οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
ἀποδεδειγμένου σα φῶς, ὅτι περ ὁ ἐξ Ἀβραὰμ, ἑνὸς ἔθνους γέγονε πατήρ· ἑτέρου δὲ πάλιν ἐπαναγκάζοντος λόγου δει κνύειν τὸ ἐπ' αὐτῷ γεγραμμένον ἀληθὲς (ἀδύνατον γὰρ ψεύσασθαι Θεὸν), ἀνάγκη λοιπὸν ἐπ' αὐτὸν ἤδη φέρειν Χριστὸν τῆς ἐπαγγελίας τὴν ἔκβασιν. Αὐτὸς γὰρ ἦν, καθάπερ ἤδη προεῖπον, ἐν ἐκείνῳ ζωγρα φούμενος. Αὐτὸς γέγονε πατὴρ πολλῶν ἐθνῶν, πάντας μὲν διὰ τῆς πίστεως ἕλκων ὡς ἑαυτὸν, ἐπὶ δὲ τῇ τῶν ἐθνῶν πληθύϊ καὶ μάλα γαννύμενος, καὶ λέγων· "Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία μου, ἃ ἔδωκεν ὁ Θεός." Καὶ ταῦτα μὲν περὶ τούτων ἡμεῖς. Εἰσίτω δὲ καὶ αὐτὸς τῆς ἀληθείας ὁ μάρτυς, ἐπαγωνιζέσθω τοῖς 77.488 εἰρημένοις ὁ σοφώτατος Παῦλος, βοάτω σὺν ἐμοί· "Ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ Πνεῦμα, καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν ἐξ ἔργων νόμου ἢ ἐξ ἀκοῆς πίστεως, καθὼς Ἀβραὰμ ἐπίστευσε τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην." Γινώσκετε ἄρα ὅτι οἱ ἐκ πίστεως, οὗτοί εἰσιν υἱοὶ Ἀβραάμ. Οὐκοῦν βαδιεῖται τῆς ἐπαγγελίας ἡ δύναμις, οὐ πάντως εἰς τοὺς κατὰ σάρκα γεγονότας υἱοὺς, ἀλλ' ἐπ' ἐκείνους δηλαδὴ, ὅσοιπερ ἂν διὰ τῆς εἰς Χριστὸν πίστεως ἐπιγράψων ται πατέρα τὸν Ἀβραάμ. Τοῦτο γὰρ δή μοι καὶ διαῤῥήδην φαίνεται λέγων ὁ μακάριος Βαπτιστὴς τοῖς ἐξ Ἰσραὴλ γεγονόσιν, ὅτε δὴ καὶ ἐπὶ μόνῃ τῇ κατὰ σάρκα κοινωνίᾳ μεγαλαυχούμενοι, ἀρχέτην τοῦ γένους προετείνοντο τὸν Ἀβραάμ· "Ποιήσατε οὖν, φησὶ, καρποὺς ἀξίους τῆς μετανοίας, καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς, ὅτι Πατέρα ἔχομεν τὸν Ἀβραάμ. ∆ύναται γὰρ ἐκ τῶν λίθων τούτων ὁ Θεὸς ἐγεῖραι τέκνα τῷ Ἀβραάμ." Καὶ λίθους ἐνθάδε φησὶ τοὺς ἀπεσκληκότα μὲν ἔτι φρονοῦντας τὸν νοῦν, ἀναισθήτῳ δὲ ὥσπερ καρδίᾳ βεβαρυμένους. Εἰ δέ τις ἀκριβῶς περιαθρήσαι τοὺς ἐξ ἐθνῶν, τοιού τους ὄντας καὶ οὐχ ἑτέρους εὑρήσει, οἳ καὶ ἠγέρθη σαν διὰ τῆς πίστεως, καὶ εἰς τέκνα γεγόνασι τῷ Ἀβραάμ· καὶ συγκληρονόμοι τοῦ Ἰσαὰκ ἀνεδείχθησαν, καὶ μέτοχοι τῆς ἐπ' αὐτῷ γεγόνασιν εὐλογίας. Καὶ τούτου μάρτυς ὁ Παῦλος παρέσται βοῶν· "Προ ειδοῦσα δὲ ἡ Γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ Θεὸς προευηγγελίσατο τῷ Ἀβραὰμ, ὅτι Ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη. Ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραάμ." Ὅτι μὲν τοίνυν εἰς αὐτὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν ὁ ἐξ Ἀβραὰμ γεγονὼς Ἰσαὰκ σχηματίζεται, πανταχόθεν ἄν τις ἀποδείξαι, καὶ μάλα ῥᾳδίως. Ἀναπεί θειν δὲ οἶμαι, καὶ τὸν σφόδρα δυσμαθέστατον, ἐξ ὧν ὁ μακάριος Παῦλος Γαλάταις ἐπιστέλλων βοᾷ· "Ἀδελφοὶ, κατὰ ἄνθρωπον λέγω· ὅμως ἀνθρώπου κεκυρωμένην διαθήκην οὐδεὶς ἀθετεῖ ἢ ἐπιδιατάσσε ται. Τῷ δὲ Ἀβραὰμ ἐῤῥήθησαν αἱ ἐπαγγελίαι, καὶ τῷ σπέρματι αὐτοῦ μετ' αὐτόν. Οὐ λέγει· Καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ' ὡς ἐφ' ἑνός· Καὶ τῷ σπέρματί σου, ὅς ἐστι Χριστός." Ὅτι δὲ πάλιν ἐν τοῖς πιστεύουσιν εἰς Χριστὸν ἡ πρὸς Ἀβραὰμ ὑπόσχεσις συμπεπέραται, καὶ οὐκ ἐξ ἀνάγκης ἐπὶ τὸ κατὰ σάρκα γένος τὴν ἐπαγγελίαν μετοίσομεν τὴν χάριν ἐκβιαζόμενοι, αὐτὸς ἡμᾶς πληροφορήσει λέγων ὁ Παῦλος· "Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτί σθητε, Χριστὸν ἐνεδύσασθε· οὐκ ἔνι Ἰουδαῖος, οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος, οὐδὲ ἐλεύθερος· οὐκ ἔνι ἄῤ ῥεν καὶ θῆλυ. Πάντες γὰρ ὑμεῖς εἷς ἐστε Ἱησοῦ Χριστοῦ. Ἄρα τοῦ Ἀβραάμ ἐστε, καὶ κατ' ἐπαγγελίαν κληρονόμοι." Ἐξαρκέσειν μὲν οὖν τῶν εἰρη μένων τὸ πλῆθος ὑπολαμβάνω πρὸς ἀπόδειξιν τοῦ προτεθέντος τῷ λόγῳ σκοποῦ. Εἰ δέ σοι δοκῶ μικρὰ μὲν εἰπεῖν, ὦ Ἰουδαῖε, καὶ λόγου μὲν οὐδενὸς ἀξιώ 77.489 σεις τὸ φρονεῖν ὀρθῶς, συνθήσῃ δὲ πάλιν ἡμῖν οὐδα μῶς, ὅτι δεῖ ταῦτα τοῦτον ἔχειν τὸν τρόπον, οὐκ ἐμὸν, ὦ οὗτος, ἀλλὰ τῆς σῆς ἀπειθείας τὸ ἔγκλημα. Οἷς μὲν γὰρ τὰ κράτιστα λέγειν ἐσπούδασται, τούτοις δὴ πάντως τὸ μὴ δύνασθαι πείθειν τοὺς ἀκροωμένους, οὐδὲν ἂν, οἶμαι, προσοίσῃ τὸ ἔγκλημα. Ὃ γὰρ ἦν ἐν αὐτοῖς, τοῦτο δὴ καὶ μάλα προθύμως ἐργασάμενοι, πάσης ἂν εἶεν εἰκότως αἰτίας ἐλεύθεροι. Τοῖς δὲ τῶν βελτίστων ἀκροωμένοις, αὐτὸ δὴ καὶ μόνον τὸ μὴ βούλεσθαι συναινεῖν, οἷς ἄν τις εὖ λέγοι, τὸν αἴσχιστον ἐπιμαρτυρήσει τρόπον· ὥσπερ οὖν ἀμέλει καὶ εἴ τις παρά του δάνεισμα λαβὼν, ἀχάριστός τε ὁμοῦ καὶ ἀγνώμων εὑρεθεὶς, οὐ τὸν δεδανεικότα πονηρὸν, ἀλλ'