Fragmenta in epistulam ad Romanos
περὶ ἡμᾶς αὐτοῦ σχέσεως, ἣν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ποιησάμενος ἐνεδείξατο.
νουθετήσας καὶ τὸ κατεπαίρεσθαι τῶν Ἰουδαίων αὐτοῖς ἀπειπών, ἐκκαλύπτει καὶ μυστικόν τινα λόγον 401 αὐτοῖς τοῖς ἄχρις ἐκείνου πᾶσιν ἀπόρρητον· ὡς ἂν γάρ, φησί, μὴ μέγα τι καὶ θαυμαστὸν ὑπονοοῖτε περὶ ἑαυτῶν ἀπατώμενοι, ὡς ὄντες ὑπὲρ τοὺς ἄλλους ὑμεῖς συνετοί, μάθετε συντόμως μυστήριον φρικωδέστατον, ἄφατον τοῦ θεοῦ, τὴν περὶ πάντας πρόνοιαν ἀποφαῖνον τῶν Ἰσραηλιτῶν πλὴν τῆς ἐκλογῆς· τὸ γὰρ ἀπὸ μέρους τοῦτό φησι· πωρωθέντων καὶ τὴν σωτηρίαν ἀπωθουμένων ἐφ' ὑμᾶς μετήνεγκε ταύτην ὁ θεός, εἰσποιη θέντων μέντοι πάντων ὑμῶν κἀκείνους αὖθις ἡ χάρις ἅπαντας περιλήψεται. {Rom 11,26} Ἀφαιρέσεώς τε καὶ ἀφέσεως αὐτοῖς γινομένης ἁμαρτημάτων, ἡ σωτηρία σαφής τε καὶ ἀναντίρρητος. {Rom 11,28-29} Εἰ γὰρ καὶ νῦν, φησίν, ἐν τῷ εὐαγγελίῳ προσκρουσάντων αὐτῶν ὑμεῖς ἀντεισήχθητε ἀλλ' οὖν ἐκ πατέρων κἀκεῖνοι πεφίληνται. προσῆκεν δὲ δήπου ὑπάρχειν ἀψευδῆ τε καὶ βέβαια πάντα τὰ χαρίσματα τοῦ θεοῦ. {Rom 11,30-32} Συντόμως καὶ διὰ τοῦτο ἀσαφῶς εἴρηται τὸ προκείμενον, ἀνάγκη τοίνυν αὐτὸ σαφηνίσαι. ὅτι γάρ, φησίν, οὐδὲν ἄπιστον λέγω, καὶ εἰς τὰ καθ' ὑμᾶς αὐτοὺς ἀποβλέψατε· ὑμῶν ἀπειθούντων πάλαι ποτὲ τούτους ἠλεήκει θεός, νῦν τὸ ἀνάπαλιν τούτων ἀπειθησάντων ὑμεῖς ἠλεήθητε. ὥσπερ οὖν τῆς νῦν σωτηρίας ὑμᾶς ἡ πρόσθεν οὐκ ἐκέκλικε ἀπείθεια, τὸν αὐτὸν οἶμαί που τρόπον οὐδὲ τούτοις ἐν καιρῷ τῆς σωτηρίας ἐμποδὼν ἡ νῦν ἀπείθεια κατασταθήσεται· οὐδὲ γὰρ ἐνδέχεται τὴν τοῦ θεοῦ φιλανθρωπίαν ὑπὸ τῆς ἀνθρωπίνης ἀντιλογίας ἐκνικηθῆναι, ἀλλὰ καὶ πάντων ἀντιτεινόντων αὐτὸς περὶ πάντας τὸν οἰκεῖον ἔλεον ἐπιδείξεται. τοιγαροῦν ἔκλεισεν ὁ θεὸς τοὺς πάντας εἰς ἀπείθειαν ἵνα τοὺς πάντας ἐλεήσῃ. παραπλήσιόν ἐστι τὸ νόμος δὲ παρεισ ῆλθεν ἵνα πλεονάσῃ τὸ παράπτωμα. οὔτε γὰρ ὁ θεὸς αὐτοὺς 402 ἀπειθεῖς ἐποίησεν, ἀλλ' αὐτὸς σωτήρια δέδωκεν παραγγέλματα καὶ τούτοις ἡμῶν