170 Ps 101,3 Ὅμοιον δυνάμει τὸ λεγόμενον τῇ Σαλομῶνος εὐχῇ
291 Ps 140,2 Εἰ πρωῒ τὸν ἐπιόντα βίον συνίεμεν τὸν ἐν ἀναπαύσει καὶ δόξῃ
θεοῦ καὶ ἐκ τῶν ἑκάστοτε λεγομένων τεράτων δείκνυται· δεῖ δὲ θεοῦ γνωρίζεσθαι δύναμιν καὶ οὐχ ἱστορίαν πραγμάτων ἀπαράλειπτον πάντως γίνεσθαι. οὐκ εἰς γῆν δὲ ἁπλῶς τοὺς βατράχους γεγενῆσθαί φησιν ἀλλ' εἰς τοὺς οἴκους καὶ τῶν οἴκων τοὺς ἐπιφανεστάτους καὶ τὰ τούτων ἐνδοτάτω, ὡς ἂν ἀκωλύτου τῆς ἐπιφορᾶς αὐτῶν γινομένης καὶ βιαιοτάτης καὶ μηδενὸς ἀποκωλῦσαι δυναμένου μηδὲ τῶν δυνατωτάτων. παράδοξον δὲ καὶ τὸ καθ' ὅλης τῆς γῆς χυθῆναι τὸν σκνῖπα καὶ τὴν κυνόμυιαν καὶ μέχρι τῶν ὅρων ἵστασθαι μὴ περαιτέρω χωροῦντας, ὡς ἂν κατὰ μόνης Αἰγύπτου τὴν δίκην ἐνεργεῖσθαι τότε φαίνοιτο. διὸ καὶ τὴν ἐξαιμάτωσιν τοῦ ποταμοῦ μέχρι τῶν ὁρίων συνέβαινεν ἵστασθαι, εἰς δὲ τὴν πλησιόχωρον μηκέτι τὰς ἐκροὰς εἶναι τοιαύτας, ὅτι κατ' Αἰγυπτίων ἡ κόλασις ἦν τὴν εὐπορίαν ἀφαιρουμένη τοῦ ποταμοῦ. 188 Ps 104,37 Πρὸς τῇ σωτηρίᾳ τῇ δοθείσῃ καὶ τὴν εὐπορίαν λέγει τὴν ἐκ θεοῦ δυνάμεως ἣ τοὺς Αἰγυπτίους ἀπηγάγετο παρασχεῖν αἰτοῦσι τοῖς ἐξιέναι τῆς χώρας μέλλουσι πολλά τε καὶ πολυτελῆ. μέγα δὲ καὶ τὸ ἐκ χώρας τὰ χείριστα παθούσης ἀπαθεῖς ἀπαλλάττεσθαι μέχρις ἑνός.
189 Ps 105,14-18 Ὅτε μὲν τὸν θεὸν ἐπείρασαν ἐν ἀνύδρῳ, ἀπείραστος ὢν καὶ
ἀμνησίκακος οὐκ ἀμειψάμενος αὐτοὺς Ἔδωκεν αὐτοῖς τὸ αἴτημα αὐτῶν, ἀλλὰ καὶ ὅτε Παρεπίκραναν ἀναβαίνοντες ἐν τῇ ἐρυθρᾷ θαλάσσῃ, καὶ τότε ἐγνώρισεν αὐτοῖς τὴν δυναστείαν αὐτοῦ· ὅτε δὲ παρώργισαν τὸν Μωυσῆν καὶ τὸν Ἀαρὼν ἐν τῇ παρεμβολῇ, τὸ τηνικαῦτα Ἠνοίχθη ἡ γῆ καὶ κατέπιεν αὐτούς. ἔδει γὰρ μὴ καταφρονηθῆναι τοὺς θεράποντας. ἀλλὰ καὶ ἐπείπερ χρηστότης ἐστὶ καὶ ἀποτομία παρ' αὐτῷ κατὰ τὸ Ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν θεοῦ, πρῶτα τὰ τῆς χρηστότητος αὐτοῖς παρέσχετο· ὡς δ' οὐκ ὤναντο δι' αὐτῆς, ἀκολούθως καταλλήλῳ μετέρχεται