1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

28

τινος ἀρετῆς κατὰ τὸν ἀκριβῆ περιδράξασθαι λόγον τὸν μὴ καὶ τῶν λοιπῶν ἐφαψάμενον, ἀλλ' ᾧ ἂν παραγένηται μία τῶν ἀρετῶν ἀναγκαίως ἐπακολουθεῖν καὶ τὰς ἄλλας. Οὐκοῦν ἐξ ἀντι στρόφου καὶ ἡ περί τι βλάβη τῶν ἐν ἡμῖν εἰς ὅλον τὸν κατ' ἀρετὴν διατείνει βίον καὶ ὄντως, καθώς φησιν ὁ ἀπόστολος, τοῖς μέλεσι τὸ ὅλον συνδιατίθεται, ἄν τε πάσχῃ μέλος ἕν, συναλγοῦντος τοῦ παντός, ἄν τε καὶ δοξάζηται, τοῦ ὅλου συγχαίροντος.

16.t Κεφάλαιον ιʹ Ὅτι τὸ ὁπωσοῦν ἔξω γενέσθαι τῆς ἀρετῆς ἴσον

κίνδυνον ἔχει. 16.1 Ἀλλὰ μυρίαι κατὰ τὸν βίον ἡμῶν αἱ πρὸς τὴν ἁμαρτίαν

παρατροπαὶ καὶ πολυτρόπως αἱ γραφαὶ τὸ πλῆθος τοῦτο διασημαίνουσι· «Πολλοὶ γάρ», φησίν, «οἱ ἐκδιώκοντές με καὶ θλίβοντές με», καὶ «Πολλοὶ οἱ πολεμοῦντές με ἀπὸ ὕψους», καὶ ἄλλα τοιαῦτα πολλά. Τάχα τοίνυν κυρίως ἔστιν εἰπεῖν, ὅτι πολλοὶ οἱ μοιχικῶς ἐπιβουλεύοντες πρὸς τὸ διαφθεῖραι «τὸν τίμιον τοῦτον ὡς ἀληθῶς γάμον καὶ τὴν ἀμίαντον κοίτην»· εἰ δὲ χρὴ καὶ ὀνομαστὶ τοὺς μοιχοὺς τούτους ἀπαριθμήσασθαι, μοιχὸς ἡ ὀργή, μοιχὸς ἡ πλεονεξία, μοιχὸς ὁ φθόνος, ἡ μνησικακία, ἡ ἔχθρα, ἡ βασκανία, τὸ μῖσος· καὶ πάντα ὅσα παρὰ τοῦ ἀποστόλου κατείλεκται ὡς «ἀντικείμενα τῇ ὑγιαινούσῃ διδασκαλίᾳ» μοιχῶν ἐστιν ἀπα ρίθμησις. Ὑποθώμεθα τοίνυν εἶναί τινα ἐν γυναιξὶν εὐπρεπῆ τε καὶ ἀξιέραστον καὶ διὰ τοῦτο βασιλεῖ πρὸς γάμον συναρμοσ θεῖσαν, ἐπιβουλεύεσθαι δὲ διὰ τὴν ὥραν ὑπὸ ἀκολάστων τινῶν. Οὐκοῦν ἡ τοιαύτη, ἕως μὲν ἂν πρὸς πάντας τοὺς ἐπὶ διαφθορᾷ παρεδρεύοντας ἐχθρῶς ἔχῃ καὶ κατηγορῇ τού των ἐπὶ τοῦ νομίμου ἀνδρός, σώφρων ἐστὶ καὶ πρὸς μόνον ἐκεῖνον τὸν νυμφίον ὁρᾷ καὶ οὐδεμίαν ἔχουσι χώραν κατ' αὐτῆς αἱ τῶν ἀκολάστων ἀπάται. Εἰ δέ τινι πρόσθοιτο τῶν ἐπιβουλευόντων, οὐκ ἐξαιρεῖται αὐτὴν τῆς τιμωρίας ἡ ἐπὶ τῶν λοιπῶν σωφροσύνη· ἀρκεῖ γὰρ εἰς κατάκρισιν καὶ τὸ δι' ἑνός τινος μιανθῆναι τὴν κοίτην. Οὕτω καὶ ἡ τῷ θεῷ ζῶσα ψυχὴ οὐδενὶ τῶν δι' ἀπάτης αὐτῇ προφαινομένων καλῶν ἐρασθήσεται· εἰ δὲ παρεδέξατο διά τινος πάθους τὸν μιασμὸν τῇ καρδίᾳ, ἔλυσε καὶ αὐτὴ τοῦ πνευματικοῦ γάμου τὰ δίκαια. Καὶ ὥς φησιν ἡ γραφὴ «εἰς κακότεχνον ψυχὴν μὴ εἰσελεύσεσθαι σοφίαν», οὕτως ἔστιν ἀληθῶς εἰπεῖν μηδὲ εἰς θυμώδη καὶ βάσκανον ἢ ἄλλο τι ἔχουσαν τοιοῦτον ἐν ἑαυτῇ πλημμελὲς δυνατὸν εἶναι τὸν ἀγαθὸν νυμφίον εἰσοικισθῆναι. 16.2 Τίς γὰρ ἐπίνοια συναρμόσει τὸ τῇ φύσει ἀλλότριόν τε καὶ ἀκοινώνητον; Ἄκουσον τοῦ ἀποστόλου μηδεμίαν «κοινωνίαν εἶναι φωτὶ πρὸς σκότος» διδάσκοντος ἢ «δικαιο σύνῃ πρὸς ἀνομίαν» ἢ συνελόντι φάναι πάντα, ὅσα ἐστὶν ὁ κύριος κατὰ τὴν διαφορὰν τῶν ἐν αὐτῷ θεωρουμένων νοού μενός τε καὶ ὀνομαζόμενος, πρὸς πάντα τὰ ἐν κακίᾳ κατὰ τὸ ἐναντίον νοούμενα. Εἰ οὖν ἀμήχανος τῶν τῇ φύσει ἀμί κτων ἡ κοινωνία, ἀλλοτρία πάντως καὶ ἀνεπίδεκτος τῆς τοῦ ἀγαθοῦ συνοικήσεως ἡ ὑπὸ κακίας τινὸς κατειλημμένη ψυχή. Τί οὖν ἐκ τούτων μανθάνομεν; τὸ δεῖν τὴν σώφρονα καὶ λελογισμένην παρθένον παντὸς πάθους κατὰ πάντα τρόπον τῆς ψυχῆς ἁπτομένου χωρίζεσθαι καὶ φυλάσσειν ἑαυτὴν ἁγνὴν τῷ νομίμως αὐτὴν ἁρμοσαμένῳ νυμφίῳ, «μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων»· μία γάρ ἐστιν ὁδὸς εὐθεῖα στενή τε ὡς ἀληθῶς καὶ τεθλιμμένη καὶ τὰς ἐφ' ἑκάτερα παρατροπὰς οὐ παραδεχομένη, καὶ τὸ ὁπωσοῦν ταύτης ἔξω γενέσθαι ἴσον ἔχει τὸν τῆς ἀπο πτώσεως κίνδυνον.