Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
βουλήσεως ἢ ἀβουλησίας, οὕτω καὶ Θεὸς ἐργάζεται μὲν βουλήσει τὰ ἐκτὸς, ἐγέννησε δὲ ἀχρόνως τὸν Υἱὸν ἐξ ἑαυτοῦ, οὐδένα τόπον ἐχούσης ἐν τούτῳ βουλήσεως καὶ ἀβουλησίας, εἰ καὶ οὐκ ἀθέλητός ἐστιν. Ὁ γὰρ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, ὡς γέγραπται. ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν Εὐνομίου. Εἰ μὴ βουλήσει, φησὶν, ἐγέννησε τὸν Υἱὸν ὁ Πατὴρ, ἔχει δὲ αὐτὸν ἐκ φύσεως, δηλονότι καὶ τὴν περὶ αὐτὸν γνῶσιν οὐκ ἔχων αὐτὸς, ἔχει πάλιν αὐτὴν ἀπὸ τῆς φύσεως. Ἔμαθεν οὖν ὅτι καὶ Υἱὸς αὐτοῦ ἔσται, καὶ συνδημιουργήσει τὰ πάντα· καὶ ἐπισυμβέβηκε τῷ Πατρὶ ἡ περὶ Υἱοῦ γνῶσις ἐκ τῆς οἰκείας διδασκομένη φύσεως. Εἰ δὲ τοῦτο ἄτοπον, βουλήσει ἄρα, εἰδὼς ὅτι ἔσται, προέβαλεν αὐτὸν, καὶ προτρέχει πάντως τῆς γεννήσεως ἡ βούλησις. Πρὸς τοῦτο λύσις. Ὡς ἡμῶν ὁμολογούντων, ὅτι πρῶτον ἐδιδάχθη τίς ἔσται ὁ Υἱὸς, εἶθ' οὕτως γεγέννηκεν αὐτὸν ὁ Πατὴρ, κατασκευάσει τὴν πρότασιν ὁ περὶ ταῦτα δεινὸς, οὐκ εἰδὼς ὅτι, διαστήματος οὐδενὸς ὄντος μεταξὺ τοῦ μεσολαβοῦντος τὸ εἶναι τοῦ Πατρὸς καὶ τὴν γέννησιν τοῦ Υἱοῦ, ἡ περὶ αὐτοῦ πρόγνωσις οὐκ ἔχει τόπον. Εἰ γὰρ προεβουλεύσατο, καὶ προεδιδάχθη, ἐν χρόνῳ δὲ πάντως ταῦτα ἐγίνετο, κάτω χρόνων ὁ Υἱός. Εἰ δὲ αὐτός ἐστιν ὁ τῶν χρόνων ποιητὴς, τί μάτην τῆς θείας φύσεως καταφλυαρεῖ, διδασκομένην αὐτὴν εἰσφέρων ἀπὸ τῆς φύσεως, ὡς αὐτός φησι, τὰ ἐσόμενα, καὶ πλέον οὐδὲν ἀνθρώπῳ διδοὺς ἢ τῷ ὑπὲρ πάντας ὄντι Θεῷ; Ἄνω τοίνυν κειμένης αἰώνων καὶ χρόνων τῆς γεννήσεως τοῦ Υἱοῦ, δύσφημόν τε καὶ ἀμαθὲς εἰκότως ἂν εἴη τὸ λέγειν προβουλεύεσθαί τι, ἢ προδιδάσκεσθαι τὸν Πατέρα περὶ αὐτοῦ. Τέλειος γὰρ καὶ ἐν τῷ πάντα εἰδέναι ὁ Πατὴρ, καὶ τόπον οὐδένα πρὸ Υἱοῦ ἡ περὶ αὐτοῦ βούλησις ἔχει. ΑΛΛΟ. Εἰ οἶδεν ἑαυτὸν ἀεὶ ὄντα Πατέρα ὁ Πατὴρ, ἔχει πάντως καὶ ἐν ἑαυτῷ τοῦ Υἱοῦ τὴν γνῶσιν. Ἐν γὰρ τῷ εἰδέναι ὅπερ ἐστὶν αὐτὸς, καὶ τῆς υἱότητος τὴν γνῶσιν φορεῖ· Πατὴρ γὰρ ὡς πρὸς Υἱὸν ἔστι τε καὶ ὀνομάζεται. Καὶ πάλιν ἐκ τῶν ἐναντίων· Οἶδεν ὁ Υἱὸς τὸν Πατέρα, εἰδὼς ὅπερ ἐστὶν αὐτός. Ἀπὸ γὰρ τῆς υἱότητος ἡ πατρότης