι καὶ τοὺς ἀπολωλότας. ὁ δὲ ὅ τι μὲν ἐνέχεεν, ὀργάνοις τισὶ τὸ στόμα διαστήσας, μετὰ ταῦτα ἐξεῖπεν καὶ ὁ θεὸς πολλοῖς ὕστερον ἐμαρτύρησε χρόνοις, ἐμβαλὼν δὲ ὅμως, τοῦ μὲν ἡ γαστὴρ ἀθρόως ἀπε10.1.13 λυμάνθη, καὶ τὸν ἀέρα εἶδεν καὶ ἐπέγνω τοὺς οἰκείους. ὁ δὲ Αἰσχίνης ἑνὶ τούτῳ γε ἔργῳ θάψας τὰ προγεγενημένα τῶν ἁμαρτημάτων, ὑπό τε τοῦ σωθέντος προσεκυνεῖτο, καὶ 10.1.14 τῶν ἡδομένων ὅτι σέσωσται. καὶ ὁ μέν, ἐπὶ τῇ τοιαύτῃ πράξει πάντων σεβαζομένων αὐτόν, εἰς τὴν Χίον ἀπῆρε, πλὴν ὅσα γε παραμείνας εἰς ῥῶσιν τοῦ σώματος προσέδωκε πάλιν τῆς δυνάμεως τοῦ φαρμάκου, καὶ τότε συνῆλθεν ἀκριβῶς ὁ σωθεὶς τῷ σώσαντι. 10.2.1 Ὁ δὲ θειότατος Προαιρέσιος οὔπω τὸν συγγραφέα τεθεαμένος, ἀλλὰ καὶ αὐτὸς ὅσον οὐκ ἤδη κατοδυρόμενος, ὡς ἐπύθετο τὴν ἄλογον ταύτην καὶ ἀνεκλάλητον σωτηρίαν, μετακαλέσας τοὺς κρατίστους καὶ γενναιοτάτους τῶν ὁμιλητῶν καὶ παρ' οἷς ἐπῃνεῖτο χειρῶν ἀλκῆς ἔργον, "πέπονθά τι" πρὸς αὐτοὺς εἶπεν "ἐπὶ τῷ σωθέντι παιδίῳ, καί τοί γε οὔπω τεθεαμένος, ἀλλ' ὅμως ἔπασχον ἡνίκα ἀπώλλυτο. 10.2.2 εἴ τι δὴ βούλεσθε χαρίσασθαί μοι, τῷ δημοσίῳ λουτρῷ τοῦτον καθήρατε, πάσης χλευασίας φεισάμενοι καὶ παιδιᾶς, 10.2.3 ὥσπερ ἐμόν τινα παῖδα ψαίροντες." καὶ ταῦτα μὲν ἔσχεν οὕτως καὶ ἀκριβέστερον ἐν τοῖς κατ' ἐκεῖνον χρόνοις λελέξεται· ὅμως δὲ ὁ συγγραφεύς, ὁμολογῶν τὰ ἐς αὐτὸν θεοῦ τινος προνοίας τετυχηκέναι, ἐκ τῆς Προαιρεσίου σπουδῆς οὐδὲν εἰς τὸ καθόλου περὶ τοῦ ἀνδρὸς ἀποστήσεται τῆς ἀληθείας, εἴ γε πεπηγὼς ὁ Πλάτωνος λόγος, ὡς ἀλήθεια πάντων μὲν ἀγαθῶν θεοῖς, πάντων δὲ ἀνθρώποις ἡγεῖται. 10.3.1 Προαιρεσίῳ δὲ (φερέσθω γὰρ ἐπ' αὐτὸν ὁ λόγος) τὸ μὲν κάλλος ἦν τοῦ σώματος τοιοῦτον, καί τοι γηραιὸς ὢν ἦν, ὥστε ἀπορεῖν τε εἴ τις ἐφ' ἡλικίας οὕτω