28
ΠΡOΣ ANTIOΧEIΣ.
Ἰγνάτιος, ὁ καὶ Θεοφόρος, ἐκκλησίᾳ ἠλεημένῃ ὑπὸ θεοῦ, ἐκλελεγμένῃ ὑπὸ
Χριστοῦ, παροικούσῃ ἐν Συρίᾳ καὶ πρώτῃ Χριστοῦ ἐπωνυμίαν λαβούσῃ, τῇ ἐν Ἀντιοχείᾳ, ἐν θεῷ πατρὶ καὶ κυρίῳ Ἰησοῦ Χριστῷ χαίρειν. Ἐλαφρά μοι καὶ κοῦφα τὰ δεσμὰ ὁ κύριος πεποίηκεν μαθόντι εἰρηνεύειν ὑμᾶς καὶ ἐν πάσῃ ὁμονοίᾳ σαρκικῇ τε καὶ πνευματικῇ διάγειν. παρακαλῶ οὖν ὑμᾶς, ἐγὼ ὁ δέσμιος ἐν κυρίῳ, ἀξίως περιπατῆσαι τῆς κλήσεως, ἧς ἐκλήθητε, φυλαττόμενοι τὰς εἰσκωμασάσας αἱρέσεις τοῦ πονηροῦ ἐπ' ἀπάτῃ καὶ ἀπωλείᾳ τῶν πειθομένων αὐτῷ, προσέχειν δὲ τῇ τῶν ἀποστόλων διδαχῇ καὶ νόμῳ καὶ προφήταις πιστεύειν, πᾶσαν ἰουδαϊκὴν καὶ ἑλληνικὴν ἀπορρίψαι πλάνην καὶ μήτε πλῆθος θεῶν ἐπεισάγειν μήτε τὸν Χριστὸν ἀρνεῖσθαι προφάσει τοῦ ἑνὸς θεοῦ. Mωσῆς τε γὰρ ὁ πιστὸς θεράπων τοῦ θεοῦ εἰπών· Kύριος ὁ θεός σου κύριος εἷς ἐστιν, καὶ τὸν ἕνα καὶ μόνον κηρύξας θεόν, ὡμολόγησεν εὐθέως καὶ τὸν κύριον ἡμῶν λέγων· Kύριος ἔβρεξεν ἐπὶ Σόδομα καὶ Γόμορρα παρὰ κυρίου πῦρ καὶ θεῖον. καὶ πάλιν· Kαὶ εἶπεν ὁ θεός· ποιήσωμεν ἄνθρωπον κατ'εἰκόνα ἡμετέραν· καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ' εἰκόνα θεοῦ ἐποίησεν αὐτόν, καὶ ἑξῆς· Ἐν εἰκόνι θεοῦ ἐποίησα τὸν ἄνθρωπον. καὶ ὅτι γενήσεται ἄνθρωπος, φησίν· Προφήτην ὑμῖν ἀναστήσει κύριος ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ. Oἵ τε προφῆται εἰπόντες ὡς ἐκ προσώπου τοῦ θεοῦ· Ἐγὼ θεὸς πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα καὶ πλὴν ἐμοῦ οὐκ ἔστιν θεός, περὶ τοῦ πατρὸς τῶν ὅλων λέγουσιν. καὶ περὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· Υἱός, φησίν, ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἄνωθεν, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, θαυμαστός, σύμβουλος, θεὸς ἰσχυρός, ἐξουσιαστής. καὶ περὶ τῆς ἐνανθρωπήσεως αὐτοῦ· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. καὶ περὶ τοῦ πάθους· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος, καί· Ἐγὼ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι. Oἵ τε εὐαγγελισταὶ εἰπόντες τὸν ἕνα πατέρα μόνον ἀληθινὸν θεόν, καὶ τὰ κατὰ τὸν κύριον ἡμῶν οὐ παρέλιπον, ἀλλ' ἔγραψαν· Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν· πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. καὶ περὶ τῆς ἐνανθρωπήσεως· Ὁ λόγος, φησίν, σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καί· Bίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ ∆αυίδ, υἱοῦ Ἀβραάμ. οἱ δὲ ἀπόστολοι εἰπόντες, ὅτι θεὸς εἷς ἐστιν, εἶπον οἱ αὐτοί, ὅτι εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, καὶ τὴν ἐνσωμάτωσιν καὶ τὸ πάθος οὐκ ἐπῃσχύνθησαν· τί γάρ φησιν; Ἄνθρωπος Ἰησοῦς Χριστός, ὁ δοὺς ἑαυτὸν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.
Πᾶς οὖν, ὅστις ἕνα καταγγέλλει θεὸν ἐπ' ἀναιρέσει τῆς τοῦ Χριστοῦ θεότητος, υἱός ἐστιν διαβόλου καὶ ἐχθρὸς πάσης δικαιοσύνης· ὅ τε ὁμολογῶν Χριστὸν οὐ τοῦ ποιήσαντος τὸν κόσμον υἱόν, ἀλλ' ἑτέρου τινὸς ἀγνώστου, παρ' ὃν ἐκήρυξεν ὁ νόμος καὶ οἱ προφῆται, οὗτος ὄργανόν ἐστιν αὐτοῦ τοῦ διαβόλου· ὅ τε τὴν ἐνανθρώπησιν παραιτούμενος καὶ τὸν σταυρὸν ἐπαισχυνόμενος, δι' ὃν δέδεμαι, οὗτός ἐστιν ἀντίχριστος· ὅ τε ψιλὸν ἄνθρωπον λέγων τὸν Χριστὸν ἐπάρατός ἐστι κατὰ τὸν προφήτην, οὐκ ἐπὶ θεῷ πεποιθώς, ἀλλ' ἐπὶ ἀνθρώπῳ· διὸ καὶ ἄκαρπός ἐστιν παραπλησίως τῇ ἀγριομυρίκῃ. Tαῦτα γράφω ὑμῖν, ὦ τοῦ Χριστοῦ νεολαία, οὐ συνειδὼς ὑμῖν τὸ τοιοῦτο φρόνημα, ἀλλὰ προφυλαττόμενος ὑμᾶς, ὡς πατὴρ τὰ ἑαυτοῦ τέκνα. βλέπετε οὖν τοὺς κακεντρεχεῖς ἐργάτας, τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ, ὧν τὸ τέλος ἀπώλεια, ὧν ὁ θεὸς ἡ κοιλία, ὧν ἡ δόξα ἐν τῇ αἰσχύνῃ