νοεῖται· καὶ τὸ ἀντίστροφον, ἐκ τῆς πατρότητος ἡ υἱότης· ἦν οὖν ἀεὶ Πατὴρ ὁ Θεὸς, ἦν ἄρα καὶ ὁ Υἱός. ∆ύσφημον δὲ τὸ λέγειν μὴ εἰδέναι τὸν Πατέρα ἐξ ἑαυτοῦ τὸν Υἱὸν, διδάσκεσθαι δὲ ἀπὸ τῆς φύσεως, ἑκάστου δηλαδὴ ἀφ' ὧν ἐστιν αὐτὸς τὴν τοῦ ἑτέρου γνῶσιν ἔχοντος. Ἄλλως τε ἕτερον οὐκ ἂν εἴη φύσις Θεοῦ παρ' αὐτόν· ἁπλοῦς γὰρ καὶ ἀσύνθετος. 75.100 ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν Εὐνομίου. Θελήσει, φησὶν, ἤτοι κρίσει τὸν Υἱὸν γεγέννηκεν ἄρα ὁ Πατὴρ, ἢ κατὰ φύσιν. Εἰ μὲν οὖν κατὰ φύσιν μόνον, οὐκ ἔτι δὲ κατὰ θέλησιν ἢ κρίσιν, ἀθελήτως ἐστὶ καὶ ἀκρίτως γεννηθείς. Εἰ δὲ τὸ συναμφότερον, σύνθετον ποιεῖτε τὸν Θεὸν, καὶ κρίσιν αὐτῷ καὶ φύσιν διδόντες. Πῶς γὰρ ὁ ἐκ τούτων συγκείμενος ἁπλοῦς ἔσται; Πρὸς τοῦτο λύσις. Ἄνω μὲν κρίσεως καὶ βουλήσεως ἡ τοῦ Υἱοῦ κεῖται γέννησις. Τὸ γὰρ βούλεσθαι καὶ κρίνειν ἐν χρόνῳ πάντως ἐστί· χρόνων δὲ ποιητὴς ὁ Υἱός. Πῶς οὖν ἔσται τὸ ποίημα πρὸ τοῦ ποιητοῦ; Εἰ δὲ σύνθετον οἴεσθε γίνεσθαι Θεὸν διὰ τὸ φύσιν ἔχειν καὶ κρίσιν, ἤτοι θέλησιν, ὁρᾶτε καὶ τοῦτο· Ἔχει τὸ γεννᾷν ὁ Πατὴρ φυσικῶς, ἔχει καὶ τὸ κτίζειν δι' Υἱοῦ δημιουργικῶς, καὶ οὐ παρὰ τοῦτο σύνθετός ἐστι· μιᾶς γὰρ φύσεως τὰ τοιαῦτα καρπός. Ὁ δὲ αὐτὸς κρατήσει λόγος ἐπί τε τοῦ ἀγαθοῦ καὶ ἀφθάρτου καὶ ἀοράτου, καὶ ὅσα πρόσεστι τῇ θείᾳ φύσει. ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν Εὐνομίου. Εἴπατε, φησὶν, ἡμῖν, οἱ ἀπαύγασμα λέγοντες εἶναι τοῦ Πατρὸς τὸν Υἱὸν, τί ποτε ἄρα λογίζεσθε. Ὁ δὲ τῆς ἐρωτήσεως τρόπος, οὗτος· Τὸ φῶς ἤτοι τὸ πῦρ, φέρε εἰπεῖν, ἐν λύχνῳ κείμενον φωτίζει τὰ ἐκτὸς, ἀλλ' αὐτὸ μὲν οὐ πάντα πληροῖ, κεῖται δὲ ἐν τόπῳ, καὶ περὶ τὰ ἐκτὸς, καθάπερ εἴπομεν, ὁ ἐξ αὐτοῦ φωτισμὸς γίγνεται. Εἰ τοίνυν φῶς μὲν εἶναί φατε τὸν Πατέρα, ἐκ φωτὸς δὲ ἀπαύγασμα τὸν Υἱὸν, ἀνάγκη λέγειν τοῦ Πατρὸς τὴν οὐσίαν μὴ δύνασθαι τὰ πάντα πληροῦν, ἵνα τόπον ἔχοι καὶ χωρῆσαί ποι δύναιτο τὸ ἐξ αὐτοῦ πεμπόμενον ἀπαύγασμα. Εἰ δὲ πάντα πληροῖ ὁ Πατὴρ, ποῦ χωρήσει τοῦ γεννήματος ἡ οὐσία, Πρὸς ταῦτα λύσις. Εἰ μὲν ἐν τόπῳ τίθησι τὸν Πατέρα, καὶ καθάπερ τι σῶμα χωρεῖσθαι βούλεται, ζητείτω