Fragmenta in epistulam ad Romanos
περὶ ἡμᾶς αὐτοῦ σχέσεως, ἣν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ποιησάμενος ἐνεδείξατο.
καὶ τὰ ὑπὲρ ἀνθρωπίνην ἔννοιαν ὑπισχνούμενον καὶ προσέτι παρ' ἰδιωτῶν καὶ πτωχῶν καὶ ἀγραμμάτων ἀνθρώπων καταγγελλόμενον. τούτου χάριν πολλή τις ἦν ἐν τῷ τότε τῶν πνευματικῶν χαρισμάτων ἡ χορηγία δυσωποῦσα τὸ γένος τῶν ἀρχαιοτέρων ἀφισταμένους μετα μανθάνειν τὰ παρὰ τῶν ἀποστόλων διδάγματα. κάτοχοι δὴ γινόμενοι τῷ πνεύματι καὶ μονονουχὶ παρόντα θεωροῦντες τὰ κηρυττόμενα διὰ τῆς ὑπὸ τοῦ πνεύματος διδομένης αὐτοῖς πρὸς σημείων ἐνέργειαν ἐξουσίας, ἠτίμαζον, ὡς εἰκός, τὰ παρόντα καὶ τῆς τοῦ ἐνεστῶτος αἰῶνος ματαιότητος κατεγέλων, φαυλίζοντες μὲν πλοῦτον, φαυλίζοντες δὲ δόξαν, φαυλίζοντες δὲ δυναστείαν, ὑπερορῶντες δὲ καὶ αὐτῆς βασιλείας ὡς ὀνείρατος ἢ σκιᾶς διηλλαχότων οὐδέν. ἐκ δὲ τούτων προβαίνειν ἔμελλεν εἰς στάσεις καὶ πολέμους αὐτοῖς τὸ πρᾶγμα, κατὰ μικρὸν περιττὸν ἡγουμένους μετὰ τὴν Χριστοῦ παρουσίαν ἔτι τοῖς πρόσθεν ἐμμένειν καταστάσεως σχήμασιν, καὶ τῆς θείας χάριτος ἐν ἴσῳ προσιεμένης τοὺς ἅπαντας αὐτοὺς τοῦ παρόντος ἔτι βίου τῆς ἀνωμαλίας ἀνέχεσθαι, μάλιστα τῆς τοιαύτης γνώμης αὐτοῖς καὶ ἐξ αὐτῆς πλέον τῆς ἐπιστολῆς κυρουμένης· διὰ πάσης γὰρ τοῦτο αὐτοῖς συνεβούλευσεν τὸ μὴ κατὰ σάρκα δεῖν ἔτι ζῆν αὐτοὺς ὡς Χριστῷ μεταστάντας ἀλλὰ κατὰ πνεῦμα· ὑμεῖς γάρ, φησίν, οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλ' ἐν πνεύματι, εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν. τοῦτο οὖν προϋπιδόμενος ὁ μακάριος Παῦλος τὴν ἁρμόττουσαν εἰκότως πρὸς αὐτοὺς καὶ περὶ τούτου ποιεῖται διδασκαλίαν καί φησιν· πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποταττέσθω. καὶ πρῶτον μὲν περιληπτικὸν καὶ κοινὸν κατὰ πάντων ἐποιήσατο τὸ παράγγελμα, εἶτα οὐκ εἶπεν ἐξου σιάζουσιν ἀλλ' ἐξουσίαις, ἵνα ἐκ τοῦ πράγματος τοὺς ἐν τῷ πράγματι τιμᾶσθαι διδάξῃ καὶ μὴ διὰ τήν τινων ἂν οὕτω τύχῃ φαυλότητα πονηρῶς τῷ καλῷ κεχρημένων αὐτὸ τὸ πρᾶγμα προπηλακίζοιτο. 