1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

26

Ἀθηναίων. Πόλεμον δὲ πρὸς Λακεδαιμονίους ἔχων προὔτρεπεν εἰς σύμμαχον τὸν Τηρέα· τύραννος δὲ Θρᾳκῶν οὗτος. Ὁ δὲ μὴ πρότερον συμμαχήσειν ἔφασκεν εἰ μὴ τὴν πρεσβυτέραν αὐτῷ θυγατέρα πρὸς γάμον καθυπόσχοιτο. Εἶχε γὰρ δύο θυγατέρας ὁ Πανδίων, Πρόκνην καὶ Φιλομήλαν, αἱ τοσοῦτον ἀλλήλαις ἔστεργον ὡς ὑποθεῖναι γνώμην ὁποτέρας ὡς εἴ τι δ' ἃν ἐκ περιστάσεως ἡ μία πάθοι, ταῦτα αὐθαιρέτως ἑαυτῇ δράσειν τὴν ἑτέραν. Καθυπισχνεῖται οὖν τῷ Τηρεῖ τὴν Πρόκνην ... ἀπήγαγεν οἴκαδε, καὶ ἐπαιδοποίησεν ἐξ αὐτῆς. Χρόνου δὲ πολλοῦ παριππεύσαντος ἐπεθύμησε τὴν ἰδίαν ἀδελφὴν ἰδεῖν καὶ ἠντιβολεῖ τὸν ἑαυτῇ ἄνδρα εἰς Ἀθήνας ἐλθόντα ἀγαγεῖν αὐτῇ τὴν ἀδελφήν. Ἐλθὼν οὖν καὶ ἀξιώσας τὸν Πανδίωνα λαμβάνει καὶ τὴν ἑτέραν ἀδελφὴν τὴν Φιλομήλαν. Κατὰ δὲ τὴν ὅδον οἵα δὴ βάρβαρος οἰνηθεὶς διαπαρθενεύει τὴν παῖδα. Ἐπερυθριῶν δὲ τῷ δράματι, γλωσσοτομεῖ τὴν Φιλομήλαν ὅπως τὸ ἀθέμιτον μὴ ἐξείποι πρᾶξιν καὶ καταλιμπάνει αὐτὴν κατὰ τὴν ὅδον. Ἡ δὲ οἵα Ἑλληνὶς καὶ ἄριστα τὰς ταλασίας ἐξησκημένη φάρος τι ἱστουργήσασα καὶ ἐν αὐτῷ τὴν δραματουργίαν καθυφανεῖσα, πέμπει τῇ ἀδελφῇ. Ἡ δὲ γνοῦσα τὸ γεγονός, τὴν μὲν ἀδελφὴν κομίζει πρὸς ἑαυτήν· λαβοῦσα δὲ τὸν υἱὸν ὃν εἶχε ἐκ τοῦ Τηρέως, ἐκρεανόμησε καὶ ἑψήσασα παρέθηκε τῷ ἀνδρὶ ἐλθόντι ἐκ θήρας. Ὁ δὲ γνοῦς τὸ δρᾶμα καὶ ἔνθους γενόμενος κατεδίωκεν ταύτην μετὰ τῆς ἀδελφῆς. Ταύτας οὖν κατοικτειρήσας ὁ Ζεύς, μετέβαλε τὴν μὲν εἰς χελιδόνα, τὴν δὲ εἰς ἀηδόνα, καὶ οὕτω τοῦ δρόμου κατέληξαν. 5.40 Τεσσαρακοστὴ ἡ κατὰ τὸν Πρίαπον· Τοῦτο εἴδωλόν ἐστι παιδίῳ μικρῷ ἀπεικασμένον, ὃ αἰδοῖον ἀπηρτημένον ἔχον τῇ ἡλικίᾳ μεῖζον, ὃ καλοῦσι φαλλόν. Τοῦτο μυθεύουσιν οἱ ἔξω ∆ιονύσου καὶ Ἀφροδίτης εἶναι υἱόν· οἱ δὲ τὰ τούτων εἰδότες μυστήριά φασιν ἐν μέθῃ καὶ ἡδονῇ τοῦτον φῦναι, ταύτῃ τοι καὶ Πρίαπον ὀνομάζεσθαι· ἡδονῇ γὰρ καὶ μέθῃ τις κρατηθείς, εὐθυτενὲς τὸ αἰδοῖον ἴσχει. 39.