1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

30

Γρηγόριον τὸν ἐπίσ κοπον, κατέλαβε πράγματα, οὔτε ἄλλως φορητὰ καὶ μάλιστα τῷ ἤθει αὐτοῦ ὑπεναντία, ἔδοξεν ἡμῖν κράτιστον εἶναι ἐπὶ τὴν σὴν καταφυγεῖν προστασίαν καὶ παρὰ σοῦ τινα εὑρέσθαι λύσιν τῶν συμφορῶν. Συμφορὰ γάρ ἐστιν ἀφόρητος πράγματα ἀναγκάζεσθαι λέγειν τὸν μὴ πεφυκότα μηδὲ βουλόμενον, καὶ χρήματα ἀπαιτεῖσθαι τὸν πένητα, καὶ ἕλκεσθαι εἰς τὸ μέσον καὶ δημοκοπεῖσθαι τὸν πάλαι δι' ἡ συχίας τὸν βίον παρελθεῖν κρίναντα. Εἴτε οὖν τῷ Κόμητι τῶν θησαυρῶν διαλεχθῆναι χρήσιμον εἶναι κρίνῃς, εἴτε τισὶν ἑτέροις, τῆς σῆς ἂν εἴη συνέσεως.

34.τ ΕΥΣΕΒΙΩ ΕΠΙΣΚΟΠΩ ΣΑΜΟΣΑΤΩΝ

34.1 Πῶς ἂν σιωπήσαιμεν ἐπὶ τοῖς παροῦσιν ἤ, τοῦτο καρτε ρεῖν μὴ

δυνάμενοι, ἄξιόν τινα λόγον τῶν γινομένων εὕροιμεν, ὥστε μὴ στεναγμῷ προσεοικέναι τὴν φωνὴν ἡμῶν, ἀλλὰ θρήνῳ τοῦ κακοῦ τὸ βάρος ἀρκούντως διαση μαίνοντι; Οἴχεται ἡμῖν καὶ ἡ Ταρσός. Καὶ οὐ τοῦτο μόνον δεινόν, καίπερ ἀφόρητον ὄν· ἔστι γὰρ τούτου χαλεπώτερον πόλιν τοσαύτην, οὕτως ἔχουσαν εὐκληρίας ὥστε Ἰσαύρους καὶ Κίλικας καὶ Καππαδόκας καὶ Σύρους δι' ἑαυτῆς συνάπτειν, ἑνὸς ἢ δυοῖν ἀπονοίαις ἀνθρώπων ὀλέθρου γενέσθαι πάρεργον, μελλόντων ὑμῶν καὶ βουλευομένων καὶ πρὸς ἀλλήλους ἀποσκοπούντων. Κράτιστον οὖν, κατὰ τὴν τῶν ἰατρῶν ἐπίνοιαν (πάντως δέ μοι πολλὴ ἀφθονία, διὰ τὴν σύνοικον ἀρρωστίαν, τῶν τοιούτων παραδειγμάτων), οἵ, ἐπειδὰν τὸ τῆς ὀδύνης μέγεθος ὑπερβάλλῃ, ἀναισθησίαν τῇ ἐπινοίᾳ ἐπιτεχνῶνται τῷ κάμνοντι, καὶ ταῖς ἡμετέ ραις αὐτῶν ψυχαῖς, ὡς μὴ ταῖς ἀφορήτοις ὀδύναις συνέ χεσθαι, ἀναλγησίαν τῶν κακῶν συνεύξασθαι. Οὐ μὴν ἀλλά, καίπερ οὕτως ἀθλίως ἔχοντες, μιᾷ παραμυθίᾳ κεχρήμεθα πρὸς τὴν σὴν ἀπιδεῖν ἡμερότητα καὶ ἐκ τῆς σῆς ἐννοίας καὶ μνήμης πραῧναι τῆς ψυχῆς τὸ λυπούμενον. Ὥσπερ γὰρ τοῖς ὀφθαλμοῖς, ἐπειδάν ποτε συντόνως τὰ λαμπρὰ καταβλέψωσι, φέρει τινὰ ῥᾳστώνην πρὸς τὰ κυανὰ καὶ χλοάζοντα τῶν χρωμάτων ἐπανελθεῖν, οὕτω καὶ ταῖς ἡμετέραις ψυχαῖς οἷον πραεῖά τις ἐπαφὴ τὸ ὀδυνηρὸν ἐξαιροῦσα ἡ μνήμη τῆς σῆς πραότητος καὶ ἐμμελείας ἐστί, καὶ μάλιστα ὅταν ἐνθυμηθῶμεν ὅτι τὸ κατὰ σεαυτὸν ἅπαν ἐπλήρωσας. Ἐξ ὧν ἱκανῶς καὶ ἡμῖν τοῖς ἀνθρώποις, ἐὰν εὐγνωμόνως τὰ πράγματα κρίνωμεν, ὡς οὐδὲν ἐκ τῆς σῆς αἰτίας ἀπόλωλεν ἐνεδείξω, καὶ παρὰ Θεῷ τῆς τῶν καλῶν προθυμίας μέγαν σεαυτῷ τὸν μισθὸν κατεκτήσω. Χαρίσαιτο δέ σε ἡμῖν καὶ ταῖς ἑαυτοῦ Ἐκκλησίαις ὁ Κύριος, ἐπ' ὠφελείᾳ τοῦ βίου καὶ διορθώσει τῶν ψυχῶν ἡμῶν, καὶ καταξιώσειε πάλιν τῆς ἐπωφελοῦς συντυχίας σου.

35.τ ΑΝΕΠΙΓΡΑΦΟΣ, ΥΠΕΡ ΛΕΟΝΤΙΟΥ

35.1 Περὶ πολλῶν μὲν ὡς διαφερόντων μοι ἐπέστειλά σοι, περὶ πλειόνων δὲ

καὶ ἐπιστελῶ. Οὔτε γὰρ τοὺς δεομένους ἐπιλιπεῖν δυνατόν, οὔτε ἡμᾶς ἀρνεῖσθαι τὴν χάριν οἷόν τε. Οὐ μήν ἐστί τις οἰκειότερός μοι, οὔτε μᾶλλον ἀναπαῦσαί με ἐφ' οἷς ἂν εὖ τι πάθοι δυνάμενος, τοῦ αἰδεσιμωτάτου ἀδελφοῦ Λεοντίου· οὗ τὴν οἰκίαν οὕτω διάθες ὡς ἂν εἰ αὐτὸν ἐμὲ καταλάβοις, μὴ ἐν τῇ πενίᾳ ταύτῃ ἐν ᾗ νῦν εἰμι σὺν Θεῷ, ἀλλ' εὐπορίας τινὸς ἐπειλημμένον καὶ ἀγροὺς κεκτημένον. ∆ῆλον γὰρ ὅτι οὐκ ἂν ἐποίησάς με πένητα, ἀλλ' ἐφύλαξας ἂν τὰ παρόντα ἢ ἐπέτεινας τὴν εὐπορίαν. Τοῦτο οὖν ποιῆσαί σε καὶ ἐν τῇ προειρημένῃ μοι οἰκίᾳ τοῦ ἀνδρὸς παρακαλοῦμεν. Μισθὸς δέ σοι ὑπὲρ πάντων ὁ συνήθης παρ' ἐμοῦ, εὐχὴ πρὸς τὸν ἅγιον Θεὸν ὑπὲρ ὧν κάμνεις, καλός τε καὶ ἀγαθὸς ὢν καὶ προλαμβάνων τὰς αἰτήσεις τῶν δεομένων.