170 Ps 101,3 Ὅμοιον δυνάμει τὸ λεγόμενον τῇ Σαλομῶνος εὐχῇ
291 Ps 140,2 Εἰ πρωῒ τὸν ἐπιόντα βίον συνίεμεν τὸν ἐν ἀναπαύσει καὶ δόξῃ
ἀνακινήσαντος αὐτῶν τὸν πρότερον εὔδιον πλοῦν, ὑφ' ὧν κορυφουμένων εἰς ὕψος ἀναγομένους αὐτοὺς καὶ ἀναρρεόντων καταγομένους, οἷον ἐν θαλάττῃ γίνεσθαι φιλεῖ, ταπεινοῦσθαί τε καὶ συγχεῖσθαι καὶ ἀσυνετεῖν ὑπ' ἐκστάσεως, εἶτα τυγχάνειν μεταβολῆς ὑπέντος τοῦ πνεύματος, ἡνίκα καὶ τοῦτο θεὸς ἐπιτάξειε καὶ τὸ σφοδρὸν τῶν ἀνέμων εἰς αὔραν πραείαν ἀνείη καὶ τῶν κυμάτων τὸν ἦχον κοιμήσειεν, ἔνθα τὴν ἐκ τῆς ἐρημίας εὐφροσύνην ἕξειν αὐτοὺς καὶ ἧς ὀρέγονται τεύξεσθαι καταγωγῆς εἰς λιμένα, ἐφ' οἷς προσήκει χάριτας θεῷ ὁμολογεῖν ἐν ἐκκλησίᾳ τε λαοῦ καὶ ἐν καθέδρᾳ πρεσβυτέρων ὑμνεῖν τὸν ἕνεκα μὲν ἁμαρτημάτων, ὡς προείρηται, κλύδωνι παραδόντα τὸ ἔθνος, ἐλέῳ δὲ εἰς ἀγαθὰ μεταστήσαντα. ∆ηλοῖ δὲ καὶ ὁ ἔλεος αὐτὸς τὸ ἐξ ἁμαρτημάτων προκεκομίσθαι. ἐλεοῦνται γὰρ οἱ μὴ ἄξιοι τῶν ἀγαθῶν ἀλλ' ἐπὶ τοῖς κακοῖς ἐλεεινοί· οὗ δὴ κοινὸν τὸ πρᾶγμα οὐχ οἷον ἐν θαλάττῃ πολλάκις γίνεται, καὶ τοὺς ἀγαθοὺς χειμάζεσθαι καὶ ναυαγεῖν, ὥσπερ καὶ τὸν Παῦλον, καὶ τοὺς φαύλους ἐξ οὐρίων κομίζεσθαι, κοινῶν ἐφ' ἑκατέροις ὄντων τῶν συμβαινόντων, ἵν' ἐν τοῖς αὐτοῖς ἐξεταζόμενοι πράγμασιν ἐν τῇ γνώμῃ τὸ διάφορον ἐκφάνοιε πρὸς ἣν ὕστερον ἥξουσαν ἀνταπόδοσιν ὀρθὴν καὶ δικαίαν τοῖς ἔργοις αὐτοῖς προμεμαρτυρημένην. οὐ δὴ περὶ τῶν πλεόντων θάλατταν ὁ λόγος ἀλλὰ περὶ τοῦ χειμαζομένου δι' ἁμαρτίας καὶ δι' ἔλεον ἥξοντος εἰς λιμένα λαοῦ, οὗ καὶ ἐκκλησία πρὸς ἐξομολόγησιν καὶ πρεσβυτέρων καθέδρα πρὸς ὕμνον θεοῦ.
