1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

27

ἐκείνοις τὸ θνητὸν ὑπὸ τῆς ζωῆς», καὶ ἔοικεν εἰκών τις εἶναι τῆς «ἐν τῷ μέλλοντι αἰῶνι» μακαριότητος ὁ ἐν παρθενίᾳ βίος, πολλὰ φέρων ἐν ἑαυτῷ τῶν δι' ἐλπίδος ἀποκειμένων ἀγαθῶν τὰ γνωρίσμα τα. Ἔξεστι δὲ ἐπιγνῶναι τὴν τῶν εἰρημένων ἀλήθειαν τὸν λόγον κατεξετάζοντας· πρῶτον μὲν γὰρ «τῇ ἁμαρτίᾳ καθά παξ ἀποθανὼν ζῇ τὸ λοιπὸν τῷ θεῷ», οὐκέτι «καρποφορῶν τῷ θανάτῳ», καὶ ὅσον τὸ ἐφ' ἑαυτῷ συντέλειαν τῆς κατὰ σάρκα ζωῆς ἐν ἑαυτῷ ποιήσας ἀναμένει λοιπὸν «τὴν μακα ρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τοῦ μεγάλου θεοῦ», οὐδὲν διά στημα μεταξὺ ἑαυτοῦ καὶ τῆς παρουσίας τοῦ θεοῦ διὰ τῶν διὰ μέσου γενεῶν ἐργαζόμενος. Εἶτα τὸ ἐξαίρετον τῶν ἐν τῇ ἀναστάσει καλῶν καὶ ἐν τῷ παρόντι καρποῦται βίῳ· εἰ γὰρ ἰσάγγελος ἡ ζωή, ἣ μετὰ τὴν ἀνάστασιν παρὰ τοῦ κυρίου τοῖς δικαίοις ἐπήγγελται, τῆς δὲ ἀγγελικῆς φύσεως ἴδιον τὸ ἀπηλλάχθαι τοῦ γάμου ἐστίν, ἤδη δέδεκται τὰ τῆς ἐπαγγελίας καλὰ «ταῖς λαμπρότησι τῶν ἁγίων» ἀναμι γνύμενος καὶ τῷ ἀμολύντῳ τῆς ζωῆς τὴν καθαρότητα τῶν ἀσωμάτων μιμούμενος. Εἰ οὖν τούτων καὶ τῶν τοιούτων ἡ παρθενία γίνεται πρόξενος, τίς μὲν λόγος ἐπαξίως τὴν χάριν ταύτην θαυμάσεται; Τί δὲ ἄλλο τῶν τῆς ψυχῆς ἀγαθῶν οὕτω φανήσεται μέγα καὶ τίμιον, ὡς τῷ μεγαλείῳ τοῦ χαρίσματος τούτου παρισωθῆναι διὰ συγκρίσεως;

15.t Κεφάλαιον ιεʹ Ὅτι ἡ ἀληθὴς παρθενία ἐν παντὶ ἐπιτηδεύματι

θεωρεῖται. 15.1 Ἀλλ' εἰ κατείληπται ἡμῖν ἡ ὑπερβολὴ τοῦ χαρί σματος, συνιδεῖν

προσήκει καὶ τὸ ἀκόλουθον, ὅτι οὐχ ἁπλοῦν, ὡς ἄν τις οἰηθείη, τὸ κατόρθωμα τοῦτό ἐστιν, οὐδὲ μέχρι τῶν σωμάτων ἱστάμενον, ἀλλ' ἐπὶ πάντα διῆκον καὶ διαβαῖνον τῇ ἐπινοίᾳ, ὅσα κατορθώματα ψυχῆς ἐστι καὶ νομίζεται. Ἡ γὰρ τῷ ἀληθινῷ νυμφίῳ προσκολληθεῖσα διὰ παρθενίας ψυχή, οὐ μόνον τῶν σωματικῶν μολυσμάτων ἑαυτὴν ἀποστήσει, ἀλλ' ἐντεῦθεν μὲν ἄρξεται τῆς καθα ρότητος, ἐπὶ πάντα δὲ ὁμοίως καὶ μετὰ τῆς ἴσης ἀσφα λείας πορεύσεται, μήπου τῆς καρδίας παρὰ τὸ δέον ἐπικλιθείσης εἰς πονηροῦ τινος κοινωνίαν μοιχικόν τι πάθος κατὰ τὸ μέρος ἐκεῖνο προσδέξηται. Οἷόν τι λέγω -πάλιν γὰρ τὸν λόγον ἐπαναλήψομαι-· ἡ τῷ κυρίῳ προσκολληθεῖσα ψυχὴ εἰς τὸ γενέσθαι πρὸς αὐτὸν ἓν πνεῦμα, καὶ καθάπερ ὁμολογίαν τινὰ συμβιωτικὴν καταθεμένη τὸ μόνον ἐκεῖνον «ἀγαπᾶν ἐξ ὅλης καρδίας τε καὶ δυνάμεως», οὔτε τῇ πορνείᾳ προσκολληθήσεται, ἵνα μὴ γένηται σῶμα ἓν πρὸς αὐτήν, οὔτε ἄλλο τι τῶν ἀντικειμένων τῇ σωτηρίᾳ προσδέξεται, ὡς μιᾶς οὔσης ἐν ἅπασι τῆς τῶν μιασμάτων κοινότητος, καί, εἰ δι' ἑνός τινος μολυνθείη, μηκέτι τὸ ἄσπιλον ἔχειν ἐν ἑαυτῇ δυναμένη. 15.2 Ἔστι δὲ καὶ δι' ὑποδείγματος τεκμηριῶσαι τὸν λόγον. Ὥσπερ τὸ ἐν τῇ λίμνῃ ὕδωρ τέως μὲν λεῖόν ἐστι καὶ ἀκίνη τον, εἰ μηδεμία τις τῶν ἔξωθεν ταραχὴ προσπεσοῦσα τὸ σταθερὸν τοῦ τόπου διακινήσειε, λίθου δέ ποθεν ἐμπεσόντος τῇ λίμνῃ ὅλον ἐν κύκλῳ συνεκλονήθη τῷ μερικῷ σάλῳ συγκυματούμενον-ὁ μὲν γὰρ ὑπὸ τοῦ βάρους εἰς τὸν βυθὸν καταδύεται, τῶν δὲ περὶ αὐτὸν κυμάτων κυκλοτερῶς ἐν ἀλλήλοις ἐγειρομένων καὶ ἐπὶ τὰ ἄκρα τοῦ ὕδατος ὑπὸ τῆς ἐν τῷ μέσῳ κινήσεως ἐξωθουμένων, πᾶσα ἐν κύκλῳ περιτραχύνεται τῆς λίμνης ἡ ἐπιφάνεια συνδιατιθεμένη τῷ βάθει-· οὕτω καὶ τὸ τῆς ψυχῆς γαληναῖον καὶ ἡσύχιον δι' ἑνός τινος παρεμπεσόντος εἰς αὐτὴν πάθους ὅλον συν διεσείσθη καὶ τῆς τοῦ μέρους βλάβης ἐπῄσθετο. Φασὶ δὲ καὶ οἱ τὰ τοιαῦτα ἐξητακότες μὴ ἀπεσχίσθαι τὰς ἀρετὰς ἀπ' ἀλλήλων μηδὲ δυνατὸν εἶναι μιᾶς