Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
καὶ τῷ γεννήματι τόπον. Εἰ δὲ οὐκ ἐν τόπῳ τοῦ Πατρὸς ἡ οὐσία (οὐ γὰρ τόπῳ περιληπτὸν τὸ θεῖον), τί μάτην περιεργάζεται τὰ μηδεμίαν ἔχοντα ζήτησιν, καὶ τολμᾷ λέγειν· Ποῦ χωρήσει τοῦ γεννήματος ἡ οὐσία, πληροῦντος τὰ πάντα τοῦ Πατρός; Φαίνεται μὲν οὖν ὁ Πατὴρ καὶ ἔστιν ἐν Υἱῷ, καὶ Υἱὸς ἐν Πατρί· οὐχ ὡς ταυτὸν δὲ ὄντες, οὐδὲ ὡς ἒν ἀριθμῷ. Ἔστι γὰρ ὁ Πατὴρ ἐν τῇ αὐτοῦ ἰδιότητι· καὶ ἔστιν ὁ Υἱὸς ἐν τῇ ἰδίᾳ ἰδιότητι, ταύτην ἔχων μόνην πρὸς τὸν Γεγεννηκότα τὴν διαφοράν· ὁ μὲν γὰρ Πατὴρ, καθ' ἑαυτόν ἐστι, καὶ οὐκ ἔστιν Υἱός· ὁ δὲ Υἱὸς καθ' ἑαυτόν ἐστι, καὶ οὐκ ἔστι Πατήρ. Ἀλλὰ κατὰ τοῦτο μόνον ὡς πρὸς τὸν Πατέρα τὴν διαστολὴν ἔχων, φέρει μὲν αὐτὸ τῆς πατρικῆς φύσεως τὸ ἰδίωμα, ἔστι δὲ πάλιν ἐν τῷ Πατρὶ, ὥσπερ τὸ ἐκ τοῦ ἡλίου πεμπόμενον ἀπαύγασμα, πρόεισι μὲν ἐξ αὐτοῦ, ἕτερον δέ τι παρ' αὐτόν ἐστιν, ἓν κατὰ φύσιν ὑπάρχον. Τὸ μὲν γὰρ, ἥλιος, τὸ δὲ, ἀπαύγασμα. Ὢν οὖν Πατὴρ, ἀπηύγασε 75.101 τὸν Υἱὸν, σφραγῖδα καὶ εἰκόνα τῆς ἑαυτοῦ φύσεως ἀκριβεστάτην
ΛΟΓΟΣ Ηʹ.
Πρὸς τοὺς λέγοντας, ὅτι οὐ τῷ Πατρὶ, ἀλλὰ τῇ βουλήσει αὐτοῦ ὅμοιός ἐστιν ὁ
Υἱός. Πολλὴν ἄν τις εἰκότως ἀβουλίαν τῶν χριστομάχων καταψηφίσαιτο, ἢ λογιεῖται ὀρθῶς μαίνεσθαι, πιστεύων τοῖς τῆς βουλήσεως τοῦ Πατρὸς ὅμοιον εἶναι λέγουσι τὸν Υἱὸν, οὐκ αὐτῷ τῷ Πατρί· καίτοι τῆς θείας Γραφῆς οὐ τοῦτον ἐκφερούσης περὶ αὐτοῦ τὸν ὅρον, ἀλλ' οὐδὲ αὐτοῦ τοῦ Σωτῆρος λέγοντος· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὴν βούλησιν τοῦ Πατρός. Ἐχρῆν δέ γε τὸν εἰπόντα Χριστόν· Ἐγώ εἰμι ἡ ἀλήθεια, μὴ τῷ Πατρὶ κατὰ φύσιν ἑαυτὸν ἐξομοιοῦν, τῇ βουλήσει δὲ μᾶλλον αὐτοῦ, εἴπερ οὕτως ἔχει, καθάπερ ἐκεῖνοί φασιν. Ἀλλ' οὐδαμοῦ τὴν βούλησιν ὀνομάσας, εἰκόνα δὲ τοῦ Πατρὸς ἑαυτὸν προσειπὼν, δῆλος ἂν εἴη τὴν ἐκείνων ὑπόνοιαν