γέγονε καλός, καὶ θαυμάζειν τὴν τοῦ κάλλους δύναμιν ὅτι πρὸς τοσοῦτο σῶμα 10.3.2 διὰ πάντων εἰς τὴν ἀρίστην πλάσιν ἐξήρκεσεν· τὸ δὲ μέγεθος ἦν ἡλίκον ἄν τις οὐ πιστεύσειεν, ἀλλὰ εἰκάσειεν μόλις. ἀνεστηκέναι γὰρ εἰς ἔνατον πόδα κατεφαίνετο, ὥστε κολοσσὸς ἐδόκει, παρὰ τοὺς μεγίστους ὁρώμενος τῶν καθ' ἑαυτὸν 10.3.3 ἀνθρώπων. νέον δὲ αὐτὸν ἐξ Ἀρμενίας ἀναστήσαντος τοῦ δαίμονος, καὶ πρὸς τὴν Ἀντιόχειαν διαβαλόντος (οὐ γὰρ ἐπεθύμησεν εὐθὺς τῶν Ἀθηνῶν, ἥ τε ἔνδεια παρελύπει τῶν χρημάτων· γεγονὼς γὰρ ἄνωθεν καλῶς, τοῦτο ἠτύχει), καὶ πρὸς τὸν Οὐλπιανὸν κρατοῦντα τῆς Ἀντιοχείας ἐπὶ λόγοις ὠσθείς, καὶ παρελθών, εὐθὺς ἀνὰ τοὺς πρώτους 10.3.4 ἦν. καὶ χρόνον οὐκ ὀλίγον ὁμιλήσας ἐκείνῳ, συνέτεινεν ἐπὶ τὰς Ἀθήνας καὶ τὸν Ἰουλιανὸν σφοδρῶς, καὶ πάλιν Ἀθήνησι10.3.5 πρῶτος ἦν. Ἡφαιστίων δὲ αὐτῷ συνείπετο, φιλοῦντες μὲν ἀλλήλους ἄμφω καὶ πάνυ, φιλονεικοῦντες δὲ ἀλλήλοις εἰς πενίαν καὶ περὶ τῶν ἐν λόγοις πρωτείων. ἓν γοῦν αὐτοῖς ὑπῆν ἱμάτιον καὶ τριβώνιον, καὶ πλέον οὐδέν, καὶ στρώματα τρία που ἢ τέτταρα, τὴν οἴκοθεν βαφὴν μετὰ τῆς 10.3.6 παχύτητος διὰ χρόνον ἀπαγορεύοντα. περιῆν οὖν αὐτοῖς ἑνί τε ἀνθρώπων καὶ δυεῖν εἶναι, ὥσπερ τὸν Γηρυόνην οἱ μῦθοί φασιν ἐκ τριῶν συντεθῆναι· κἀκεῖνοι δύο τε ἦσαν 10.3.7 καὶ εἷς. Προαιρεσίου μὲν γὰρ δημοσίᾳ φανέντος, Ἡφαιστίων ἦν ἀφανὴς ἐν τοῖς στρώμασι κατακείμενος, καὶ συνασκῶν ἑαυτὸν περὶ τοὺς λόγους· ταὐτὰ δὲ καὶ Προαιρεσίῳ συνέβαινεν Ἡφαιστίωνος φανέντος· τοσαύτη τις εἶχεν αὐτοὺς ἔνδεια. 10.3.8 Ἀλλ' ὅμως Ἰουλιανὸς ἐπὶ τὸν Προαιρέσιον ἐπέκλινε τὴν ψυχήν, καὶ πρὸς ἐκεῖνον αὐτῷ τὰ ὦτα ἀνειστήκει, καὶ τὸ μέγεθος κατεδείμαινε τῆς φύσεως. ὡς δέ, ἀπελθόντος Ἰου λιανοῦ, τὰς Ἀθήνας εἶχεν ἔρως τῆς διαδοχῆς τῶν ἐπὶ τοῖς λόγοις πλεονεκτημάτων παραγγέλλουσι μὲν ἐπὶ τῷ κράτει τῆς σοφιστικῆς πολλοὶ καὶ ἄλλοι, ὥστε ὄχλος ἦν καὶ ταῦτα 10.3.9 γράφειν. χειροτονοῦνται δὲ δοκιμασθέντες ἁπάσαις κρίσεσιν, Προαιρέσιός τε καὶ Ἡφαιστίων καὶ Ἐπιφάνιος καὶ ∆ιόφαντος, Σώπολις ἐκ τῆς παραβύστου καὶ παρημελημένης ἐς τὸν 10.3.10 ἀριθμὸν ἐνδείας, καὶ Παρνάσιός τις ἐκ τῆς εὐτελεστέρας. ἔδει γὰρ πολλοὺς εἶναι, κατὰ τὸν νόμον τὸν Ῥωμαϊκόν, Ἀθήνησι 10.3.11 τοὺς μὲν λέγοντας, τοὺς δὲ ἀκούοντας. χειροτονηθέντων δὲ τούτων, οἱ μὲν εὐτελέστεροι τὸ ὄνομα εἶχον, καὶ μέχρι τῶν σανίδων ἦν τὸ κράτος καὶ τοῦ βήματος ἐφ' ὃ παρῄεσαν, εἰς δὲ τοὺς δυνατωτέρους ἡ πόλις εὐθὺς διῄρητο, καὶ οὐχ ἡ πόλις μόνη, ἀλλὰ τὰ ὑπὸ Ῥωμαίοις ἔθνη, καὶ περὶ λόγων οὐκ ἦν αὐτοῖς ἡ στάσις, ἀλλ' ὑπὲρ ἐθνῶν ὅλων ἐπὶ τοῖς 10.3.12 λόγοις. ἡ μὲν γὰρ ἑῴα καθάπερ τι γέρας Ἐπιφανίῳ σαφῶς ἐξῄρητο, τὴν δὲ Ἀραβίαν εἰλήχει ∆ιόφαντος, Ἡφαιστίων δὲ καταδείσας Προαιρέσιον ἀπῆλθεν ἐξ Ἀθηνῶν τε καὶ ἀνθρώπων, Προαιρεσίῳ δὲ ὁ Πόντος ὅλος καὶ τὰ ἐκείνῃ πρόσοικα τοὺς ὁμιλητὰς ἀνέπεμπεν, ὥσπερ οἰκεῖον ἀγαθὸν τὸν 10.3.13 ἄνδρα θαυμάζοντες· προσετέθη δὲ καὶ Βιθυνία πᾶσα καὶ Ἑλλήσποντος, ὅσα τε ὑπὲρ Λυδίας, διὰ τῆς καλουμένης νῦν Ἀσίας ἐπὶ Καρίαν καὶ Λυκίαν τείνοντα, πρὸς Παμφυλίαν καὶ τὸν Ταῦρον ἀφορίζεται, Αἴγυπτός τε πᾶσα τῆς ἐπὶ τοῖς λόγοις ἀρχῆς [καὶ] κλῆρος ἦν οἰκεῖος αὐτῷ, καὶ ὅσα, ὑπὲρ Αἰγύπτου πρὸς Λιβύην συρόμενα, τό τε ἄγνωστον τέλος 10.3.14 ἔχει καὶ τὸ οἰκήσιμον. ταῦτα δὲ ὡς ἐπὶ πλέον εἴρηται, ἐπεί, τό γε ἀκριβῶς, καὶ διαφθορὰς ἔσχε τὰ ἔθνη ἐν ὀλίγοις τισὶ μειρακίοις, ἢ μεταναστᾶσι παρ' ἑτέρους ἤ πού τις καὶ 10.3.15 κατ' ἀρχὰς ἀπατηθεὶς ἑτέρῳ προσῆλθε. πρὸς δὲ τὸ μέγεθος τῆς Προαιρεσίου φύσεως, συστάσεως νεανικῆς καὶ μάλα σφοδρᾶς γενομένης, τῶν ἄλλων ἁπάντων ἐς τοσόνδε ἴσχυσεν ἡ σύστασις, ὥστε τὸν ἄνδρα ἐξόριστον τῶν Ἀθηνῶν εἰργάσατο δεκάσαντες τὸν ἀνθύπατον, καὶ τὴν ἐπὶ λόγοις βασι10.3.16 λείαν εἶχον αὐτοί. ὁ δὲ καὶ πρὸς τὴν φυγὴν μετὰ πενίας ἰσχυρᾶς ὥσπερ ὁ Πεισίστρατος ἐκπεσὼν κατῆλθε τὸ δεύτερον· ἀλλ' ὁ μὲν