Fragmenta in epistulam ad Romanos
περὶ ἡμᾶς αὐτοῦ σχέσεως, ἣν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ποιησάμενος ἐνεδείξατο.
{Rom 12,1} Συμπεράνας τὸν περὶ τοῦ δόγματος ἅπαντα λόγον ἐντεῦθεν ἐπὶ τὴν ἠθικὴν διδασκαλίαν μεθίσταται, καὶ διὰ τῆς καθόλου συμβουλῆς τῶν 403 πρακτέων δείκνυσιν ἡμῶν τὸ πρὸς τοὺς ἐν τῷ νόμῳ διαφέρον, ὃ διὰ πολλῶν καὶ ἐν αὐτοῖς ἀπεδείκνυ τοῖς περὶ τοῦ δόγματος λόγοις. ἐπειδὴ τοίνυν, φησίν, ἄπειρον, ὦ ἀδελφοί, τῶν τοῦ θεοῦ περὶ ἡμᾶς οἰκτιρμῶν τὸ πλῆθός ἐστιν, τοῦτο δέομαι καὶ ἀντιβολῶ ἑαυτοὺς ἡμᾶς ὅλους ἀντὶ πάσης θυσίας ἀφορίσαι καὶ ἀναθῆναι θεῷ· οὐ γὰρ ὥσπερ ἡ ἐν τῷ νόμῳ πρὸς θάνατον οὕτω καὶ ἡ νῦν, ἀλλὰ πρὸς ζωὴν ἡ τοιαύτη θυσία προσάγεται τὸν ἁγιασμὸν ἀσκουμένη, καὶ γὰρ ἡ τοιαύτη μᾶλλον ἐκείνης ἀρέσκει τε καὶ ἥδει θεόν, ὅσῳ καὶ τιμιωτέρα τῶν ἀλόγων ἡ τῶν λογικῶν προσφορά. {Rom 12,2} Ὁ παρὼν βίος, φησί, ῥευστός ἐστι καὶ φθαρτός, καὶ ἥκιστα μετέχων τοῦ σταθεροῦ πρὸς πολλὰ μεταβάλλεται. μὴ τοίνυν τὴν οἰκείαν ζωὴν πρὸς τὸ τούτου μεταφέρετε σχῆμα, καθάπερ ἡ τῶν ὑγρῶν φύσις τοῖς εἰς ἅπερ ἐνίεται σκεύεσι συναποτυποῦται. ἐξομοιούμενοι δὲ μᾶλλον πρὸς ὅνπερ ἀνεκαινίσθητε τύπον τὸν πνευματικόν τε καὶ νοερόν, δεδοκιμασ μένον τὸ περὶ ὑμᾶς θέλημα τοῦ θεοῦ τὸ ἀγαθόν τε καὶ εὐάρεστον καὶ τέλειον διαπράττεσθε. {Rom 12,3a } Λέγω γάρ, φησί, διὰ τῆς χάριτος τῆς δοθείσης μοι ἵνα εἴπῃ τὴν τοῦ περὶ τούτων διδάσκειν ἐξουσίαν ἐκ θείας χάριτος εἰληφώςπαντὶ τῷ ὄντι ἐν ὑμῖντοῦτ' ἔστιν ὅστις ἂν ἐν ὑμῖν εἶναι νομίζοιτο μέγιστος, μὴ ὑπερφρονεῖν παρ' ὃ δεῖ φρονεῖνκάλλιστα τὴν ὑπερηφανίαν παραφροσύνην ὠνόμασεν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν. χρῆσθαι δὲ μᾶλλον παραινῶ μετρίῳ φρονήματι· σωφροσύνη γὰρ τὸ τοιοῦτόν ἐστιν. λέγει δὲ ταῦτα διὰ τοὺς ἐπαιρομένους κατὰ τῶν ἀδελφῶν ἐκ τῶν χορηγουμένων αὐτοῖς τότε πρὸς θαυματουργίαν πνευματικῶν χαρισμάτων· οὐ γὰρ ἵνα, φησίν, ἀπεχθάνοισθε πρὸς ἀλλήλους, οὐδὲ ἵνα πρόφασις ὑμῖν ᾖ πολέμου τὰ θεῖα, δέδωκεν ὑμῖν ὁ θεὸς τὴν ἑαυτοῦ δωρεάν, ἀλλ' ὑπὲρ ὁμονοίας καὶ φιλίας καὶ τῆς πάντων σωτηρίας κοινῆς. 