Fragmenta in epistulam ad Romanos
περὶ ἡμᾶς αὐτοῦ σχέσεως, ἣν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ποιησάμενος ἐνεδείξατο.
προθυμίᾳ δια πράττεσθε ὡς δουλείαν τῷ κυρίῳ πληροῦντες, καὶ τὴν ἐλπιζομένην ὑπὲρ τούτων ἀμοιβὴν ἐκδεχόμενοι χαίρετε, ὑπὲρ ἧς καὶ τὰς ἐπαγομένας ὑμῖν θλίψεις μεθ' ὑπομονῆς δίκαιοι φέρειν ἐστέ. μὴ μὴν ἀπαγορεύειν πρὸς τὴν ἐπὶ τούτοις τοῦ θεοῦ μακροθυμίαν, ἀλλ' ἀπερισπάστως αὐτὸν ἐν πᾶσιν ἐπιβοᾶσθε καὶ πάντοτε. {Rom 12,1314} Ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες. οἰκειούμενοι τὰ τῶν ἁγίων, φησί, καὶ ὡς κοινῶν τῶν ἐκείνων χρειῶν προνοούμενοι· ἁγίους μέντοι τοὺς πιστοὺς ὀνομάζει ὡς πρὸς ἁγιασμὸν κεκλημένους. Τοσοῦτον βούλομαι, φησίν, ὑπάρχειν ἐν ὑμῖν τὸ φιλανθρώπινον ὡς καὶ τοῖς πολεμοῦσιν ὑμᾶς φιλούντων παρέχεσθαι συγγνώμην. {Rom 12,15-16} Χαίρειν μετὰ χαιρόντων, ἵνα εἴπῃ βασκανίας ὑμᾶς ἀπηλ λάχθαι καλόν. κλαίειν μετὰ κλαιόντων, ἐφήδεσθαι συμφοραῖς ἀλλοτρίαις οὐ δίκαιον. μᾶλλον δὲ οὐ τοῦτο μόνον ἐν ἀμφοτέροις, ἀλλὰ καὶ τὸ πλέον παρῄνεσεν· τοῦ γὰρ μὴ φθονῆσαι περιττὸν τὸ καὶ συνησθῆ ναι, καὶ τοῦ μὴ ἐφησθῆναι περιττὸν τὸ καὶ συναλγήσαντα κλαυθμοῦ κοινωνῆσαι. Γίνεσθε, φησί, περὶ ἀλλήλους ὁμόψυχοι, μὴ κατὰ τῶν πέλας φρονήματι χρώμενοι, συγκατιόντες δὲ τοῖς πλησίον καὶ συμπεριφερό μενοι μᾶλλον. {Rom 12,17} Ἐπειδὴ τὸ μὴ τοῖς ὁμοίοις ἀμύνεσθαι τοῖς πονηροῖς τοῦ θείου διαγορεύοντος νόμου, πολλοῖς τῶν ἀνθρώπων ἐν ταῖς ἀδικίαις ἐρεθιζο μένοις ὑπὸ θυμοῦ μωρία τοῦτο δοκεῖ, καὶ τὸ στέργειν τὴν ἡσυχίαν ἐῶντες ὡς ἄνανδρον, εἰς σπουδὴν μείζονος βλάβης προάγονται, παραινεῖ μὴ οὕτω ποιεῖν μηδὲ τοῖς ἐξ ὀργῆς οἰκείοις παραχωρεῖν ὡς κρείττοσι τῆς θείας διατάξεως λογισμοῖς, ἀλλ' ὑπακούειν ἐκείνῃ χαίρειν φήσαντος τούτοις. 