29
ἐνερ γῆσαι συγχωρηθέντων. ∆ιὸ πάλιν τῶν σῶν προσευχῶν τὴν βοήθειαν ἐπικαλεῖται. Σὺ δὲ τὰ συνήθη προστῆναι, καὶ διὰ τὴν σεαυτοῦ περὶ τοὺς κάμνοντας εὐσπλαγχνίαν καὶ δι' ἡμᾶς τοὺς ὑπὲρ αὐτοῦ πρεσβεύοντας, παρακλήθητι, καί, εἰ μὲν οἷόν τε, πρὸς ἑαυτὸν μεταστεῖλαι τοὺς εὐλα βεστάτους τῶν ἀδελφῶν, ὥστε ὑπὸ ταῖς σαῖς ὄψεσι προ σαχθῆναι αὐτῷ τὴν ἐπιμέλειαν, εἰ δὲ τοῦτο ἀδύνατον, μετὰ γραμμάτων αὐτὸν προπέμψαι καὶ συστῆσαι τοῖς ἔμπροσθεν καταξίωσον.
32.τ ΣΩΦΡΟΝΙΩ ΜΑΓΙΣΤΡΩ
32.1 Ἀπολαύει τοῦ καιροῦ καὶ ὁ θεοφιλέστατος ἀδελφὸς ἡμῶν Γρηγόριος ὁ
ἐπίσκοπος. Ὀδυνᾶται γὰρ μετὰ πάντων καὶ αὐτὸς ἐπηρείαις ἐπαλλήλοις, ὥσπερ τισὶ πληγαῖς ἀπροσδοκήτοις, τυπτόμενος. Ἄνθρωποι γὰρ μὴ φοβούμενοι τὸν Θεόν, τάχα που καὶ ὑπὸ τοῦ μεγέθους τῶν κακῶν βιαζόμενοι, ἐπηρεάζουσιν αὐτῷ ὡς χρήματα Καισαρίου παρ' αὐτῶν εἰληφότος. Καὶ οὐ τὸ τῆς ζημίας βαρύ· πάλαι γὰρ ἔμαθε χρημάτων ὑπερορᾶν, ἀλλ' ὅτι, μικρὰ παντελῶς δεξάμενοι τῶν ἐκείνου, διὰ τὸ ἐπὶ οἰκέταις αὐτοῦ γενέσθαι τὸν βίον καὶ ἀνθρώποις οὐδὲν οἰκετῶν αἱρε τωτέροις τὸν τρόπον, οἵ, κατὰ πολλὴν ἄδειαν τὰ πλείστου ἄξια διανειμάμενοι, ἐλάχιστα παντελῶς ἀπέσωσαν τούτοις· ἃ νομίζοντες μηδενὶ ὑποκεῖσθαι, εὐθὺς ἀνάλω σαν εἰς τοὺς δεομένους, καὶ διὰ τὴν ἑαυτῶν προαίρεσιν καὶ διὰ τὴν φωνὴν τοῦ κατοιχομένου. Λέγεται γὰρ τοῦτο εἰπεῖν ἀποθνήσκων, ὅτι τὰ ἐμὰ πάντα βούλομαι γενέσθαι τῶν πτωχῶν. Ὡς οὖν διάκονοι τῆς ἐντολῆς τοῦ κυρίου εὐθὺς αὐτὰ ᾠκονόμησαν συμφερόντως, καὶ νῦν περιέστηκε πενία μὲν χριστιανοῦ, πολυπραγμοσύνη δὲ τῶν ἀγοραίων ἑνός. ∆ιὸ ἐπῆλθε πάντα τῇ ἐπαινετῇ σου καλοκἀγαθίᾳ δηλῶσαι, ἵνα, καὶ τὸν ἄνδρα τιμῶν ὃν ἐκ παλαιοῦ γνωρίζεις, καὶ τὸν Κύριον δοξάζων τὸν εἰς