1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

27

τελοῦντες καὶ οἱ τελούμενοι, καὶ ἐξιστάμενοι ἑαυτῶν, κατέτεμνον ἑαυτοὺς ὑπὸ ξιφῶν, μὴ αἰσθανόμενοι ὅτι τέμνουσιν ἑαυτούς. καὶ ἄλλοι δέ τινες ηὔλουν, καταθέλγοντες αὐτοὺς καὶ παρεγείροντες περὶ τὴν ἐκτομήν. ἄχρι δὲ τοῦ παρόντος τινὲς περὶ τὰ ὀρεινὰ τῆς Καρίας Ἕλληνες ἀλόγιστοι κατατέμνουσιν ἑαυτούς, τῷ παλαιῷ ἔθει τούτῳ κρατούμενοι. 39.3 Οὐδὲ κόρη τις ἡμῖν ἁρπάζεται. καὶ αὕτη ἡ ἱστορία κεῖται ἐν τοῖς Στηλιτευτικοῖς. ἔστι δὲ αὕτη. Ἡ ∆ημήτηρ θεὸς εἶναι λεγομένη τίκτει θυγατέρα ἀπὸ τοῦ ∆ιός, ἥντινα ἐκάλουν καὶ Κόρην καὶ Περσεφόνην. ταύτης ἐράσθη ὁ Πλούτων, καὶ ἐρασθεὶς ἥρπασε, καὶ κατῆλθεν ἐν τῷ Ἅιδῃ. ἡ οὖν ∆ημήτηρ περιῄει ζητοῦσα τὴν Κόρην, καὶ πολλὰ πλανηθεῖσα ἦλθεν ἐν τῇ Ἀττικῇ. ἐλθοῦσα δὲ τὸν μὲν τόπον ἐν ᾧ ἦλθεν ἐκάλεσεν Ἐλευσῖνα παρὰ τὸ ἐληλυθέναι, ἔμαθε δὲ παρὰ τοῦ Κελεοῦ καὶ τοῦ Τριπτολέμου ὅτι ἡ Κόρη ἡρπάγη παρὰ τοῦ Πλούτωνος καὶ ἔστιν ἐν τῇ Ἅιδῃ. μαθοῦσα οὖν ἡ θεὸς ταῦτα, ἔληξε τῆς πλάνης. ἀμειβομένη δὲ τοὺς ἄνδρας ὑπὲρ τῆς χάριτος ταύτης, δέδωκεν αὐτοῖς τὰ σπέρματα, τὸν σῖτον καὶ τὴν κριθὴν καὶ τὰ ὄσπρεα. λέγεται γὰρ τῶν σπερματικῶν καρπῶν εἶναι ἔφορος ἡ ∆ημήτηρ. δοῦσα δὲ τὰ σπέρματα, δέδωκε καὶ δράκοντας καὶ ἅρματα πτερωτὰ πρὸς τὸ περιελθεῖν καὶ δοῦναι πᾶσι τὸν σῖτον καὶ τὴν κριθήν. οὔπω γὰρ ᾔδεισαν οἱ ἄνθρωποι ἐσθίειν ἄρτον ἢ χρῆσθαι σίτῳ, ἀλλὰ νομαδικὸν βίον ἔζων. οὐ μόνον δὲ τὸν σῖτον ἀλλὰ καὶ πάντας τοὺς σπερματικοὺς καρποὺς δέδωκε, καὶ τὰ μυστήρια ἐτέλεσεν αὐτούς, καὶ ἔδειξε πῶς δεῖ τελεῖν καὶ τελεῖσθαι. νύκτωρ δὲ ἐγίνετο ἡ τελετὴ ἐν τῇ Ἐλευσῖνι. ἱερὸν γὰρ ἐκτίσθη ἐκεῖσε ταύτης τῆς ∆ήμητρος. Εἶπε δὲ Τὰ μὲν εὖ ποιεῖν, τὰ δὲ εὖ πάσχειν, διὰ τὸ καὶ τὴν ∆ημήτραν παθεῖν εὖ ἐν τῷ ἀκοῦσαι περὶ τῆς θυγατρὸς καὶ λῆξαι τῆς πλάνης, καὶ ταύτην δὲ εὖ ποιῆσαι τοὺς περὶ τὸν Κελεὸν τῷ δοῦναι τὰ σπέρματα καὶ τελέσαι τὰ μυστήρια. τὸ δὲ Οἶδεν Ἐλευσὶς ταῦτα περὶ τῆς κώμης λέγει, ἐν ᾗ ἐλθοῦσα ἡ ∆ημήτηρ ἐποίησε τὰ μυστήρια. εἶπε δὲ Τῶν σιωπωμένων καὶ σιωπῆς ὄντως ἀξίων διὰ τὸ νόμον εἶναι τὸν κελεύοντα μηδένα τῶν τελεσθέντων καὶ μυηθέντων τὰ μυστήρια δημοσιεύειν τὴν τελετήν, ἀλλὰ σιωπῇ κατέχειν καὶ μὴ ἐκφέρειν εἰς τοὺς ἀμυήτους. 