170 Ps 101,3 Ὅμοιον δυνάμει τὸ λεγόμενον τῇ Σαλομῶνος εὐχῇ
291 Ps 140,2 Εἰ πρωῒ τὸν ἐπιόντα βίον συνίεμεν τὸν ἐν ἀναπαύσει καὶ δόξῃ
δὲ παιδεύσεως τὸ τέλος ἡ πρὸς τὸ ὀρθὸν τοῦ ἀνθρώπου κατόρθωσις ἐν ἡγεμονίᾳ πνεύματος, ὑπακοῇ δὲ σαρκός. διὰ τοῦτο τῶν τε ἡδέων τὰς χορηγίας ὑπερετίθετο παιδεύων τὴν τούτων ἐπιθυμίαν ὑποτετάχθαι τῇ κατὰ βούλησιν θεοῦ διανοίᾳ, καὶ ἐπὶ κινδύνους ἦγε διαγυμνάζων ὑπομένειν τὰ ἄλλως φευκτὰ δι' ἐλπίδα τὴν πρὸς θεὸν ἣ προσήκει τοῖς ὀρθῶς διανοουμένοις. καὶ ἐπείπερ ἄνθρωποι σαρκικώτεροι τῇ νῦν καταστάσει, τὰ μὲν πρῶτα καὶ ἀνίει τῆς δίκης τοὺς ἀπειθεῖς καὶ μικροψύχους, ὕστερον δὲ πρὸς ἐπιστροφὴν ἐκόλαζεν. ἐπεὶ γοῦν τῆς ἐρυθρᾶς θαλάσσης δειλιῶντας καὶ ἀντιλέγοντας μὴ κολάσας, ἐπὶ τῇ ἐπηγγελμένῃ γῇ κολάζει τοὺς μὴ θαρρήσαντας ἐπὶ ταύτην ἀκολουθεῖν αὐτῷ. ἀπιστίας γὰρ ἦν προφανῶς τεκμήριον. τοὺς γὰρ τοσούτων καὶ τοιούτων θαυμάτων αὐτόπτας θαρρεῖν εἰς ἅπαντα δίκαιον ἦν τῇ τοῦ σεσωκότος δυνάμει. καὶ μὴν ἐπεὶ τῆς μοσχοποιΐας καίτοι δυσσεβεστέρας οὔσης ἐλαττόνως τιμωρησάμενος ἐν μερικοῖς, θανάτῳ τοῦ λαοῦ χαλεπώτερον ἐκόλασεν ἐν τῇ παντὸς τοῦ τότε λαοῦ ἀπειθείᾳ τῇ περὶ καθέξεως τῆς γῆς, ὅτι διὰ τῆς προτέρας δίκης οὐκ ἐσωφρονίσθησαν καὶ τῷ πειράζειν θεὸν ἐπὶ πλεῖστον ὑπέμειναν. 192 Ps 105,28 Οὐ τὸ τῆς εἰδωλολατρείας αἴτιον εἶπεν ὅπερ ἦν ἡ πορνεία εἰς κοινωνίαν τοῦ σεβάσματος αὐτοὺς ἐπαγομένη (ἦν γὰρ τοῦτο τῇ γαστριμαργίᾳ συναφές), ἀλλὰ τὸ ἀποτέλεσμα κατηγορεῖ οὗ χάριν καὶ τὴν ἐπιμιξίαν τῶν ἀλλοφύλων γυναικῶν ἀπεῖπεν ὁ νόμος, ὡς μὴ τῇ συμπαθείᾳ τῶν γυναικῶν εἰς κοινωνίαν τῆς ἀσεβείας ὑπάγοιντο, ὃ δὴ καὶ γέγονεν. εἰς τοσοῦτον γὰρ αὐτοὺς ἀπονοίας προήγαγεν, ὡς μυεῖσθαι τὰ τοῦ Βεελφεγὼρ καὶ θυσίαις νεκρῶν τελουμέναις συμμολύνεσθαι. 193 Ps 105,46.47 Τὴν δι' ἐλέου τῶν αἰχμαλωτισάντων ἐπάνοδον οὐκ ἀσάλευτον ἐσομένην ἐν τούτῳ δείκνυσιν εὐχὴν ἐπαγαγὼν περὶ τῆς ἐξ ἐθνῶν ἐπισυνάξεως καὶ εἰς ταύτην καταλήξας, ἵνα τὴν βεβαίαν καὶ ἀμετακίνητον εὕρωνται τὴν παρ' αὐτοῦ τοῦ θεοῦ σωτηρίαν καὶ διὰ παντὸς εὐχαριστῶσι τῷ σεσωκότι καὶ τὴν ἐν θεῷ καύχησιν ἔχωσι. καὶ χρὴ τὸν ἔλεον ἐκδέχεσθαι τὸν μετὰ τὴν νῦν ἀπείθειαν, ὡς ὁ ἀπόστολός φησιν, ἵνα χορεύσωσι θεῷ πάσας τὰς ἡμέρας δεηθέντες, ὡς ὁ Ζαχαρίας προαγορεύει.