197 Ps 108,21 Ἔλεος τὸ εἰς ἀνθρώπους ὃ ὑπὲρ ἀνθρώπων αἰτεῖ· οὐκ ὢν κατά
γε ἑαυτὸν ἐν χρείᾳ ἐλέου ὃς τοῖς ἀξίοις ἐπικουφίζει τὰ δεινὰ χρηστὸς ὢν ἐν τῷ χαρίζεσθαι καὶ οὐ τὸ ἴσον ἀντιμετρῶν, ἀλλὰ γὰρ ἥκει τὰ πάντα εἰς Χριστὸν καὶ ἐλεεῖται ὑπὲρ ἡμῶν· καθὸ αὐτός ἐστιν ἡμεῖς καὶ ὡς πένης καὶ ταπεινὸς οἰκτείρεται, καὶ ὡς ἐν ταραχαῖς ὢν καθὸ μετεῖχε τῆς ταραττομένης ἐν κακοῖς φύσεως, καὶ ὡς εἰς ἀφανὲς ἀπιὼν καθ' ὅσον ἡ σωματικὴ διέλειπεν ἐπιφάνεια αὐτοῦ, καὶ ὡς ἀνακινηθεὶς καὶ ἀνακουφισθεὶς οἷον δή τι τῶν κουφοτάτων καθὸ τοῖς συναρπάσασιν ἐξέδωκεν ἑαυτὸν τήν τε ἐκ νηστείας ἀσθένειαν καὶ τὸ ἐξ ἀναλειψίας αὐχμηρὸν ἐξ ἡμῶν εἰς ἑαυτὸν ἀναφέρει, μηδὲν μεταξὺ τιθεὶς ἡμῶν τε καὶ ἑαυτοῦ, χλεύην τε ἐπὶ τούτοις λέγει τὴν παρὰ τῶν πολεμούντων ἣν δι' ἡμῶν νῦν ἔχει τῶν ὀνειδιζομένων ἐν ὀνόματι αὐτοῦ.
198 Ps 109,1b-2 Ἐπὶ πάντα τὸν κόσμον διαπεμφθήσεσθαι δηλοῖ τὴν δυνατὴν
ἐξουσίαν τοῦ θείου βασιλέως ἀρξαμένην ἀπὸ τῆς Ἱερουσαλὴμ κατὰ τὸ Ἐγὼ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, καὶ πάντας ὑπακούσεσθαι καὶ δουλεύσειν. 199 Ps 109,3c.4a Ἀπολινάριος δὲ τὴν Συμμάχου παραθεὶς ἑρμηνείαν φησίν· τὸ διηνεκὲς τῆς ἀκμῆς καὶ ἀμάραντον οἰκεῖον αἰώνιον ζωῇ παραβαλλόμενον δρόσοις ἑωθιναῖς, ὥσπερ ἡ λυθεῖσα ζωὴ σκιᾷ παρεβάλλετο κλινομένῃ, Ὤμοσε κύριος καὶ οὐ μεταμεληθήσεται, καὶ τὰ ἑξῆς. 200 Ps 109,4 Αἰώνιος ἱερεὺς ὁ ζῶν αἰωνίως, βέβαιος ἱερωσύνη καθάπερ ὅρκῳ βεβαιωθεῖσα, τύπος ὁ Μελχισεδὲκ οὗ μὴ δηλοῦται θάνατος εἰς σημεῖον τοῦ μηδὲ ὄντος θανάτου· ἄρτι δὲ βασιλεὺς δηλωθείς, νῦν καὶ ἱερεὺς ἐπιδείκνυται ὅπερ ἀδύνατον ἐν Ἰσραὴλ καὶ νόμῳ. ὑποτετύπωτο δὲ ἐν Μελχισεδὲκ καὶ τοῦτο. 201 Ps 109,7 ∆ῆλον γὰρ ὡς Χριστὸς καὶ πρὸ τοῦ τὴν ἐξ ἀνθρώπων ὕψωσιν ὑψωθῆναι ἦν ὑψηλός, ἅτε δὴ ὢν ἐν μορφῇ θεοῦ καὶ καταβὰς ἐξ οὐρανοῦ. ταπεινότητος δὲ σύμβολον ὁδοιπορεία καὶ ποτὸν ὕδωρ ἐκ ποταμοῦ· καὶ ὁρῶμέν γε πεζοποροῦντα τὸν κύριον καὶ ποτὸν ὕδωρ αἰτοῦντα τὴν Σαμαρείτινι.
29