αὐτοὺς φαρμάκῳ τῷ κολαστηρίῳ. Μωυσῆν μὲν οὖν παρώργισαν οἱ περὶ ∆αθὰν καὶ Ἀβειρὼν εἰπόντες Μὴ Μωυσῇ μόνῳ ἐλάλησεν ὁ θεός; οὐχὶ καὶ ἡμῖν; τὸν δὲ Ἀαρὼν Κορὲ καὶ ἡ συναγωγὴ αὐτοῦ πῦρ ἀλλότριον προσαγαγεῖν καὶ θυσίας τῷ θεῷ ἐν χώρᾳ τῶν ἱερέων τολμήσαντες. ἀλλὰ τοὺς μὲν καταλαλήσαντες τοῦ Μωυσέως, τὸν ∆αθὰν παγγενεί, διανοιχθεῖσα ἡ γῆ κατέπιε καὶ συνεκάλυψεν ἐπὶ τὴν συναγωγὴν Ἀβειρών, τὸν δὲ Κορὲ καὶ τοὺς σὺν αὐτῷ μέλλοντας προσφέρειν τὰ θυμιατήρια αὐτῶν φλὸξ ἀπὸ τῆς σκηνῆς προελθοῦσα κατέφλεξεν. 190 Ps 105,23 Κατὰ μὲν τὸ δίκαιον ὁ τῆς ἀπωλείας ὅρος, κατὰ δὲ τὸ φιλανθρώπινον ἡ τοῦ σῴζεσθαι συγχώρησις. τῇ δὲ συγχωρήσει χώραν ἡ πρεσβεία δέδωκε διά τε τὴν ὁσιότητα τοῦ πρεσβεύοντος καὶ τὴν ὑπὲρ κόσμου πρόνοιαν καθ' ἣν ὁ πρεσβευτὴς ἱκέτευεν, ἵνα μὴ ἀτελὴς ἡ χάρις τοῦ θεοῦ νομισθείη περὶ τὸν Ἰσραήλ, καὶ διὰ τὴν μνήμην τῶν πατέρων καὶ τὴν ἐπαγγελίαν τὴν πρὸς αὐτοὺς ἧς ὁ Μωυσῆς ἀπεμνημόνευσεν ἱκετεύων, ἐπεὶ κατά γε τὴν ἀσέβειαν καὶ τὴν πρόγνωσιν τῆς ὅλης κακίας αὐτῶν ἀπώλοντο ἄν. 191 Ps 105,24-27 Καὶ ἡ περὶ τῆς γῆς ἀντιλογία πρεσβυτέρα τῆς Κορὲ καὶ ∆αθὰν στάσεως ἀλλὰ μείζων καὶ δυσσεβεστέρα πρὸς ἐπαγγελίαν θεοῦ διαμαχομένη καὶ οὐ περὶ θεραπείας θεοῦ φιλοτιμουμένη, εἰκότως οὖν τῇ εἰς θεὸν ἀσεβείᾳ τῇ προειρημένῃ συντέτακται διὰ δειλίαν γεγονυῖα καθάπερ ἐκείνη διὰ μικροψυχίαν, δυσελπιστίαν τοῦ κατορθώματος τῆς δειλίας ἐπαγούσης ὥσπερ ἡ μικροψυχία διὰ τὸν Μωυσέως χωρισμὸν δυσελπιστίαν ἐποίει τῆς ἐπανόδου Μωυσέως. οὐ γὰρ ἐπιθυμίαι μόνον ἀλλὰ καὶ δειλίαι καὶ μικροψυχίαι τῶν πρὸς θεὸν ὀφειλομένων καὶ τῶν πρὸς ἀνθρώπους τὴν πλήρωσιν ἀφαιροῦνται, τὸ καρτερικὸν ἐν ὑπακοῇ θεοῦ καὶ τὸ εὔτακτον ἐν ἀνθρώπων τιμαῖς ἐμποδίζουσαι, τῆς κατὰ σάρκα φύσεως τὴν κατὰ πνεῦμα λυμαινομένης καὶ τῷ ἰδίῳ τερπνῷ καὶ ἀπόνῳ τὸ παρ' ἐκείνῃ καλὸν ἐξαφανιζούσης. θεὸς δὲ παιδεύσεως τρόποις ἐπάγει τὰ πράγματα· τῆς
27