ἑαυτὸν ἀναδεχό μενον τὰ τοῖς δούλοις αὐτοῦ γινόμενα, καὶ ἡμᾶς τιμῶν τοὺς ἐξαιρέτους σεαυτοῦ· καὶ διαλεχθῇς τῷ Κόμητι τῶν θησαυρῶν περὶ αὐτοῦ τὰ εἰκότα, καὶ τρόπον ἐπινοήσῃς τῇ μεγάλῃ σαυτοῦ συνέσει ἀπαλλαγῆς τῶν ἐφυβρίστων τούτων καὶ ἀφορήτων ὀχλήσεων. 32.2 Πάντως δὲ οὐδεὶς οὕτως ἀγνοεῖ τὸν ἄνδρα ὥστε περὶ αὐτοῦ τι τῶν ἀπρεπῶν ὑπολαβεῖν, ὡς ἄρα τῶν χρημάτων περιεχόμενος σχηματίζεται τὰ τοιαῦτα. Ἐγγύθεν γὰρ τῆς ἐλευθεριότητος αὐτοῦ ἡ ἀπόδειξις. Ἡδέως ἐξίσταται τῶν λειψάνων τῆς οὐσίας αὐτοῦ τῷ ταμιείῳ, ὥστε ὑποδεχθῆναι μὲν αὐτοῦ τὴν οὐσίαν, τὸν δὲ συνήγορον τοῦ ταμιείου λέγοντα πρὸς τοὺς ἐπιφυομένους καὶ ἀπαιτεῖν τὰς ἀπο δείξεις, διὰ τὸ ἡμέτερον πρὸς τὰ τοιαῦτα ἀνεπιτήδειον. Ἔξεστι γὰρ μαθεῖν τῇ τελειότητί σου ὅτι, ἕως ἐξῆν, οὐδεὶς ἀπῆλθεν ἀποτυχὼν ὧν ἐβούλετο, ἀλλὰ τὸ ἐπιζητού μενον ἀπονητὶ ἕκαστος ἐκομίσατο, ὥστε καὶ μεταμέλειν τοῖς πολλοῖς διότι μὴ πλέον ᾔτησαν ἀπ' ἀρχῆς· ὃ καὶ μάλιστα πολλοὺς ἐποίησε τοὺς ἐπηρεαστάς. Πρὸς γὰρ τὸ τῶν προλαβόντων ὑπόδειγμα ἀφορῶντες, ἄλλος ἄλλον διαδέχε ται συκοφαντῶν. Πρὸς οὖν πάντα ταῦτα τὴν σὴν σεμνό τητα παρακαλοῦμεν στῆναι καὶ ὥσπερ τι ῥεῦμα ἐπισχεῖν, καὶ διακόψαι τῶν κακῶν τὴν συνέχειαν Οἶδας δὲ ὅπως βοηθήσῃς τῷ πράγματι, ὥστε μὴ ἀναμένειν παρ' ἡμῶν διδαχθῆναι τὸν τρόπον, οἵ, δι' ἀπειρίαν τῶν τοῦ βίου πραγ μάτων, καὶ αὐτὸ τοῦτο ἀγνοοῦμεν, πῶς ἂν γένοιτο ἡμῖν τῆς ἀπαλλαγῆς τυχεῖν. Καὶ σύμβουλος οὖν καὶ προστάτης αὐτὸς γενοῦ, τὸ εἶδος τῆς βοηθείας διὰ τῆς μεγάλης σεαυ τοῦ φρονήσεως ἐξευρίσκων.
33.τ ΑΒΟΥΡΓΙΩ
33.1 Καὶ τίς οὕτω παλαιὰν ἑταιρείαν οἶδε τιμᾶν καὶ ἀρετὴν αἰδεῖσθαι καὶ
κάμνουσι συναλγεῖν, ὡς αὐτὸς σύ; Ἐπεὶ οὖν τὸν θεοφιλέστατον ἀδελφὸν ἡμῶν,