28
ζωὴν ἀρθεὶς ἀφ' ἡμῶν οἴχεται, κίνδυνος δὲ οὐ μικρὸς μὴ πολλοὶ τῷ ἐρείσ ματι τούτῳ ὑπεξαιρεθέντι συγκαταπέσωσι καὶ τὰ σαθρά τινων φανερὰ γένηται. Κέκλεισται στόμα παρρησίας τε δικαίας καὶ λόγοις χάριτος ἐπ' οἰκοδομῇ τῆς ἀδελφότητος βρύον. Οἴχεται δὲ φρενὸς βουλεύματα τῆς ὄντως ἐν Θεῷ κινουμένης Ὢ ποσάκις μοι (κατηγορήσω γὰρ ἐμαυτοῦ) ἐπῆλθεν ἀγανακτῆσαι κατὰ τοῦ ἀνδρός, ὅτι, ὅλος γενό μενος τῆς ἐπιθυμίας τοῦ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, τὸ ἐπιμεῖναι ἐν τῇ σαρκὶ οὐ προετίμησε δι' ἡμᾶς. Πρὸς τίνα λοιπὸν τὰς φροντίδας τῶν ἐκκλησιαστικῶν ὑπερθώ μεθα; Τίνα κοινωνὸν τῶν λυπηρῶν λάβωμεν; Τίνα μερίτην τῆς εὐφροσύνης; Ὢ τῆς δεινῆς ὄντως καὶ σκυθρωπῆς ἐρημίας. Πῶς ἀκριβῶς ὡμοιώθημεν πελεκᾶνι ἐρημικῷ; Ἀλλὰ μὴν τά γε συναφθέντα μέλη τῆς Ἐκκλησίας, οἷον ὑπὸ ψυχῆς τινος, τῆς ἐκείνου προστασίας εἰς μίαν συμπά θειαν καὶ ἀκριβῆ κοινωνίαν συναρμοσθέντα, καὶ φυλάσσε ται διὰ τοῦ συνδέσμου τῆς εἰρήνης πρὸς τὴν πνευματικὴν ἁρμολογίαν παγίως καὶ φυλαχθήσεται εἰς ἀεί, τοῦτο τοῦ Θεοῦ χαριζομένου, ἑδραῖα μένειν καὶ ἀμετακίνητα τῆς μακαρίας ἐκείνης ψυχῆς τὰ ἔργα, ὅσα ἐνήθλησε ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ. Πλὴν ἀλλ' ὁ ἀγὼν οὐ μικρὸς μή τινες πάλιν ἔριδες καὶ διχοστασίαι, ἐπὶ τὴν ἐκλογὴν τοῦ μεταστάντος ἀναφυεῖσαι, πάντα ὁμοῦ τὸν κόπον ἐκ τῆς τυχούσης ἔριδος ἀνατρέψωσιν.
30.τ ΕΥΣΕΒΙΩ ΕΠΙΣΚΟΠΩ ΣΑΜΟΣΑΤΩΝ
30.1 Εἰ πάσας ἐφεξῆς γράφοιμι τὰς αἰτίας ὑφ' ὧν μέχρι τοῦ παρόντος
κατεσχέθην, καὶ πάνυ ὡρμημένος πρὸς τὴν σὴν θεοσέβειαν, ἱστορίας ἂν μῆκος ἀπέραντον ἐκπληρώ σαιμι. Νόσους μὲν ἐπαλλήλους καὶ χειμῶνος ἐπάχθειαν καὶ πραγμάτων συνοχὴν παρίημι λέγειν, γνώριμα ὄντα καὶ ἤδη προδεδηλωμένα τῇ τελειότητί σου. Νῦν δὲ καὶ ἣν μόνην εἶχον τοῦ βίου παραμυθίαν τὴν μητέρα, καὶ ταύτην ἀφῃρέθην ὑπὸ τῶν ἁμαρτιῶν. Καὶ μὴ καταγελάσῃς μου ὡς ἐν τούτῳ τῆς ἡλικίας ὀρφανίαν ὀδυρομένου, ἀλλὰ σύγ γνωθί μοι ψυχῆς χωρισμὸν ἀνεκτῶς μὴ φέροντι, ἧς οὐδὲν ἀντάξιον ἐν τοῖς λειπομένοις ὁρῶ. Πάλιν οὖν μοι ὑπέσ τρεψε τὰ ἀρρωστήματα καὶ πάλιν ἐπὶ κλίνης κατάκειμαι, ἐπὶ μικρᾶς παντελῶς τῆς δυνάμεως σαλεύων καὶ μόνον οὐχὶ ἐφ' ἑκάστης ὥρας τὸ ἀναγκαῖον πέρας τῆς ζωῆς ἐκδεχόμενος. Αἱ δὲ Ἐκκλησίαι σχεδόν τι παραπλησίως τῷ σώματί μου διάκεινται, ἀγαθῆς μὲν ἐλπίδος οὐδεμιᾶς ὑποφαινομένης, ἀεὶ δὲ πρὸς τὸ χεῖρον τῶν πραγμάτων ὑπορρεόντων. Τέως δὲ ἡ Νεοκαισάρεια καὶ ἡ Ἄγκυρα ἔδοξαν ἔχειν διαδόχους τῶν ἀπελθόντων, καὶ μέχρι τοῦ νῦν ἡσυχάζουσιν. Ἀλλ' οὐδὲ ἡμῖν οἱ ἐπιβουλεύοντες ποιῆσαί τι τοῦ θυμοῦ καὶ τῆς πικρίας ἄξιον μέχρι τοῦ παρόντος συνεχωρήθησαν. Καὶ τούτου τὴν αἰτίαν ταῖς σαῖς ὑπὲρ τῶν Ἐκκλησιῶν πρεσβείαις προδήλως ἡμεῖς ἀνατίθεμεν. Ὥστε μὴ ἀποκάμῃς προσευχόμενος ὑπὲρ τῶν Ἐκκλησιῶν καὶ δυσωπῶν τὸν Θεόν. Τοὺς καταξιωθέντας ἐξυπηρετεῖσθαι τῇ ὁσιότητί σου πάμπολλα πρόσειπε.
31.τ ΕΥΣΕΒΩΝΑ ΕΠΙΣΚΟΠΩ
31.1 Οὔπω ἡμᾶς ὁ λιμὸς ἀνῆκε, διόπερ ἀναγκαία ἡμῖν ἐστιν ἡ ἐπὶ τῆς πόλεως
διαγωγή, ἢ οἰκονομίας ἕνεκεν, ἢ συμπα θείας τῶν θλιβομένων. Ὅθεν οὐδὲ νῦν ἠδυνήθην κοινω νῆσαι τῆς ὁδοῦ τῷ αἰδεσιμωτάτῳ ἀδελφῷ Ὑπατίῳ, ὃν οὐκ αὐτὸ δὴ τοῦτο εὐφημίας ἕνεκεν ἀδελφὸν ἔχω προσαγο ρεύειν, ἀλλὰ διὰ τὴν ὑποῦσαν ἡμῖν ἐκ φύσεως οἰκειότητα. Αἵματος γάρ ἐσμεν τοῦ αὐτοῦ. Ὃς ὁποῖα μὲν κάμνει οὐδὲ τὴν σὴν ἔλαθε τιμιότητα. Λυπεῖ δὲ ἡμᾶς ὅτι πᾶσα παρα μυθίας ἐλπὶς ἐπ' αὐτῷ περικέκοπται, τῶν ἐχόντων τὰ τῆς ἰάσεως χαρίσματα οὐδὲν ἐπ' αὐτοῦ τῶν συνήθων