1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

29

17.t Κεφάλαιον ιζʹ Ὅτι ἀτελὴς εἰς τὸ ἀγαθὸν ὁ καὶ ἑνί τινι τῶν κατ' ἀρετὴν ἐλλείπων.

17.1 Εἰ δὴ ταῦτα οὕτως ἔχει, διορθωτέον ὡς οἷόν τε τῶν πολλῶν τὴν

συνήθειαν· ὅσοι πρὸς μὲν τὰς αἰσχροτέρας τῶν ἡδονῶν ἰσχυρῶς ἀπομάχονται, ἄλλως δὲ τὴν ἡδονὴν ἐν τιμαῖς καὶ φιλαρχίαις θηρεύουσι, παραπλήσιον ποιοῦντες ὥσπερ ἂν εἴ τις οἰκέτης μὴ ὅπως ἔξω τῆς δουλείας γενήσεται σπεύδοι, ἀλλ' ἐναμείβοι τοὺς κεκτημένους, τὴν ἐναλλαγὴν τῶν κυριευόντων ἐλευθερίαν οἰόμενος-δοῦλοι γάρ εἰσιν ἐπίσης πάντες, κἂν μὴ ὑπὸ τῶν αὐτῶν κυριεύωνται, ἕως ἂν ὅλως ἐπικρατῇ τις αὐτῶν μετὰ δυναστείας ἀρχή-. Εἰσὶ δὲ πάλιν οἳ τῇ πολλῇ πρὸς τὰς ἡδονὰς μάχῃ εὐκαταγώνιστοί πως τῷ ἀντικειμένῳ πάθει γεγόνασι, καὶ ἐν τῇ ἐπιτεταμένῃ τῆς ζωῆς ἀκριβείᾳ λύπαις καὶ παροξυσμοῖς καὶ μνησικακίαις καὶ τοῖς λοιποῖς πᾶσιν, ὅσα πρὸς τὸ ἐναντίον τοῦ κατὰ τὴν ἡδονὴν πάθους ἀντικαθέστηκεν, εὐκόλως τε ἁλίσκονται καὶ δυσχερῶς διεκδύνουσι· τοῦτο δὲ γίνεται, ὅταν μὴ ὁ λόγος ὁ κατ' ἀρετήν, ἀλλά τι πάθος τῆς κατὰ τὸν βίον πορείας ἡγεμονεύῃ. 17.2 «Ἡ μὲν γὰρ ἐντολὴ τοῦ κυρίου σφόδρα τηλαυγής», κα θώς φησιν ἡ γραφή, ὡς καὶ νηπίων «ὀφθαλμοὺς φωτίσαι», μόνῳ «τῷ θεῷ προσκολλᾶσθαι ἀγαθὸν εἶναι» λέγουσα. Ὁ δὲ θεὸς οὔτε λύπη ἐστὶν οὔτε ἡδονὴ οὔτε δειλία ἢ θράσος ἢ φόβος ἢ ὀργὴ ἢ ἄλλο τι τοιοῦτον πάθος, ὃ τῆς ἀπαιδεύτου κυριεύει ψυχῆς, ἀλλ', ὥς φησιν ὁ ἀπόστολος, αὐτοσοφία καὶ ἁγιασμός, ἀλήθειά τε καὶ χαρὰ καὶ εἰρήνη καὶ ὅσα τοιαῦτα. Πῶς οὖν ἔστι τῷ ταῦτα ὄντι προσκολληθῆναι τὸν ὑπὸ τῶν ἐναντίων κρατούμενον; Ἢ πῶς οὐκ ἄλογον τὸν ἔν τινι τῶν παθῶν ὅπως μὴ ὑπαχθῇ σπουδάζοντα ἀρετὴν νομίζειν τὸ ἀντικείμενον; οἷον ἡδονὴν μὲν φεύγοντα λύπῃ κατέ χεσθαι, τὸ δὲ θρασὺ καὶ προπετὲς διακλίνοντα δειλίᾳ ταπεινοῦν τὴν ψυχήν, ἢ θυμοῖς ἀνάλωτον μένειν ἐσπου δακότα κατεπτηχέναι τῷ φόβῳ. Τί γὰρ διαφέρει οὕτως ἢ ἄλλως τῆς ἀρετῆς ἐκπεσεῖν, μᾶλλον δὲ αὐτοῦ τοῦ θεοῦ ἔξω γενέσθαι, ὅς ἐστιν ἡ παντελὴς ἀρετή; Καὶ γὰρ ἐπὶ τῶν τοῦ σώματος ἀρρωστημάτων οὐκ ἂν διαφέρειν τὸ κακόν τις εἴποι δι' ὑπερβαλλούσης ἐνδείας ἢ ἀπὸ πλησμονῆς ἀμέτρου διαφθαρῆναι, εἰς τὸ αὐτὸ πέρας τῆς ἀμετρίας ἐν ἑκατέροις ληγούσης. Οὐκοῦν καὶ ὁ τῆς κατὰ ψυχὴν ζωῆς τε καὶ ὑγείας ἐπιμελούμενος ἐπὶ τοῦ μέσου τῆς ἀπαθείας ἑαυτὸν τηρήσει, ἀμιγὴς καὶ ἀμέτοχος διαμένων τῆς ἑκατέ ρωθεν τῇ ἀρετῇ παρακειμένης ἐναντιότητος. Οὐκ ἐμὸς ὁ λόγος, ἀλλ' αὐτῆς τῆς θείας φωνῆς· τὸ δόγμα φανερῶς γὰρ τῆς τοῦ κυρίου διδασκαλίας ἔστιν ἀκοῦσαι, ἐν οἷς διδάσκει τοὺς μαθητάς, ὡς ἄρνας λύκοις συναναστρεφομένους, μὴ περιστερὰς εἶναι μόνον, ἀλλ' ἔχειν τι καὶ τοῦ ὄφεως ἐν τῷ ἤθει. Τοῦτο δέ ἐστι μὴ τὸ κατὰ τὴν ἁπλότητα δοκοῦν ἐπαινετὸν ἐν ἀνθρώποις εἰς ἄκρον ἐπιτηδεύειν, ὡς τῇ ἐσχάτῃ ἀνοίᾳ τῆς τοιαύτης ἕξεως πλησιαζούσης· μηδ' αὖ πάλιν τὴν ἐπαινουμένην ὑπὸ τῶν πολλῶν δεινότητα καὶ πανουργίαν ἀμιγῆ τῶν ἐναντίων καὶ ἄκρατον ἀρετὴν νομίζειν· ἐκ δὲ τῆς δοκούσης ἐναντιότητος μίαν τινὰ συγκεκραμένην ἤθους κατάστασιν ἀπεργάζεσθαι, τῆς μὲν τὸ ἀνόητον, τῆς δὲ τὸ ἐν πονηρίᾳ σοφὸν περικόψαντας, ὡς ἐξ ἑκατέρων ἓν ἀποτελεσθῆναι καλὸν ἐπιτήδευμα ἁπλό τητι γνώμης καὶ ἀγχινοίᾳ συγκεκραμένον. «Γίνεσθε γάρ», φησί, «φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστε ραί.»

18.t Κεφάλαιον ιηʹ Ὅτι χρὴ πάσας τὰς τῆς ψυχῆς δυνάμεις πρὸς

ἀρετὴν βλέπειν.