1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

26

δόξης ἐφίεσθαι παρὰ φύσιν· θεῷ γὰρ μόνῳ τῷ φύσει δοξαστῷ πρέπει ἡ παρὰ πάντων τῶν κτισμάτων αὐτοῦ δόξα, ἡμῖν δὲ τὸ ταπεινοῦσθαι θεῷ ὡς δημιουργῷ καὶ ἀλλήλοις διὰ τὸν νόμον τοῦ κτίσαντος. Τοῦτο γὰρ τῆς πρὸς θεὸν ἀγάπης καὶ τῆς πρὸς τὸν πλησίον τεκμήριον, ὃς νόμος θεοῦ ἐστιν· «Ἀγαπήσεις γὰρ κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ τὸν πλησίον σου ὡς ἑαυτόν», καὶ «πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται». Ὥστε τὸ ἀγαπᾶν τὴν παρ' ἀλλήλων δόξαν ἀπιστίαν συνίστησιν. «Οὐ δύνασθε» γάρ, φησί, «πιστεύειν εἰς ἐμὲ δόξαν παρ' ἀλλήλων λαμβάνοντες καὶ τὴν δόξαν τοῦ μόνου θεοῦ οὐ ζητοῦντες.» 84 Πάλιν· Ἡ σωματικὴ ἡδονή, βρῶσις καὶ πόσις καὶ τὰ λοιπὰ κατὰ τὴν φυσικὴν χρῆσιν καὶ τὸν νόμον τοῦ κτίσαντος λαμβανόμενα καλά, παρὰ δὲ τὸν νόμον τοῦ θεοῦ καθ' ἡμετέραν γνώμην καὶ παράχρησιν γινόμενα κακά· οἷον βρῶσις καὶ πόσις, ὅσον πρὸς τὸ ζῆν καὶ σύστασιν τοῦ σώματος, καλά, ὁμοίως καὶ ὁ ὕπνος καὶ ἡ τῆς γυναικὸς χρῆσις, τὸ εἰδέναι τὸ ἴδιον σκεῦος, καλόν, τὸ δὲ πρὸς ἡδονὰς ἀλόγους κεχρῆσθαι βρώσει καὶ πόσει καὶ γυναιξὶν ἀδιαφόρως ἀλόγων δίκην πονηρόν. 85 ∆ιὰ οὖν τὴν κενὴν δόξαν καὶ διὰ τὴν ἄμετρον βρῶσιν καὶ πόσιν καὶ τὰς πορνείας ἡ φιλαργυρία, τὸ τούτων ἔρεισμα, φθόνοι τε καὶ ἔριδες καὶ πονηρίαι καὶ ψεῦδος καὶ συκοφαντίαι καὶ ἁρπαγαὶ καὶ φόνοι καὶ τὸ πρὸς τὸν πλησίον μῖσος. «∆ιὰ γὰρ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ἐψύγη ἡ ἀγάπη τῶν πολλῶν.» Πολλοὺς δὲ ἔφη τοὺς κεχρημένους τῇ ἀνομίᾳ. Ἐκ τῶν φυσικῶν οὖν ἔρχονται τὰ παρὰ φύσιν τοῦ διαβόλου προσβάλλοντος. 