διὰ πλοῦτον, Προαιρεσίῳ δὲ ὁ λόγος ἤρκει μόνος, ὥσπερ ὁ Ὁμηρικὸς Ἑρμῆς ἐπὶ τὴν σκηνὴν τὴν Ἀχιλ10.3.17 λέος κἀν τοῖς πολεμίοις παραπέμπων τὸν Πρίαμον. συνῆν δέ τις αὐτῷ καὶ ἀγαθὴ τύχη νεώτερον ἀνθύπατον κατὰ φήμην ἀγανακτοῦντα ἐπὶ τοῖς γινομένοις ἐπιστήσασα τοῖς πράγ10.4.1 μασιν. καὶ ὁ μέν, οὕτω βασιλέως ἐπιτρέψαντος, καὶ μεταπεσόντος ὀστράκου, κατῄει τὸ δεύτερον εἰς τὰς Ἀθήνας, οἱ δὲ ἐχθροί, τὸ δεύτερον αὖθις ἑλιχθέντες καὶ συσπειρασάμενοι καθ' ἑαυτούς, ἀνίσταντο καὶ πρὸς τὸ μέλλον ἑτέρας 10.4.2 ἐξηρτύοντο μηχανάς. καὶ οἱ μὲν ἐν τούτοις ἦσαν· προηγουμένων δὲ τῶν εὐτρεπιζόντων τὴν κάθοδον, κατελθὼν ὁ Προαιρέσιος (ταῦτα δὲ ἀκριβῶς ὁ Λυδὸς παρὼν Τουσκιανὸς ἐξήγγελλεν, ὃς Προαιρέσιος ἂν ἦν, εἰ μὴ Προαιρέσιος ἦν), κατελθὼν δέ, ὅμως, εὑρίσκει μέν, ὥσπερ τις Ὀδυσσεὺς διὰ μακροῦ παραγενόμενος, ὀλίγους τῶν ἑταίρων, ἐν οἷς καὶ ὁ Τουσκιανὸς ἦν, ὑγιαίνοντας, καί, ἐπὶ τῷ ἀπίστῳ τοῦ 10.4.3 θαύματος, τοὺς πρὸς ἐκεῖνον βλέποντας· εὑρὼν δέ, καὶ πληρωθεὶς ἀγαθῶν ἐλπίδων "περιμένετε," φησί, "τὸν ἀνθύπατον"· ὁ δὲ θᾶττον ἦλθεν ἐλπίδος. ἀφικόμενος δὲ Ἀθήναζε, 10.4.4 συνεκάλει τε τοὺς σοφιστάς, καὶ διετάραττεν ἅπαντα. οἱ δὲ μόλις μὲν καὶ βάδην συνῄεσαν. ἀνάγκης δὲ καλούσης, προβλήματά τε αὐτοῖς προεβλήθη, καὶ κατὰ δύναμιν αὐτῶν ἕκαστος ἐνεχθέντες, ἐκ παρακλήσεως καὶ παρασκευῆς τῶν κρότων συντελουμένων, ἀπηλλάγησαν, καὶ τοὺς Προαι10.4.5 ρεσίου φίλους εἶχεν ἀθυμία. ὁ δὲ ἀνθύπατος αὐτοὺς τὸ δεύτερον ὡς ἐπὶ τιμαῖς συγκαλέσας, ἅπαντας κατασχεθῆναι κελεύει, καὶ τὸν Προαιρέσιον ἐξαπιναίως εἰσκαλεῖ. οἱ δὲ παρ10.4.6 ῆσαν ἀγνοοῦντες τὰ μέλλοντα. ὁ δὲ ἀνθύπατος "βούλομαι" ἀνέκραγε, "πᾶσιν ὑμῖν ἓν ζήτημα προβαλών, πάντων ὑμῶν ἀκροάσασθαι σήμερον· ἐρεῖ δὲ μεθ' ὑμᾶς, ἢ ὅπως ἂν 10.4.7 βούλησθε, καὶ Προαιρέσιος." τῶν δὲ τὸ πρᾶγμα φανερῶς παραιτησαμένων, καὶ τὰ Ἀριστείδου μετὰ πολλῆς σκέψεως καὶ πόνου (ἔδει