μέλλον οὐδεὶς ἠπίστατο· τοῦ δὲ εἰπόντος ὡς "καὶ ἕτερον αἰτήσω βαρύτερον," εἶτα κελευ10.5.2 σθέντος εἰπεῖν, "κροτείτω με" φησί "μηδὲ εἷς." ὡς δὲ καὶ τοῦτο μετὰ πολλοῦ πᾶσιν ἐπετέ<θη> φόβου, ἄρχεται μὲν ὁ Προαιρέσιος λέγειν ῥύδην, κατὰ τὸν κρότον ἀναπαύων ἑκάστην περίοδον, τὸ δὲ ἀναγκαίως Πυθαγορικὸν θέατρον ὑπὸ τοῦ θαύματος καταρρηγνύμενον, μυκηθμοῦ καὶ στόνου διάμεστον ἦν. ὡς δὲ ὁ λόγος ἐπεδίδου, καὶ ὁ ἀνὴρ ὑπὲρ πάντα ἐφέρετο λόγον καὶ πᾶσαν δόξαν ἀνθρωπίνην, πρόεισι μὲν εἰς θάτερον μέρος καὶ συμπληροῖ τὴν κατάστασιν· 10.5.3 ἐνθουσιῶν δὲ καὶ πηδῶν, ὥσπερ ἀναπολόγητον τὸ λειπόμενον ἀφιεὶς μέρος, εἰς τὴν ἐναντίαν ὑπόδεσιν ἐπαφῆκε τὸν λόγον. καὶ οἱ γράφοντες μόλις εἵποντο, καὶ τὸ θέατρον μόλις σιωπᾶν ἠνείχετο, καὶ πλῆθος ἦν τῶν εἰρημένων. ἐπιστρέψας εἰς τοὺς γράφοντας τὸ πρόσωπον, "ὁρᾶτε ἀκριβῶς" ἔφη "εἰ πάντα ταῦτα ἃ προλαβὼν εἶπον μέμνημαι"· καὶ μηδὲ περὶ μίαν λέξιν σφαλείς, τὰ αὐτὰ δεύτερον ἀπήγγελλεν. 10.5.4 οὔτε ὁ ἀνθύπατος ἐνταῦθα τοὺς ἑαυτοῦ νόμους ἐφύλαττεν, οὔτε τὸ θέατρον τὰς ἀπειλὰς τοῦ ἄρχοντος· καὶ τὰ στέρνα τοῦ σοφιστοῦ περιλιχμησάμενοι καθάπερ ἀγάλματος ἐνθέου πάντες οἱ παρόντες, οἱ μὲν πόδας, οἱ δὲ χεῖρας προσεκύνουν, 10.5.5 οἱ δὲ θεὸν ἔφασαν, οἱ δὲ Ἑρμοῦ Λογίου τύπον· οἱ δὲ ἀντίτεχνοι διὰ φθόνον παρεθέντες ἔκειντο, τινὲς δὲ αὐτῶν οὐδὲ κείμενοι τῶν ἐπαίνων ἠμέλουν. ὁ δὲ ἀνθύπατος καὶ δορυφορῶν μετὰ πάντων [ἢ τῶν δυνάμεων] ἐκ τοῦ θεάτρου 10.5.6 παρέπεμψε. μετὰ ταῦτα οὐδεὶς ἀντέλεγεν, ἀλλ' ὥσπερ ὑπὸ σκηπτοῦ πληγέντες, ἅπαντες συνεχώρησαν εἰς τὸ εἶναι κρείττονι. χρόνῳ δὲ ὕστερον ἀναφέροντες, ὥσπερ αἱ τῆς Ὕδρας κεφαλαί, πρὸς τὸ οἰκεῖον ἀνωρθοῦντο καὶ διηγείροντο, καὶ τραπέζαις τε πολυτελέσι καὶ θεραπαινιδίοις κομψοῖς τινὰς τῶν ἀκμαζόντων δελεάζοντες, ὥσπερ οἱ τῶν βασιλέων ἔννομον καὶ ὀρθὴν μάχην νενικημένοι, ἐν τοῖς ἀπόροις εἰς τὸ ἔσχατον συνελθόντες ἐπὶ ψιλοὺς καὶ σφενδονήτας καὶ γυμνήτας καὶ τὸ εὐτελὲς ἐπικουρικὸν καταφεύγουσιν, οὐ ταῦτα τιμῶντες ἐξ ἀρχῆς, ὅμως δὲ δι' ἀνάγκην 10.5.7 ταῦτα τιμῶντες· οὕτω κἀκεῖνοι πρὸς ἀναγκαῖον συμμαχικὸν ἐπτοημένοι, τοιαύτας ἐπιβουλὰς ἤρτουν, αἰσχρὰς μέν, ἀν10.5.8 επίφθονοι δὲ ἦσαν, εἴ τις ἑαυτὸν καὶ κακῶς φιλεῖ. εἶχον γοῦν 10.5.8 ἑταίρων πλῆθος, καὶ ἀπήντα τὸ σόφισμα κατὰ λόγον αὐτοῖς. τὸ δὲ Προαιρεσίου τυραννὶς ἐδόκει τις εἶναι, καὶ εὐτυχεῖν 10.5.9 ἡ ἀρετὴ τῶν λόγων ἐδόκει καλῶς· ἢ γὰρ οἱ νοῦν ἔχοντες ἅπαντες αὐτὸν ᾑροῦντο, ἢ οἱ προσελθόντες εὐθὺς νοῦν εἶχον ὅτι Προαιρέσιον ᾕρηντο. 10.6.1 Κατὰ δὲ τούτους τοὺς χρόνους ἤνεγκεν ὁ βασιλικὸς τῆς αὐλῆς ὅμιλος ἄνδρα καὶ δόξης ἐραστὴν καὶ λόγων. ἦν μὲν γὰρ ἐκ Βηρυτοῦ πόλεως, καὶ Ἀνατόλιος ἐκαλεῖτο· οἱ δὲ βασκαίνοντες αὐτῷ καὶ Ἀζουτρίωνα ἐπίκλησιν ἔθεντο, καὶ ὅ τι μὲν τὸ ὄνομα σημαίνειν βούλεται ὁ κακοδαίμων ἴστω τῶν 10.6.2 θυμελῶν χορός. δόξης δὲ ἐραστὴς ὁ Ἀνατόλιος καὶ λόγων γενόμενος, ἀμφοτέρων ἔτυχεν· καὶ τῆς τε νομικῆς τελουμένης παιδείας εἰς ἄκρον ἀφικόμενος, ὡσὰν πατρίδα ἔχων τὴν Βηρυτὸν ἣ τοῖς τοιούτοις μήτηρ ὑποκάθηται παιδεύμασι, καὶ διαπλεύσας εἰς τὴν Ῥώμην, καὶ φρονήματος ἐμπλησθεὶς καὶ λόγων ὕψος ἐχόντων καὶ βάρος, εἰσφρήσας τε εἰς τὰ βασίλεια, ταχὺ μάλα πρῶτος ἦν, καὶ διὰ πάσης ἐλθὼν ἀρχῆς, ἐν πολλαῖς τε ἀρχαῖς εὐδοκιμήσας (καὶ γὰρ οἱ μισοῦντες αὐτὸν ἐθαύμαζον), προϊὼν καὶ εἰς τὸν ἔπαρχον τῆς αὐλῆς ἤλασεν· 10.6.3 ἡ δὲ ἀρχὴ βασιλεία ἐστὶν ἀπόρφυρος. τυχὼν δὲ κατὰ τὴν ἑαυτοῦ φιλοτιμίαν τύχης ἀξίας (τὸ γὰρ καλούμενον Ἰλλυρικὸν ἐπετέτραπτο), καὶ φιλοθύτης ὢν καὶ διαφερόντως Ἕλλην (καί τοί γε ἡ κοινὴ κίνησις πρὸς ἑτέρας ἔφερε ῥοπάς), ἐξὸν αὐτῷ πρὸς τὰ καίρια τῆς ἀρχῆς ἐλθεῖν, καὶ διοικεῖν ἕκαστα πρὸς ὃ βούλοιτο, ὁ δέ, χρυσῆς τινὸς αὐτὸν μανίας ὑπολαβούσης ἰδεῖν τὴν Ἑλλάδα, καὶ τὰ τῶν λόγων εἴδωλα διὰ τῆς παιδεύσεως ἐπὶ τὴν αἴσθησιν, μεθ' οὕτως