ἀριπρεποῦς ἀξιώματος φερόμενος, συλλαβεῖν, καὶ τὸ νοούμενον ἐκ τῶν ἀρχαίων ἰνδαλμάτων φάντασμα ἐπὶ τὴν ὄψιν σπάσαι, 10.6.4 πρὸς τὴν Ἑλλάδα ἔσπευσε. καὶ πρόβλημά γέ τι τοῖς σοφισταῖς προπέμψας (ἐτεθήπεσαν δὲ αὐτὸν ἡ Ἑλλάς, τό τε φρόνημα ἀκούοντες καὶ τὴν παιδείαν, καὶ ὅτι ἀκλινὴς ἦν καὶ ἀδωροδόκητος), ἐκέλευεν ἅπαντας τὸ αὐτὸ μελετᾶν 10.6.5 πρόβλημα. οἱ δὲ τοῦτο αὐτὸ ἐπιτηδεύοντες καὶ κατὰ τὴν ἑκάστην ἡμέραν ἀλλήλοις ἐπιβουλεύοντες, ὅμως (ἀνάγκη γὰρ ἐκέλευεν) συνεκρίθησαν, καὶ περὶ τῆς καλουμένης στάσεως τοῦ προβλήματος πολλοὺς ἐν ἀλλήλοις λόγους ἀντεπιχειρήσαντες (οὐκ ἔγνω τούτου τοῦ πράγματος γελοιότερον ὁ συγγραφεύς), διεκρίθησαν ἀπ' ἀλλήλων ἕκαστος, διὰ φιλοτιμίαν ἕκαστος ἐπαινῶν τὴν ἰδίαν δόξαν καὶ πρὸς τὰ 10.6.6 μειράκια φιλοτιμούμενος. ὡς δὲ βαρύτερος ἦν τῆς Περσικῆς ἐκείνης καὶ πολυυμνήτου στρατιᾶς ἐπὶ τὴν Ἑλλάδα κατιὼν ὁ Ἀνατόλιος, καὶ ὁ κίνδυνος ἦν παρὰ πόδας οὐ τοῖς Ἕλλησιν ἀλλὰ τοῖς σοφιστεύουσιν, ἐνταῦθα οἱ μὲν ἄλλοι πάντες (προσεγεγένητο γὰρ αὐτοῖς καὶ Ἱμέριός τις σοφιστὴς ἐκ Βιθυνίας· οὐκ ἔγνω τοῦτον ὁ συγγραφεύς, πλὴν ὅσα γε διὰ συγγραμμάτων), ἐταλαιπωροῦντο δὲ ὅμως ἅπαντες, καὶ πολλῷ καμάτῳ παρετείνοντο, τὴν δόξασαν ἕκαστος 10.6.7 μελετῶντες στάσιν. ἐνταῦθα ὁ Προαιρέσιος θαρσῶν τῇ φύσει, βαρὺς ἦν οὔτε φιλοτιμούμενος οὔτε ἐκφέρων τὸ ἀπόρ10.6.8 ρητον. ὁ δὲ Ἀνατόλιος ἐγγύθεν, καὶ εἰσεδήμησεν Ἀθήναζε. θύσας δὲ θαρσαλέως καὶ περιελθὼν τὰ ἱερὰ πάντα, ᾗ θεσμὸς ἱερὸς ἐκέλευεν, ἐξεκάλει τοὺς σοφιστὰς ἐπὶ τὸν ἀγῶνα. καὶ οἱ παρόντες ἕκαστος πρῶτος ἐς τὴν ἐπίδειξιν ἠπείγετο· 10.6.9 οὕτω φίλαυτόν τι χρῆμα ἄνθρωπος· ὁ δὲ Ἀνατόλιος καὶ τοὺς κροτοῦντας, τὰ μειράκια, ἐγέλα, καὶ τοὺς πατέρας ἠλέει τῆς τῶν παίδων παιδείας ὑπὸ τίσιν παιδεύονται. ἐκάλει 10.6.10 δὲ τὸν Προαιρέσιον· μόνος γὰρ ἀπολέλειπτο· ὁ δὲ θεραπεύσας τινὰ τῶν οἰκείων αὐτοῦ καὶ πάντα ἐξειδότων, μαθὼν