γὰρ μηδὲν ἴδιον αὐτοὺς λέγειν), προενεγκόντων δὲ ὅμως ὡς οὐκ εἰσὶ τῶν ἐμούντων ἀλλὰ τῶν ἀκριβούντων, τὸ δεύτερον ἐμβοήσας ὁ ἀνθύπατος "λέγε," φησίν 10.4.8 "ὦ Προαιρέσιε." ὁ δὲ ἀπὸ τῆς καθέδρας εἰς προάγωνά τινα διαλεχθεὶς οὐκ ἀχαρίστως, καὶ τὸν σχέδιον ὅσος ἐστὶν ἐξάρας λόγον, ἀνέστη θαρραλέως ἐπὶ τὸν ἀγῶνα. ἐνταῦθα ὁ μὲν ἀνθύπατος ὅρον τινὰ προβαλεῖν ἕτοιμος ἦν, ὁ δὲ ἀν10.4.9 ενεγκὼν τὸ πρόσωπον, περιέβλεπε κύκλῳ τὸ θέατρον. ὡς δὲ πολὺ μὲν ἑώρα τὸ πολέμιον, τὸ δὲ φίλιον μικροῦ καὶ δια 10.4.10 λανθάνον, ἐγένετο μὲν κατὰ λόγον ἀθυμότερος· ζέοντος δὲ τοῦ συγχορεύοντος αὐτῷ δαίμονος, περισκοπῶν ἅπαντα, συγκεκαλυμμένους ὁρᾷ περὶ τὴν ἐσχάτην ἄντυγα τοῦ θεάτρου δύο τινὰς ἄνδρας τῶν περὶ ῥητορικὴν τετριμμένων καὶ ὑφ' ὧν ἐπεπόνθει τὰ πλεῖστα τῶν κακῶν, καὶ ἀναβοήσας "ὦ θεοί," φησίν "ἐνταῦθα οἱ βέλτιστοι καὶ σοφοί. τούτους ἐμοὶ κέλευσον, ἀνθύπατε, προβαλεῖν· ἴσως γὰρ ὅτι ἠσέβη10.4.11 σαν πεισθήσονται." οἱ μὲν οὖν ταῦτα ἀκούσαντες, εἰς τὸν ὄχλον τε τῶν καθημένων κατεδύοντο, καὶ διαλανθάνειν 10.4.12 ἔσπευδον. ὁ δὲ ἀνθύπατος, διαπέμψας τινὰς τῶν στρατιωτῶν, εἰς μέσον αὐτοὺς περιήγαγε· καὶ καταστήσας ἔκ τινος προτροπῆς τὸ προβαλεῖν τὸν καλούμενον ὅρον, ὡς ἐκεῖνοι, βραχύν τινα χρόνον σκεψάμενοι καὶ πρὸς ἀλλήλους διαλεχθέντες, τὸν τραχύτατον ὧν ᾔδεσαν καὶ φαυλότατον ἐξήνεγκαν, ἰδιωτικὸν καὶ τοῦτον, καὶ οὐ βάσιμον ῥητορικῇ πομπείᾳ, ταυρηδὸν μὲν αὐτοὺς ὑπέβλεψε, πρὸς δὲ τὸν ἀνθύ10.4.13 πατον· "ἃ πρὸ τοῦ ἀγῶνος αἰτῶ δίκαια, ταῦτά σε ἱκετεύω δοῦναι"· τοῦ δὲ εἰπόντος ὡς οὐδενὸς ἀτυχήσει δικαίου, "ἀξιῶ" φησί "δοθῆναί μοι τοὺς ταχέως γράφοντας, καὶ στῆναι κατὰ τὸ μέσον οἳ καθ' ἡμέραν μὲν τὴν τῆς Θέμιδος γλῶτταν ἀποσημαίνονται, σήμερον δὲ τοῖς ἡμετέροις ὑπη10.5.1 ρετήσονται λόγοις." τοῦ δὲ παρελθεῖν τοὺς ἄκρους τῶν γραφέων ἐπιτρέψαντος, οἱ μὲν ἑκατέρωθεν ἔστησαν ἐς τὴν γραφὴν ἕτοιμοι, καὶ τὸ