39.4 Οὐδὲ ∆ιόνυσος ταῦτα καὶ μηρὸς ὠδίνων. Σεμέλη θυγάτηρ γέγονε Κάδμου τοῦ Θηβῶν βασιλέως. ταύτης ἠράσθη ὁ Ζεὺς καὶ συνεγένετο αὐτῇ, καὶ εἰς ζῆλον καὶ φθόνον ἐκίνησεν Ἥραν τὴν γυναῖκα αὐτοῦ. ζηλοτυπήσασα οὖν ἡ Ἥρα ἀπέρχεται πρὸς τὴν Σεμέλην καὶ λέγει αὐτῇ ὅτι Ἠπάτησαι τὸ ὅλον, οὐδὲ γὰρ ὁ Ζεύς ἐστιν ὁ συγγινόμενός σοι. ἐμοὶ γάρ, φησίν, ὅτε συγγίνεται, μετὰ ἀστραπῶν καὶ κεραυνῶν συγγίνεται. ἐὰν οὖν ἔλθῃ πρός σε ὁ Ζεύς, εἶπε αὐτῷ ὅτι Ὡς συγγίνῃ τῇ Ἥρᾳ, οὕτως σύνελθέ μοι. καὶ εἰ μὲν συγγίνεταί σοι μετὰ βροντῶν καὶ κεραυνῶν, τῷ ὄντι ὁ Ζεύς σοι συγγίνεται· εἰ δὲ ἄλλως πως, οὐκ ἔστιν ὁ Ζεύς. ταῦτα ὑποθεμένης τῆς Ἥρας, ἐλθόντος τοῦ ∆ιὸς πρὸς τὴν Σεμέλην, ᾐτήθη παρ' αὐτῆς συγγενέσθαι αὐτῇ ὡς τῇ Ἥρᾳ συγγίνεται. εἶτα, συγγενομένου αὐτῇ μετὰ κεραυνῶν, μὴ ἐνεγκοῦσα ἡ Σεμέλη τοὺς κεραυνοὺς ἀπέθανεν. ὁ οὖν Ζεὺς θᾶττον τὸ ἔμβρυον ὃ ἦν ἐν τῇ Σεμέλῃ λαβών, ἔβαλεν εἰς τὸν μηρὸν καὶ ἔρραψεν ἕως οὗ γένηται τῶν ἐννέα μηνῶν. ἦν δὲ οὗτος ὁ ∆ιόνυσος. ἀτελὲς οὖν κύημα λέγει τὸ ἔμβρυον τοῦτο τὸ βληθὲν εἰς τὸν μηρόν. ὠδίνοντα δὲ μηρὸν λέγει ὅτι ἐκύησεν αὐτὸν ὁ μηρὸς τοῦ ∆ιός. Θεὸν δὲ ἀνδρόγυνον καλεῖ τὸν ∆ιόνυσον αὐτὸν ὡς ποτὲ μὲν γυναικιζόμενον, ποτὲ δὲ ἀνδριζόμενον. χορὸν δὲ μεθυόντων λέγει τοὺς Σατύρους καὶ τὰς Βάκχας καὶ τοὺς Σειληνούς. δαίμονες δὲ οὗτοι, ὀπαδοὶ καὶ ὁμοκέλευθοι τοῦ ∆ιονύσου. αὐτοὺς δὲ τούτους λέγει καὶ στρατὸν ἔκλυτον τοὺς δαίμονας· ἔκλυτον δὲ αὐτὸν καλεῖ διὰ τὴν μέθην. ἐπειδὴ γὰρ τοῦ οἴνου ἔφορος ὁ ∆ιόνυσος, εἰκότως τοὺς σὺν αὐτῷ δαίμονας μεθυστὰς εἰσάγουσιν. τὸ δὲ Θηβαίων ἄνοια τοῦτον τιμῶσα, ὅτι Θηβαῖος ἦν τὸ γένος ὁ ∆ιόνυσος, ὡς ἐκ τῆς Σεμέλης γεννηθείς· εἴπομεν γὰρ ὅτι Σεμέλη θυγάτηρ ἦν Κάδμου τοῦ Θηβαίου. ἄνοιαν δὲ καλῶς εἶπεν Θηβαίων, ἐπειδὴ ἐπὶ μωρίᾳ διαβάλλονται οἱ Θηβαῖοι, καὶ ἔστι παροιμία ἡ λέγουσα, Ἡ Βοιωτία ὗς. διὰ