ἀναιρῶν. ΑΛΛΟ. Ἐρωτητέον τοὺς χριστομάχους· Ἡ βούλησις αὕτη τοῦ Πατρὸς, ἧς ὅμοιον εἶναί φατε τὸν Υἱὸν, πότερόν ποτε οὐσία τίς ἐστι, καὶ ὑπέστη αὐτὴ καθ' ἑαυτὴν, ἢ οὐχί; Εἰ μὲν γὰρ οὐσιώδη καὶ ὑποστατικὴν εἶναι δώσετε ταύτην, πῶς ἔτι μονογενὴς ὁ Υἱὸς, τρίτος ὢν ἐκ Πατρός; Φαίνεται γὰρ μεσολαβοῦσα τὴν γέννησιν αὐτοῦ βούλησίς τις ἐνυπόστατος καὶ ζῶσα, κατὰ τὴν ὑμετέραν πρότασιν. Εἰ δὲ τοῦτο παραιτούμενοι, οὐ καθ' ὑπόστασιν τὴν βούλησιν διακεῖσθαι δώσετε, οὐδὲ οὐσίαν εἶναι ζῶσαν καὶ ὑπάρχουσαν, ὥσπερ τὸν Υἱὸν, ἀπαιδεύτως σφόδρα καὶ ἀμαθῶς μὴ δύο παραθέντες οὐσίας ὁμοιότητα ζητεῖτε. Πῶς γὰρ ἔσται τὸ ἐνυπόστατον τῷ μὴ τοιούτῳ προσεοικός; ἢ πῶς τὸ μὴ εἰς οὐσίαν ἐνεχθὲν τῷ ὑφεστηκότι κατὰ τὸν τῆς ἐμφερείας τρόπον ἀντεξετάζοιτο; ΑΛΛΟ. Καὶ τίς οὐκ ἂν ὁμολογήσειε νοῦν ἔχων ὅτι τῷ ζώῳ πρὸς τὸ ζῶον ἡ ὁμοιότης, καὶ τῷ μὴ ζώῳ πρὸς τὸ μὴ ζῶον; Τὰ γὰρ ἑτερογενῆ καὶ πάντη τῆς πρὸς ἄλληλα σχέσεως φυσικῶς διακεκομμένα, οὐκ ἄν τις εὖ φρονῶν ἀντεξετάζοι πρὸς ἄλληλα, οὐδὲ τοῦτο ἐκείνῳ προσεοικὸς, οὔτε μὴν ἐκεῖνο τούτῳ φήσειεν ἄν. Οἷον φέρε εἰπεῖν· Ἄνθρωπος προσκείσθω, ἢ ἕτερόν τι τῶν ὄντων ὅσα πίπτει πρὸς τὸν ὅρον τοῦ ζώου, κείσθω καὶ ἐπιστήμη, ἤτοι σοφία, ἤτοι βούλησις, ἢ ἕτερόν τι τῶν ὅσα καθ' ἑαυτὰ οὐκ ἐνυπόστατα μὲν, ἐνυπάρχει δὲ ὅμως τῶν ὄντων τισὶν, ἀνθρώποις τυχὸν ἢ ἀγγέλοις. Ἆρ' οὖν, εἴ τις τὸν ἄνθρωπον ἢ ἕτερόν τι ζῶον τῇ ἐπιστήμῃ ἤτοι τῇ σοφίᾳ ἢ τῇ βουλήσει προσεοικέναι φήσειεν, οὐκ ἂν εἰκότως μωρίας ὀφλήσοι γέλωτα, τὰ μηδὲν ἀλλήλοις προσεοικότα δοκιμάζειν τε καὶ ἀντεξετάζειν ἐπιχειρῶν; Οὐκοῦν ἐνυπόστατος ὢν ὁ Υἱὸς τοῦ Θεοῦ, τῇ ἀνυποστάτῳ βουλήσει κατ' οὐδὲν ἔσται προσεοικώς. Ἢ γὰρ ἀποτόμως ἀνόμοιον εἶναι τῷ Πατρὶ λεγέτω 75.104 σαν, καὶ φανερῶς δυσφημοῦντες μισείσθωσαν· ἢ εἴπερ ἀνάγκη τὴν ὁμοιότητα δοῦναι τῷ Υἱῷ