86 Πρὸς πάντα ταῦτα δύο δὲ ἡμῖν τρόποι μέγιστοι πρὸς βοήθειαν, τὸ βιάζεσθαι ἑαυτούς-ἔνδειγμα γὰρ ἀγάπης πρὸς τὸν θεὸν ἡ βία- καὶ ἡ προσευχή· ἔνδειγμα γὰρ ταπεινώσεως ἡ προσευχή. Ἐπιγινώσκοντες γὰρ τὴν οἰκείαν ἀσθένειαν τὴν τοῦ θεοῦ ἐπικαλούμεθα δύναμιν. ∆εῖ δὲ εἰδέναι, ὅτι καὶ τὸ μὴ κρίνειν λυτροῦται ἀπὸ ἁμαρτίας· τὸ γὰρ μὴ κρίνειν ταπεινώσεως σημεῖον. Οὐδὲν οὕτως προσκαλεῖται τὴν τοῦ θεοῦ βοήθειαν ὡς ἡ ταπείνωσις. «Ἴδε» γάρ, φησί, «τὴν ταπείνωσίν μου καὶ τὸν κόπον τῆς βίας μου καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου,» καὶ «ἴδε τὴν ταπείνωσίν μου καὶ ἐξελοῦ με,» δηλονότι ἐκ τοῦ πολεμοῦντός με ἐχθροῦ καὶ τῆς ἁμαρτίας καὶ ἀφροσύνης μου. Συμβάλλεται δὲ πρὸς ἀρετὴν καὶ ἡ μετὰ ἐναρέτων διαγωγή-μιμητικὸν γὰρ ζῷον ὁ ἄνθρωπος-καὶ τὸ ἀπέχεσθαι τῆς κατ' αἴσθησιν ὁμιλίας τῶν ἐρεθιζόντων· ὅσον γὰρ ἀπὸ ὀφθαλμῶν, τοσοῦτον καὶ ἀπὸ καρδίας. ∆ι' αὐτῶν γὰρ ἡ μνήμη τῶν αἰσθητῶν τῇ ψυχῇ γίνεται. Πρόκειται δὲ ἡμῖν, χωρίσαι τὸν νοῦν τῆς μνήμης τῶν αἰσθητῶν, ἵνα κούφῳ πτερῷ πρὸς τὸν νοητὸν ἀναπτῇ ἥλιον καὶ τῷ ἀπροσίτῳ καὶ ἀμηχάνῳ αὐτοῦ κάλλει καταυγασθῇ. Παχύνεται γὰρ νοῦς ὑπὸ τῆς μνήμης τῶν αἰσθητῶν καὶ πρὸς αὐτὰ καθέλκεται καὶ ἀφίσταται τῆς κατανοήσεως καὶ ἀπολαύσεως τοῦ νοητοῦ κάλλους· «οὐδεὶς γὰρ δύναται δυσὶ κυρίοις δουλεύειν.» Ἔθει κατορθοῦσιν οἱ ἄνθρωποι πᾶσαν τέχνην καὶ ἐπιμονῇ καὶ βίᾳ. 87 ∆ιὰ βίας οὖν τῆς ἐξ ἀγάπης γινομένης καὶ προσευχῆς τῆς ἐκ ταπεινώσεως καὶ ἀποφυγῆς τῶν αἰσθητῶν καὶ τοῦ φυγεῖν τὴν τῶν ἀμελεστέρων συνοίκησιν καὶ τοῦ μὴ κρίνειν καὶ ταπεινώσεως καὶ τῆς τῶν ἐναρέτων συναναστροφῆς καὶ ὑπακοῆς τὴν ἑαυτῶν σωτηρίαν κατεργασώμεθα, μὴ κρύπτοντες τοὺς λογισμοὺς καὶ τὰ ἐν ἡμῖν πάθη. Πᾶν γὰρ κρυπτὸν φαῦλον, τὸ δὲ φανερούμενον φῶς ἐστιν. Οὐ γὰρ γεννᾷ ὄφις ἐν ἡλίῳ, ἀλλ' ἐν φωλεοῖς, οὐδὲ σπόρος αὐξάνει ὑπὲρ γῆς κείμενος, ἀλλ' ὑπὸ γῆν κρυπτόμενος. Οὕτω καὶ οἱ πονηροὶ λογισμοὶ μὴ δημοσιευόμενοι καρποφοροῦσιν εἰς φθορὰν καὶ οἱ ἀγαθοὶ εἰς ζωὴν αἰώνιον. Ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ πατρὶ ἡ δόξα ἅμα τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