τὴν στάσιν ἣν ἐπαινεῖ (τοῦτο γὰρ ὁ συγγραφεὺς ἔφη γελοῖον ἐν τοῖς ἄνω λόγοις), καί τοί γε οὐδενὸς ἦν ἄξιον λόγου, οὐδὲ Ἀνατόλιον ἔδει ταῦτα νικᾶν, ὅμως πρός τε τὴν κλῆσιν ὑπήκουσεν ἀθρόως, καὶ πρὸς ἐκείνην τὴν στάσιν διαθέμενος τὸν ἀγῶνα, ἐς τοσόνδε ἤρκεσε πρὸς τὸ κάλλος τοῦ λόγου, ὥστε ἐπήδα τε ὁ Ἀνατόλιος, καὶ τὸ θέατρον βοῶν τε ἐρρή10.6.11 γνυτο, καὶ οὐδεὶς ἦν ὃς οὐχὶ θεὸν ὑπελάμβανε. τιμήσας οὖν ἐκεῖνον διαφερόντως φαίνεται, καί τοί γε τοὺς ἄλλους μόλις 10.6.12 ἀξιώσας τῆς ἑαυτοῦ τραπέζης. (ὁ δὲ Ἀνατόλιος σοφιστὴς ἦν ἐν τοῖς κατ' εὐωχίαν καὶ πρὸς συμπόσιον· οὐδὲ τὸ συμπόσιον ἦν ἄλογον καὶ ἀπαίδευτον. ἀλλὰ ταῦτα μὲν ἐγένετο πρὸ πολλῶν χρόνων, καὶ οὕτως ἐξηκρίβου τὴν 10.6.13 ἀκοὴν ὁ συγγραφεύς. ὁ δὲ Ἀνατόλιος καὶ τὸν Μιλήσιον ὑπερεθαύμαζεν, ὃς ἦν μὲν ἐκ Σμύρνης τῆς Ἰωνικῆς, φύσεως δὲ ἀρίστης τυχών, ἐς ἀφιλότιμόν τινα καὶ σχολαστὴν ἑαυτὸν ἐμβαλὼν βίον, πρός τε ἱεροῖς ἦν καὶ γάμων ἠμέλησε, ποίησίν τε ἅπασαν καὶ μέλος ἐξήσκησε, καὶ ποιήσεως ὅσον ἐπαινοῦσι Χάριτες. οὕτω γοῦν εἷλε τὸν Ἀνατόλιον, ὥστε καὶ 10.6.14 Μοῦσαν ἐκάλει τὸν ἄνθρωπον. Ἐπιφανίου δὲ τοῦ σοφιστεύοντος τὰ ζητήματα διαιρέσεις ἔφασκεν, εἰς μικρολογίαν 10.6.15 καὶ περιττὴν ἀκρίβειαν κωμῳδῶν τὸν παιδεύοντα). περὶ δὲ τῆς διαφωνίας αὐτῶν τῆς κατὰ τὴν στάσιν, διασιλλαίνων ἅπαντας, "εἰ πλείους" ἔφη "†τῶν δεκατριῶν† ἐτύγχανον οἱ σοφιστεύοντες, τάχ' ἂν ἑτέρας προσεξεῦρον στάσεις, ἵνα διαφόρως ἓν πρόβλημα μελετήσωσιν." Προαιρέσιον δὲ πάν10.7.1 των ἕνεκε μόνον ὑπερεθαύμαζεν. ἐτύγχανε δὲ ὁ Προαιρέσιος οὐ πρὸ πολλοῦ χρόνου μετάπεμπτος ὑπὸ τοῦ βασιλεύοντος γεγονὼς Κώνσταντος ἐς τὰς Γαλλίας, καὶ κρατήσας τοῦ βασιλεύοντος ἐς τοσοῦτον, ὥστε ὁμοτράπεζος ἅμα τοῖς τιμιωτάτοις ἦν αὐτῷ, καὶ ὅσον γε τῶν ἐκείνῃ τότε ἀνθρώπων οὐκ ἐξικνοῦντο τούς τε λόγους ἀναθεωρεῖν καὶ τὰ ἀπόρρητα τῆς ψυχῆς θαυμάζειν, πρὸς τὴν