Fragmenta in epistulam ad Romanos
περὶ ἡμᾶς αὐτοῦ σχέσεως, ἣν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ποιησάμενος ἐνεδείξατο.
ἐκλεγέντος καὶ νῦν ἐκ τοῦ παντὸς γένους ἡμῶν· ὥσπερ γὰρ τότε κατὰ τὸν γραφικὸν λόγον οὐδ' ἂν εἷς σέσωστο, μὴ ἑαυτῷ τοὺς ἑπτακισχιλίους ὑπολειπομένου θεοῦ, τοῦτ' ἔστι μὴ θείας χάριτος αὐτοὺς ἐπὶ τῆς γνώμης τῆς εὐσεβοῦς διακρατη σάσης, οὕτως οἶμαι καὶ νῦν. {Rom 11,6} Οὐ τηνάλλως ἀδολεσχῆσαι βουλόμενος οὕτω ταῦτα τέθεικεν ὁ ἀπόστολος, ἀλλὰ δεῖξαι σπουδάζων ἀσύμβατον ὄντα παντελῶς τὸν νόμον τῇ χάριτι, καὶ οὐ δυνάμενα κατ' αὐτὸν ἀμφότερα ταῦτα συνελθεῖν οὐδεπώποτε, ἀλλ' ἀναγκαίως ἔχον θἀτέρῳ θἄτερον ὑπεξίστασθαι. 399 {Rom 11,7} Ὁ μὲν οὖν θεός, φησίν, ὃν προέγνω λαὸν οὐκ ἀπώσατο. τί δέ ἐστιν ὅ φημι; ὅτι ὃ ἐπιζητεῖ Ἰσραήλ, τοῦτο νῦν παρὸν οὐ προσίεται, ἀλλ' οὓς μὲν ἐξελέξατο ὁ θεός, οὗτοι τετυχήκασι τούτου. τὸ δὲ λοιπὸν ἅπαν ἀναισθησίαν τινὰ χαλεπωτάτην καὶ ἀναλγησίαν ἐνόσησεν, ὃ καὶ ἐπὶ τῶν προτέρων πεπονθότας αὐτούς ἐστι γνῶναι πολλάκις ἐκ τῆς τοῦ Ἡσαΐου γραφῆς· λέγει γοῦν αὕτη· ἔδωκεν αὐτοῖς ὁ θεὸς πνεῦμα κατανύξεως. {Rom 11,8} Τῷ μὲν οὖν ἔδωκεν αὐτοῖς ὁ θεὸς πνεῦμα κατανύ ξεως ἔοικε τὸ παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς ἀδόκιμον νοῦν. τὸ δὲ πνεῦμα κατανύξεως ἀντὶ τοῦ προαίρεσιν βαρυτάτην δεομένην μετανοίας καὶ διορθώσεως. {Rom 11,11} Καθελὼν ἱκανῶς καὶ καταγωνισάμενος τὴν τῶν Ἰουδαίων μερίδα τετυφωμένων εἰκῇ καὶ καθυπερηφανευομένων διὰ τὸν νόμον τῶν ἐθνικῶν καὶ αὐτῶν σφάλμα διόλου τὴν αὐτῶν δείξας ἀποβολὴν καὶ οὐ τοῦ κηρύγματος, ἵνα μὴ ἢ αὐτοὶ περὶ ἑαυτῶν ἢ καὶ οἱ πεπιστευκότες περὶ αὐτῶν ὡς περὶ παντάπασιν ἀπολωλότων ἔχοντες τέλεον ἀπογνῶσιν, τοῦτο ἐπήγαγεν· λέγω οὖν, μὴ ἔπταισαν ἵνα πέσωσιν; ἆρα οὖν τὴν ἁμαρτίαν αὐτῶν ἀνίατον εἰς τὸ παντελὲς εἶναί φημι; τὸ γὰρ ἵνα κἀνταῦθα κατὰ τὸ σύνηθες λέγει. μὴ γένοιτο· τοὐναντίον γὰρ τούτων πταισάντων τὰ ἔθνη προσεκλήθη, ὡς ἂν εἰς τὸν πρὸς αὐτοὺς ταύτῃ ζῆλον ἐρεθισθέντες, μὴ ἐναπομείνοιεν εἰς τὸ διηνεκὲς ἐν τῷ πτώματι. {Rom 11,12} Ἐνθυμεῖσθε τοίνυν, φησίν, οἷοί τινές ποτέ εἰσιν καὶ πόσον τι τῷ κοινῷ πρὸς κέρδος ἡ τῶν πάντων προσθήκη, ὧν τὸ παράπτωμά τε καὶ ἥττημα πλούτου παραίτιον τοῖς ἐν τῷ κόσμῳ πᾶσιν ἔθνεσι γέγονεν. εἰς τοσοῦτον αὐτοὺς οἶμαι πεφιληκότος θεοῦ, ὥστε δι' αὐτοὺς χαρίσασθαι τὴν σωτηρίαν τοῖς ἔθνεσιν, ἵνα ταύτῃ γοῦν παρερεθισθέντες εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν ἐπανέλθοιεν. 400 {Rom 11,13-14} Σάρκα αὐτοῦ τοὺς κατὰ σάρκα φησὶ συγγενεῖς, ὡς καὶ ὁ προφήτης Ὠσηὲ τὸ σάρξ μου ἐξ αὐτῶν. τοῦτο γὰρ ἴστε, φησίν, ὦ ἐθνικοίλέγει δὲ πρὸς τοὺς ἐξ ἐθνῶν πιστούς· καθὸ τῶν ἐθνῶν ἐχειροτονήθην ἀπόστολος, εἰς δύναμιν ἐμὴν τὴν ἐγχειρισθεῖσάν μοι σεμνύνω διακονίαν, εἰδὼς τοῦ θεοῦ τὸν σκοπὸν καὶ πραγματευόμενος ταύτῃ καὶ αὐτὸς τοῖς ὁμογενέσι τὴν σωτηρίαν· ἴσως γὰρ ἐκ τούτου πρὸς ζῆλον κινηθέντες προσδραμοῦνται τῇ πίστει. {Rom 11,16} Ἀπαρχὴν μὲν λέγει τὸν δεσπότην Χριστὸν ὡς ἐξ αὐτῶν κατὰ σάρκα γενόμενον καὶ διὰ τῆς ἀναστάσεως τῆς υἱοθεσίας κατάρξαντα, ῥίζαν δὲ τὸν Ἀβραὰμ ὡς πρῶτον τοῦ γένους παντός, φύραμα δὲ καὶ κλάδους σύμπαντα τὸν λαόν. {Rom 11,19-21} Κἀνταῦθα τὸ ἵνα συνήθως σημαίνει τὸ ἀποβάν. ἐρεῖς γάρ, φησί, μεγαλαυχούμενος ὅτι ἐκκοπέντων ἐκείνων ἐνεκεντρίσθην ἐγώ· οὐκοῦν προσκατανοῶν καὶ τὸ αἴτιον τῆς τε ἐκείνων ἐκτρίψεως καὶ τῆς σῆς ἀναστάσεως εὐλαβοῦ καὶ σωφρονίζου καὶ δέδιθι. {Rom 11,22-23} Ἔχων τοίνυν, φησίν, ἐν τοῖς περὶ σέ τε καὶ τὸν Ἰουδαῖον τῆς δικαιοκρισίας τοῦ θεοῦ τὴν ἀπόδειξιν, ἀντέχου χρηστότητος ἵν' ἀντέχοιτό σου θεός, ἐπεὶ καὶ σὲ κατενεχθέντα πρὸς ἀπιστίαν ὅμοια τῷ Ἰουδαίῳ παρέψεται. εἶτα πάλιν κἀκείνοις εἰ βουληθεῖεν ἄν, ἀνῆψαι πρὸς τὸ συμφέρον χρηστὰς ἐλπίδας ὑποδεικνύει· κἀκεῖνοι γάρ, φησίν, ἐὰν μὴ ἐπιμείνωσι τῇ ἀπιστίᾳ, ἐγκεντρισθήσονται καὶ τὰ ἑξῆς. οὔτε μνησίκακος, φησίν, ἐστὶν ὁ θεός, οὔτε σωθῆναι θελήσαντας ἀδύνατος πρὸς σωτηρίαν ἀνακαλέσασθαι. {Rom 11,25} Μετριάζειν τοὺς ἀπ' ἐθνῶν πιστοὺς