194 Ps 106,6-9 Περὶ τῶν Ἰουδαίων εἰρῆσθαι ταῦτά φησι πάλαι μὲν
ἐλευθερωθέντων ἐκ τῆς ἐν Αἰγύπτῳ διαγωγῆς ἐκ τοῦ κεκραγέναι πρὸς κύριον, νυνὶ δὲ τὸ αὐτὸ πεισομένων καὶ τῆς παντοδαπῆς πλάνης ἀπαλλαττομένων, εἰ πρὸς κύριον κεκράξοιντο καὶ τῆς δι' αὐτοῦ τοῦ Χριστοῦ τελείας ἐλευθερίας ὀρεχθῶσι τυχεῖν. 195 Ps 106,10-12 Καὶ αὕτη περὶ τῶν αὐτῶν ἡ ἀλληγορία ὅθεν οὐχ ἥκιστα καὶ ἀλληγορ ούμενα ταῦτα φαίνεται. κυριολογούμενα γὰρ οὐ συνᾴδει τὸ τοὺς αὐτοὺς ἐν ἐρήμῳ πλανᾶσθαι καὶ ἐν σκοτεινῷ δεσμωτηρίῳ δεδέσθαι. δῆλος δὲ κατὰ τὸν Ἡσαΐαν ὁ λέγων τοῖς ἐν δεσμοῖς Ἐξέλθατε καὶ τοῖς ἐν τῷ σκότει Ἀνακαλύφθητε, περὶ οὗ καὶ Ζαχαρίας ὅτι Αἵματι διαθήκης αὐτοῦ ἐξαπέστειλε δεσμίους ἐκ λάκκου οὐκ ἔχοντος ὕδωρ. Χριστὸς οὖν παρὰ πατρὸς σωτὴρ καὶ πατὴρ διὰ Χριστοῦ. ὑπὸ θανάτου δὲ καλυπτόμενος τὰ νῦν ὁ Ἰσραὴλ καὶ ταπεινότητι δεδεμένος καὶ ἀνάγκῃ δουλείας. σκιὰ μὲν γὰρ τὸ καλύπτον, πενία δὲ ἡ ταπεινότης, σίδηρος δὲ ἡ ἀνάγκη. εἰς αὐτὸ δὲ τοῖς ἔθνεσι καθιστᾶσιν ἀποβληθέντες εἰς χώραν ἐθνῶν τῶν ἐξ ἀρχῆς πενήτων περὶ ὧν ὁ ΚΑ ψαλμὸς τὸ Φάγονται πένητες καὶ ἐμπλησθήσονται. 196 Ps 106,23-32 Πλάνην καὶ λιμὸν καὶ δίψαν καὶ σκότος καὶ δεσμοὺς ἀλληγορήσας τὰ Ἰουδαίων κακὰ χρῆται καὶ θαλαττίων νῦν ἀλληγορίᾳ, τὰς ἐν θαλάττῃ ταραχὰς καὶ τὰς ἐκ τούτων εἰς εὐδίαν μεταβολὰς καὶ ἄχρι λιμένος εὐδίου σωτηρίας εἰς ταὐτὸν ἄγων τοῖς τούτων πόνοις· καὶ τῇ διαδεξομένῃ τοὺς πόνους ἀναπαυλῇ οὐκ ἄνευ θεοῦ ταραχθεῖσαν εἰς κλύδωνα τὴν πάλαι γαλήνην αὐτῶν ἀλλὰ θείῳ προστάγματι δείκνυσιν, ὥσπερ καταιγίδα τοῦ προστάγματος ἐγείραντος καὶ τοῖς κύμασιν
28