1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

27

ψιλὸς ἄνθρωπος ὁ δι' οὗ καὶ ἐν ᾧ γέγονε τὰ πάντα· πάντα γὰρ δι' αὐτοῦ ἐγένετο. ἡνίκα ἐποίει τὸν οὐρανόν, συμπαρήμην αὐτῷ, καὶ ἐκεῖ ἤμην παρ' αὐτῷ ἁρμόζουσα, καὶ προσέχαιρέν μοι καθ' ἡμέραν. πῶς δ' ἂν ὁ ψιλὸς ἄνθρωπος ἤκουσεν· Kάθου ἐκ δεξιῶν μου; πῶς δὲ καὶ ἔλεγεν· Πρὶν Ἀβραὰμ γενέσθαι ἐγώ εἰμι; καί· ∆όξασόν με τῇ δόξῃ, ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον γενέσθαι; ποῖος δὲ ἄνθρωπος ἔλεγεν· Kαταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με; περὶ ποίου δὲ ἀνθρώπου ἔλεγεν τό· Ἠν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον· ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω· εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον; πῶς οὖν ὁ τοιοῦτος ψιλὸς ἄνθρωπος καὶ ἐκ Mαρίας ἔχων τὴν ἀρχὴν τοῦ εἶναι, ἀλλ' οὐχὶ θεὸς λόγος καὶ υἱὸς μονογενής; ἐν ἀρχῇ γὰρ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. καὶ ἐν ἄλλοις· Kύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ· πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. Ὅτι δὲ καὶ ἀνίσταται τὰ σώματα ἡμῶν, λέγει· Ἀμὴν λέγω ὑμῖν, ὅτι ἔρχεται ὥρα, ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς φωνῆς τοῦ υἱοῦ τοῦ θεοῦ, καὶ οἱ ἀκούσαντες ζήσονται. καὶ ὁ ἀπόστολος· ∆εῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν. καὶ ὅτι δεῖ σωφρόνως ζῆν καὶ δικαίως, πάλιν λέγει· Mὴ πλανᾶσθε· οὔτε μοιχοὶ οὔτε μαλακοὶ οὔτε ἀρσενοκοῖται οὔτε πόρνοι οὔτε λοίδοροι οὔτε μέθυσοι οὔτε κλέπται βασιλείαν θεοῦ κληρονομῆσαι δύνανται, καί· Eἰ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται· κενὸν ἄρα τὸ κήρυγμα ἡμῶν, κενὴ δὲ καὶ ἡ πίστις ἡμῶν· ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν· ἄρα καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ ἀπώλοντο. εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμὲν ἐν Χριστῷ μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν. εἰ νεκροὶ οὐκ ἐγείρονται, φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνήσκομεν. οὕτω δὲ διακείμενοι, τί διοίσομεν ὄνων καὶ κυνῶν, οἳ μηδὲν τοῦ μέλλοντος φροντίζοντες μόνου τοῦ φαγεῖν εἰσιν ὀρεκτικοὶ καὶ τῶν μετὰ τὸ φαγεῖν; ἀνεπιστάτητοι γάρ εἰσι τοῦ κινοῦντος ἔνδοθεν νοῦ. Ὀναίμην ὑμῶν ἐν κυρίῳ. νήφετε· πᾶσαν ἕκαστος κακίαν ἀπόθεσθε καὶ τὸν θηριώδη θυμόν, καταλαλιάν, συκοφαντίαν, αἰσχρολογίαν, εὐτραπελίαν, ψιθυρισμόν, φυσίωσιν, μέθην, λαγνείαν, φιλαργυρίαν, φιλοδοξίαν, φθόνον καὶ πᾶν τὸ τούτοις συνῳδόν. ἐνδύσασθε δὲ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας. οἱ πρεσβύτεροι ὑποτάσσεσθε τῷ ἐπισκόπῳ, οἱ διάκονοι τοῖς πρεσβυτέροις, ὁ λαὸς τοῖς διακόνοις. ἀντίψυχον ἐγὼ τῶν φυλαττόντων ταύτην τὴν εὐταξίαν· καὶ ὁ κύριος εἴη μετ' αὐτῶν διηνεκῶς.

Oἱ ἄνδρες στέργετε τὰς γαμετὰς ὑμῶν, αἱ γυναῖκες τοὺς ὁμοζύγους· οἱ παῖδες τοὺς γονεῖς προηγεῖσθε, οἱ γονεῖς τὰ τέκνα ἐκτρέφετε ἐν παιδείᾳ καὶ νουθεσίᾳ κυρίου· τὰς ἐν παρθενίᾳ τιμᾶτε ὡς ἱερείας Χριστοῦ, τὰς ἐν σεμνότητι χήρας ὡς θυσιαστήριον θεοῦ. οἱ κύριοι μετὰ φειδοῦς τοῖς δούλοις ἐπιτάσσετε· οἱ δοῦλοι μετὰ φόβου τοῖς κυρίοις ἐξυπηρετεῖτε. μηδεὶς ἐν ὑμῖν ἀργὸς ἔστω· μήτηρ γὰρ τῆς ἐνδείας ἡ ἀργία. ταῦτα οὐκ ἐπιτάττω ὡς ὤν τι, εἰ καὶ δέδεμαι, ἀλλ' ὡς ἀδελφὸς ὑπομιμνήσκω. εἴη κύριος μεθ' ὑμῶν. Ὀναίμην ὑμῶν τῶν προσευχῶν· προσεύχεσθε, ἵνα Ἰησοῦ ἐπιτύχω. παρατίθεμαι ὑμῖν τὴν ἐν Ἀντιοχείᾳ ἐκκλησίαν. ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας καὶ Πολύκαρπος ὁ ἄνθρωπος θεοῦ, ᾧ καὶ παραθήσομαι τὴν ἐκκλησίαν τῆς Συρίας. ἀσπάζεται ὑμᾶς ἡ ἐκκλησία Φιλιππησίων, ὅθεν καὶ γράφω ὑμῖν. ἀσπάζεται ὑμᾶς Φίλων ὁ διάκονος ὑμῶν, ᾧ καὶ ἐγὼ εὐχαριστῶ σπουδαίως ὑπηρετοῦντί μοι ἐν πᾶσιν. ἀσπάζεται ὑμᾶς Ἀγαθόπους ὁ διάκονος, ὃς ἐκ Συρίας ἀκολουθεῖ μοι ἐν Χριστῷ. ἀσπάσασθε ἀλλήλους ἐν ἁγίῳ φιλήματι. ἀσπάζομαι πάντας καὶ πάσας τοὺς ἐν Χριστῷ. ἔρρωσθε σώματι καὶ ψυχῇ καὶ πνεύματι, καὶ ἐμοῦ μὴ ἐπιλάθησθε. ὁ κύριος μεθ' ὑμῶν.