404 {Rom 12,3b } Οὐδεὶς ὑμῶν, φησίν, οὐδὲν οἴκοθεν ἔχει, ἀλλὰ καὶ ὁ τοῦ μείζονος καὶ ὁ τοῦ ἥττονος ἠξιωμένος χαρίσματος παρὰ θεοῦ δέδοκται τοῦτο λαβών, ὃς εἰδὼς ἀκριβῶς τὴν ἑκάστου πίστιν ἀνάλογον ταύτης ποιεῖται τὴν τούτου διανομήν. {Rom 12,49a } Οὐκοῦν προσήκοι ἄν, φησί, καὶ ἡμῶν τὸν καθ' ἕνα τὴν αὐτὴν τάξιν ἣν ἔχει μέλη πρὸς σῶμα, ταύτην ἔχοντα καὶ αὐτὸν πρὸς Χριστὸν χρῆσθαι κατ' ἐκεῖνα πρὸς ὄφελος τοῦ κοινοῦ τῷ δεδομένῳ χαρίσματι καὶ συνεισφέρειν τὸ ἐπιβάλλον ἐν ᾧ τίς ἐστιν. ὡς ἐν μὲν τῷ παντὶ σώματι συγκεκροτημένῳ καὶ αὐτὸς συμμεθέξει τοῦ κέρδους τὸ μέρος, τούτου δὲ φαύλως διακειμένου τὸ καθ' αὑτὸν αὐτὸς οὐδὲν ὠφελήσεται. τὸ μέντοι κατὰ τὴν ἀναλογίαν τῆς πίστεως οὐ τῇ προφητείᾳ μόνῃ προσήκει, κοινὸν δὲ κατὰ πάντων ἐστὶ τῶν μετέπειτα καὶ πρὸς αὐτὸ τὴν ἀναφορὰν ἔχει τὰ πάντα. διακονίας δὲ χάρισμα τὴν πρὸς τὸ δια κονεῖσθαι τοῖς δεομένοις πρὸς οὓς ἀντιτείνει, φησίν, ἐπιτηδειότητα, διδασκαλίαν δὲ τὴν ἀπόλυτον συμβουλήν, παράκλησιν δὲ τὴν ἔκ τινος προφάσεως παραπεσούσης διδασκαλίαν κατάλληλον. ἁπλό τητα τὸ ἁπλοϊκόν τε καὶ ἄφθονον λέγει, ἱλαρότητα δὲ τὴν πρόθυμον εἰς ἔλεον γνώμην φησὶ καὶ τὴν σὺν χαρᾷ τὸν οἶκτον ἐνδεικνυμένην. εἶτα τὸ τούτων κεφάλαιον καὶ δι' οὗπερ ἂν αὐτοῖς ταῦτα κατορθωθείη· ἡ ἀγάπη ἀνυπόκριτος· ἐὰν γὰρ τὸ χρῆμα, φησί, τῆς ἀγάπης εἰλικρι νὲς καὶ γνήσιον ἔχητε, χρήσεσθε δεόντως οἶδ' ὅτι καὶ τοῖς χαρίσμασιν. {Rom 12,9b } Οὐκ ἄν τις ἀπέχεσθαι μὲν αὐτοὺς τοῦ πονηροῦ νουθετῶν, ἔχεσθαι δὲ προτρέπων τοῦ ἀγαθοῦ, ἀμφοτέρων ἐχρήσατο τοῖς ὀνόμασιν· εἴς τε γὰρ φυγὴν τοῦ πονηροῦ πέρας ἡ στύγησις, καὶ εἰς κτῆσιν τοῦ ἀγαθοῦ τῆς κολλήσεώς τε καὶ τῆς ἑνώσεως τῆς ἀδιασπάστου κυριώτερον οὐδέν. {Rom 12,10} Μετὰ στοργῆς, φησί, τὴν φιλίαν τὴν εἰς τοὺς ἀδελφούς, τοῦτ' ἔστιν ἐπιτεταμένην αὐτὴν καὶ πολλὴν ἔχετε, ὥστε καὶ ἑαυτῶν ἐκείνους μᾶλλον τοῦ πλείονος ἀξιοῦν. 405 {Rom 12,1112} Τὰ σπουδαῖα, φησί, δίχα παντὸς ὄκνου ζεούσῃ