ἀσφαλιζόμενος τὴν φύσιν περιεφράξατο, τῶν δὲ ἀνομη σάντων τοῦτο ἐκβέβηκεν· οὔτε διὰ τοῦτο τὰ προστάγματα δέδωκεν ἵνα ἀπειθήσαντας ἐλεήσῃ, ἀλλ' οὕτω τοῦτο διὰ τὴν ἐκείνων ἀποβέβηκεν ἀπείθειαν. τούτου δὲ τοῦ αὐτοῦ τύπου καὶ τὰ ἄλλα ὅσα τοιαῦτα τῶν προεκτεθέντων ἐστίν, οἷον πώρωσις ἀπὸ μέρους τῷ Ἰσραὴλ γέγονεν ἄχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ οὐ γὰρ ἵνα σωθῶσιν οἱ ἐθνικοί, διὰ τοῦτο τοῦ Ἰσραήλ τινες ἐπωρώθησαν, ἀλλὰ πωρωθέντων τούτων ἐκεῖνο ἐπηκολούθησενκαὶ τὸ ἠπείθη σαν δὲ τῷ ὑμετέρῳ ἐλέει ἵνα καὶ αὐτοὶ ἐλεηθῶσιν, καὶ πάντα ὅσα τοιαῦτα κατ' αἰτιατικὸν ἐκπεφώνηται τρόπον, οὐκ ἔχοντα τὸν νοῦν αἰτιατικόν. {Rom 11,3336} ∆ιακύψας πρὸς τὸ ἀνέκφραστον καὶ ἀπερινόητον πλῆθος τῆς φιλανθρωπίας αὐτοῦ, καὶ σοφῶς ὅπως κατὰ καιρὸν διαμένει πραγματευό μενος τὴν σωτηρίαν ἡμῶν ἀναλογισάμενος, εἶτα ἐκπλαγεὶς καὶ ὅλος γενόμενος πρὸς τῷ θαύματι μέγιστον τοῦτο ἀνέκραγεν ἐκ ψυχῆς. τὸ μὲν οὖν βάθος πλούτου τὸ πολὺ καὶ ἄφθονον καὶ ἀκατάληπτον αὐτοῦ τῆς ἀγαθότητος λέγει, τὸ δὲ σοφίας ὅτι σοφῶς καὶ συνετῶς διέπει τὰ καθ' ἡμᾶς, τὸ δὲ γνώσεως ὅτι περὶ ἑκάστων ἀκριβεστάτην ἔχων τὴν πρόγνωσιν οὐδὲν ἐξ ἀμαθίας εἰς τὴν ἡμετέραν διοίκησιν παραβλάπτεται, ὡς δεῖ καὶ ὅτε δεῖ, τὰ πάντα οἰκονομούμενος, τὸ δὲ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ ὅτι τῶν κεκριμένων καὶ δοκίμων καὶ πολυτρόπων αὐτοῦ διατάξεων ἀπαρακολούθητος ἡ πορία καὶ ἄδηλος. ἅπασιν τούτοις ἐπάγει μαρτυρίαν σύμφωνον τῆς τοῦ Ἡσαΐου γραφῆς, ὅτι τε ἀκατάληπτος ἐπὶ πᾶσι καὶ ἀνενδεὴς πάντων ἐστίν. τίς γὰρ ἔγνω νοῦν κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο; καὶ ἔτι διδάσκων ὅτι περ οὐκ ἀμοιβὴν ἀλλὰ χάριν οἱ ἄνθρωποι παρ' αὐτοῦ τὰ ἀγαθὰ σύμπαντα κομιζόμεθα, ἐπάγει· ἢ τίς προέδωκεν αὐτῷ, καὶ ἀνταποδοθήσεται αὐτῷ; ὅτι τὴν ἀρχῆθεν γένεσιν ἐξ αὐτοῦ καὶ δι' αὐτοῦ τὴν διαδοχὴν καὶ εἰς αὐτὸν τὰ πάντα τὴν ἀνακαίνωσιν ἔσχεν, αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας ἀμήν.