τ ΣΥΝΑΓΩΓΗ ΚΑΙ ἘΞΗΓΗΣΙΣ ὯΝ ἘΜΝΗΣΘΗ ἹΣΤΟΡΙΩΝὉ ἘΝ ἉΓΙΟΙΣ ΓΡΗΓΟΡΙΟΣἘΝ ΤΩΙ ἘΙΣ ΤΑ ΦΩΤΑ ΛΟΓΩΙ Υ Ἡ ἈΡΧΗ ΠΑΛΙΝ ἸΗΣΟΥΣ Ὁ ἘΜΟ39.1 Οὐ ∆ιὸς ταῦτα γοναὶ καὶ κλοπαὶ τοῦ Κρητῶν τυράννου. Τὸν ∆ία οἱ θεολόγοι τῶν Ἑλλήνων ἐκ Κρόνου λέγουσι γεννηθῆναι, καὶ γεννηθέντα περισωθῆναι τοιῶσδε. ὁ Κρόνος τῇ Ῥέᾳ γενόμενος σύνοικος, ἅπερ ἔτικτεν αὐτῷ παιδία, λαμβάνων κατέπινεν. καὶ οὕτως ἐπὶ πολλῶν τούτου γινομένου, ἄτεκνος ἔμενεν ἡ Ῥέα. ὅτε οὖν ἐγέννησε τὸν ∆ία, φοβουμένη μήπως καὶ τὸ βρέφος τοῦτο καταποθὲν ἀπόληται, λίθον μὲν σπαργανώσασα δέδωκε τῷ Κρόνῳ ὡς βρέφος καταπιεῖν, τὸν δὲ ∆ία ὑπεξέθετο ἐν τῇ Κρήτῃ. καὶ παρέστησε τῷ βρέφει τοὺς Κορύβαντας καὶ τοὺς Κουρῆτας ὀρχεῖσθαι καὶ κροτεῖν καὶ κτυπεῖν τὰ ὅπλα αὐτῶν, καὶ γίνεσθαί τινα ἦχον τὸν δυνάμενον ὑποκλέπτειν καὶ παρακρούειν τὸν ἐξ τοῦ κλαυθμοῦ τοῦ παιδίου ἦχον, ἵνα μὴ μαθὼν ὁ Κρόνος ποῦ κέκρυπται λαβὼν καταπίῃ. Νῦν οὖν Πατέρα μὲν λέγει μισότεκνον τὸν Κρόνον, παιδίον δὲ κλαυθμυριζόμενον τὸν ∆ία. τοὺς Κουρῆτας δὲ λέγει τοὺς μετὰ τῶν Κορυβάντων ταχθέντας παρὰ τῆς Ῥέας ὀρχεῖσθαι. δαίμονες δὲ οὗτοι οἱ Κουρῆται καὶ οἱ Κορύβαντες. ἐνόπλιον δὲ ὄρχησιν λέγει τὴν πυρρίχην. κτύπον γάρ τινα ἐν ταῖς ἀσπίσιν ἐποίουν οὗτοι πρὸς τὸ ὑπερηχεῖσθαι τὸν κλαυθμὸν τοῦ παιδίου. Κρητῶν δὲ τυράννου εἶπεν ὅτι οἱ μὲν θεολόγοι τῶν Ἑλλήνων θεὸν λέγουσι γενέσθαι καὶ τὸν Κρόνον καὶ τὸν ∆ία, ἡ δὲ δημώδης ἱστορία, ἣν καὶ τίθεται ὁ θεῖος Γρηγόριος, λέγει ὅτι ὁ Ζεὺς οὗτος τύραννος ἦν Κρήτης. καὶ θέλοντες αὐτὸν θεραπεύειν οἱ ὑπήκοοι ἐμυθολόγουν ὡς ἐκ Κρόνου θεοῦ καὶ Ῥέας ἔχει τὴν γέννησιν, ἐπεὶ ἄνθρωπος ἦν· διὸ ἐπήγαγεν Κἂν Ἕλληνες ἀπαρέσκωνται. οἱ γὰρ Ἕλληνες οὐ θέλουσιν αὐτὸν εἶναι ἄνθρωπον καὶ τύραννον Κρητῶν, ἀλλὰ θεόν. 39.2 Οὐδὲ Φρυγῶν ἐκτομαὶ καὶ αὐλοὶ καὶ Κορύβαντες. αὕτη ἡ ἱστορία κεῖται καὶ ἐν ταῖς τῶν Στηλιτευτικῶν ἱστορίαις. ἔστι δὲ αὕτη. Ἐν τῇ Φρυγίᾳ ἐσεβάσθη Ῥέα ἡ μήτηρ τῶν θεῶν, ∆ιός, Ποσειδῶνος καὶ Πλούτωνος καὶ Ἥρας, μήτηρ μὲν θεῶν τούτων, γυνὴ δὲ τοῦ Κρόνου. ταύτῃ οὖν ἐν τῇ Φρυγίᾳ ἐγίνοντο τελεταί τινες. καὶ ἐνθουσιῶντες οἱ