1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

27

καταλύσαντος, εἰς ἐκεῖνον αὐτὸν τελεῖν ποιεῖ τὸν χορόν. Τοῦτο καὶ σὺ ποίησον, ἀγαπητὲ, καὶ ζώντων καὶ τελευτώντων τῶν ἐχθρῶν τοὺς παῖδας θεραπεύων· ζώντων μὲν, ἵνα τῷ τρόπῳ τούτῳ καταλλάξῃς αὐτῶν τοὺς πατέρας· ἀπελθόντων δὲ τοὺς παῖδας θεραπεύων, ἵνα παρὰ τοῦ Θεοῦ πολλὴν ἐπισπάσῃ τὴν εὔνοιαν, καὶ μυρίους ἀναδήσῃ στεφάνους, καὶ μυρίας δέξῃ παρὰ πάντων εὐχὰς, οὐχὶ τῶν εὖ πασχόντων μόνον, ἀλλὰ καὶ τῶν ὁρώντων. Τοῦτό σοι κατ' ἐκείνην προστήσεται τὴν ἡμέραν, καὶ μεγάλοι συνήγοροί σου εἰ εὐεργετηθέντες ἐχθροὶ κατὰ τὸν καιρὸν τῆς κρίσεως ἔσονται, καὶ πολλὰ διαλύσῃ τῶν ἁμαρτημάτων, καὶ ἀπαιτήσεις τὸν μισθόν. Κἂν μυρία πεπλημμεληκὼς ᾖς, τὴν εὐχὴν ἐκείνην προτεινόμενος τὴν λέγουσαν, Ἄφετε τοῖς ἐχθροῖς ὑμῶν, καὶ ὁ Πατὴρ ὑμῶν ἀφήσει ὑμῖν τὰ παραπτώματα ὑμῶν, μετὰ πολλῆς τῆς παῤῥησίας τὴν ἄφεσιν λήψῃ τῶν ἡμαρτημένων ἁπάντων, καὶ ἐνταῦθα δὲ μετὰ χρηστῆς βιώσῃ τῆς ἐλπίδος, καὶ πάντας ἕξεις εὐνοϊκῶς πρὸς σὲ διακειμένους. Οἱ γὰρ ὁρῶντες ὅτι τοὺς ἐχθροὺς καὶ τοὺς ἐκείνων παῖδας οὕτω φιλεῖς, πῶς οὐχ αἱρήσονται φίλοι γενέσθαι καὶ ἐπιτήδειοι, καὶ πάνθ' ὑπὲρ σοῦ καὶ ποιῆσαι καὶ παθεῖν; Ὅταν οὖν τοσαύτης μὲν παρὰ τοῦ Θεοῦ τῆς εὐνοίας ἀπολαύῃς, οὕτω δὲ πάντας ἔχῃς τἀγαθά σοι συνευχομένους ἅπαντα, τίνος αἰσθήσῃ λυπηροῦ, τίνων δ' οὐ βιώσεις μακαριώτερον βίον; Ταῦτα μὴ ἐνταῦθα θαυμάζωμεν μόνον, ἀλλὰ καὶ ἐξελθόντες φυλάττωμεν, καὶ περιελθόντες, καὶ διερευνησάμενοι τοὺς ἐχθροὺς ἕκαστος τοὺς ἑαυτοῦ, καταλλάξωμεν ἡμῖν ἑαυτοῖς, καὶ φίλους ποιήσωμεν γνησίους. Κἂν ἀπολογήσασθαι δέῃ, καὶ συγγνώμην αἰτῆσαι παρ' ἐκείνων, μὴ παραιτώμεθα, κἂν αὐτοὶ ὦμεν ἠδικημένοι. Οὕτω μείζων ἡμῖν ὁ μισθὸς, οὕτω πλείων ἡ παῤῥησία, οὕτω τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτευξόμεθα πάντως, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.