408 {Rom 13,1b } Εἰ γὰρ οὐκ ἔστιν ἐξουσία, φησί, παρὰ γνώμην θεοῦ, δεῖ πεπεῖσθαι σαφῶς αὐτῷ δοκοῦν εἶναι τὰς οὔσας. {Rom 13,23} Τί δὲ ὅλως, φησί, καὶ διαστασιάζεις, εἰπέ μοι, πρὸς τὴν ἀρχήν; χρηστὸς εἶ καὶ μισεῖς πονηρίαν, οὐκοῦν ἔπαινον ἐξ αὐτῆς ἀλλ' οὐ φόβον δεῖ περιμένειν· συνεργὸν γάρ σοι τοῦ καλοῦ τὴν ἐξουσίαν ἔδωκεν ὁ θεός. {Rom 13,45} Εἰ δὲ πρὸς κακίαν ῥέπεις, φησί, καὶ τοῦ χείρονος εἶ φιλητής, εἰκότως ταράττῃ καὶ δέδοικας· ὑπεύθυνον γὰρ εἰς τιμωρίαν σαυτὸν αὐτῷ παραδίδως ἔχοντι τοῦ κολάζειν τοὺς κακοὺς θεόθεν τὴν ἐξουσίαν. ἐν αὐτῷ μέντοι καὶ τοὺς ἐν ταῖς ἐξουσίαις αὐτοὺς ὁποίους εἶναι χρή, συνεβούλευσεν. Πανταχόθεν ἄρα τὸ εἴκειν αὐτοῖς καὶ ὑποτάσσεσθαι φαίνεται, φησίν, ἀναγκαῖον, καὶ χωρὶς γὰρ τοῦ ἐκ τῆς τῶν ἀρχόντων, οἶμαι, τιμωρίας δέους ὑπ' αὐτοῦ τοῦ οἰκείου συνειδότος ἐν τῷ ποιεῖν τὰ ἄτοπα κολα ζόμεθα. {Rom 13,6} Ἀλλὰ μήν, φησίν, ἱκανὸν καὶ ἡ τῶν χρημάτων εἰσφορὰ πρὸς τὴν ὑποταγὴν αὐτῶν ἐνάγειν ὑμᾶς· μεγίστη γὰρ ἀπόδειξις, οἶμαι, καὶ τοῦτο τῷ θείῳ δόγματι λειτουργοῦντας αὐτοὺς τῇ τοιαύτῃ προσκαρτερεῖν λειτουργίᾳ. ἐν μέντοι τούτοις ἅπασι τὸ τῷ σωτῆρι λεχθὲν πρὸς Ἰουδαίους ἐν Εὐαγγελίοις φησὶν ὅτι ἀπόδοτε τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. ὅθεν συνάγων πρὸς τὸν σκοπὸν τοῦτον αὐτῷ τὰ προειρημένα συνετῶς ἐπιφέρει· ἀπόδοτε οὖν πᾶσι τὰς ὀφειλὰς καὶ τὰ ἑξῆς. {Rom 13,7-8} Ἔστι μὲν ὁ φόρος καὶ τὸ τέλος ταὐτόν. ἀμέλει φόρους ἐν τῷ πρὸ τούτου ῥητῷ τελεῖν αὐτοὺς ἔφησενδιὰ τοῦτο γάρ, φησί, καὶ φόρους τελεῖτε, νῦν δὲ αὐτὸ διεῖλεν, ἢ τοῦτο βουλόμενος εἰπεῖν ὅτι εἴτε φόρον εἴτε τέλος τὸ τοιοῦτό τις ἐθέλοι καλεῖν, ὑμῖν γε αὐτὸ παντὶ 409 τρόπῳ προσῆκεν ἐκτιννύναι· ἢ τὸ μέν, ἔφησε, δηλῶν τὴν εἰς τὸ δημόσιον τῶν χρημάτων συντέλειαν, τὸ δὲ τὰς ἰδικὰς τοῖς κεκτημένοις προσόδους. τῷ τὸν φόβον τὸν φόβον οἷον τοῖς ἐν ἀρχαῖς, τῷ τὴν τιμὴν τὴν τιμὴν οἷον τοῖς φίλοις καὶ ὅλοις τοῖς πλησίον. Μηδενὶ μηδὲν ὀφείλετε εἰ μὴ τὸ ἀγαπᾶν ἀλλή λους· οὐχὶ μὴ ἀποδιδόναι τὴν ἀγάπην ἐν τούτοις φησίν, ἀλλ' ἀντὶ τοῦ μόνον τὸ τῆς ἀγάπης χρῆμα διὰ παντὸς ἀλλήλοις