406 Μὴ νομίζετε, φησί, προσήκειν ὑμῖν πρὸς ἐνίους μὲν εἶναι καλοῖς, πρὸς ἐνίους δέ γε κακοῖς, ἀλλὰ κακοῖς μὲν πρὸς οὐδένα, καλοῖς δὲ πρὸς ἅπαντας. {Rom 12,18} Καλῶς τὸ εἰ δυνατόν· ἔστι γὰρ ὅτι καὶ διαμαχουμένου μοι τοῦ πλησίον ἐγὼ τὴν πρὸς αὐτὸν εἰρήνην οὐ βούλομαι. συνεστὼς οὖν πρὸς τὸ ἐνδεχόμενον τοῦ πράγματος ποιεῖται τὴν συμβουλήν· τὸ τῆς ὑμετέρας γνώμης ὑγιαίνειν ἐθέλω, φησίν, κἂν νοσοῖεν ἄλλοι τινές. {Rom 12,19} Ὡς ἂν μᾶλλον εἰς ὑπακοὴν αὐτοὺς ἀγάγοι τῆς συμβουλῆς, ἐπιφέρει ταῦτα λέγων ὅτι τῆς φιλονεικίας ἐξισταμένοις ὑμῖν ὑπάρξει τὸ τῆς ἐκδικήσεως ἄμεινον· τιμωρήσεται γὰρ τοὺς ἠδικηκότας ὑμᾶς ὑπὲρ ὑμῶν ὁ θεός. {Rom 12,21} Ὄντος οὖν, φησί, πολὺ δυνατωτέρου τοῦ τὴν ὑπὲρ σοῦ δίκην εἰσπραξαμένου, πάρες αὐτὸς τὸ διὰ τῶν ἴσων ἔργων μιμεῖσθαι τὸν πονηρόν· ταύτῃ γὰρ ἢ κἀκεῖνον ἀπολύεις τοῦ ἐγκλήματος ἢ καὶ σαυτὸν αὐτῷ συνυπάγεις εὐεργετεῖν αὐτὸν μᾶλλον εἰς δύναμιν πρόθυμον· συμ βήσεται γὰρ οὕτως ἐκείνῳ πεφηνότι περὶ σὲ τὸν εὐεργέτην ἀδίκῳ τὴν ἐσχάτην ἀπενέγκασθαι κόλασιν. μέχρι τούτου συνδραμὼν τοῦ ἀδικου μένου τῷ πάθει καὶ προσδοκίᾳ μείζονος τιμωρίας τῆς μὲν ἐν χερσὶν αὐτὸν ἀποστήσας, εὖ δὲ ποιεῖν ἀναπείσας, ἐπάγει λοιπὸν ὡς ἂν ἤδη τοῦ θυμοῦ καθυφέντα καὶ τῶν λεγομένων ἐπαΐειν δυνάμενον, τῆς νουθεσίας τὸ ἐντελὲς καί φησιν. Σοῦ μὲν οὖν, φησίν, οὐκ ἐπεξιόντος, μᾶλλον δὲ καὶ εὐεργετοῦντος, πρόδηλον ὡς ἀμυνεῖται θεὸς ὑπὲρ σοῦ τὸν ἠδικηκότα, καὶ περὶ τούτου λεγούσῃ διαπιστεῖν οὐ χρὴ τῇ γραφῇ· βούλομαι μὲν τοιαύτῃ γνώμῃ τὰ καλὰ περὶ τὸν ἐχθρὸν ἐπιδείκνυσθαι· τοῦτο γὰρ ἥττης, οὐ νίκης μαρ τύριον τῶν κακῶν ἐν κακίᾳ πλεονεκτεῖν καὶ τὴν εὐποιΐαν εἰς βλάβην τούτων ἐπιτηδεύειν περὶ οὓς ἐνεργεῖται. ὅρα τοίνυν ὅπως μὴ συναρ πασθεὶς ἡττηθῇς ποτε τοῦ κακοῦ, φαίνου δὲ αὐτοῦ κρείττων ἀεὶ διὰ τῆς συμμαχίας τοῦ ἀγαθοῦ. ταῦτα περὶ ὁμονοίας τοῖς πιστοῖς τῆς εἰς ἀλλήλους καὶ τῆς εἰς πάντας διαλεχθείςπρέπον γὰρ εἶναι τοῖς τὴν ἐν Χριστῷ κεκτημένοις ἐλπίδα τοιούτοιςμεταβαίνει πρὸς ἄλλο πάλιν κεφάλαιον. 407
{Rom 13,1a } Ἐν ἀρχῇ τοῦ κηρύγματος κεκρατημένοις τοῖς ἀνθρώποις ὑπὸ
τῶν προτέρων ἐθῶν, ἀναγκαίως δυσπαράδεκτον ὑπῆρχεν τὸ εὐαγγέλιον, ἄλλως τε