1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

30

18.1 Οὐκοῦν ὅπερ ἐνταῦθα εἴρηται παρὰ τοῦ κυρίου, κοινὸν ἔστω

δόγμα τοῦ βίου παντός, καὶ μάλιστα ἐπὶ τῶν διὰ παρθενίας τῷ θεῷ προσιόντων, τὸ μὴ πρὸς ἕν τι κατόρ θωμα βλέποντας τῶν ἐναντίων ἀφυλάκτως ἔχειν, ἀλλὰ πανταχόθεν ἑαυτοῖς τὸ ἀγαθὸν ἐξευρίσκειν, ὡς ἂν διὰ πάντων τὸ ἀσφαλὲς ὑπάρχοι τῷ βίῳ. Οὐδὲ γὰρ στρατιώτης μέρη τινὰ τοῖς ὅπλοις φραξάμενος γυμνῷ κινδυνεύει τῷ λοιπῷ σώματι. Τί γὰρ κέρδος αὐτῷ τῆς ἐπὶ μέρους ὁπλί σεως, εἰ κατὰ τῶν γυμνῶν τὴν καιρίαν δέξεται; Τίς δ' ἂν εὔμορφον ὀνομάσειεν ἐκεῖνον, ᾧ τῶν εἰς εὐμορφίαν τι συντελούντων ἔκ τινος συμφορᾶς περικέκοπται; Ἡ γὰρ περὶ τὸ λεῖπον αἰσχύνη καὶ τὴν τοῦ ὑγιαίνοντος χάριν διελυμήνατο. Εἰ δὲ καταγέλαστός ἐστι, καθώς φησί που τὸ εὐαγγέλιον, ὁ ἐγχειρήσας μὲν τῇ τοῦ πύργου οἰκοδομῇ, ἐν θεμελίοις δὲ τὴν ἑαυτοῦ σπουδὴν στήσας καὶ τοῦ τέλους οὐκ ἐφικόμενος, τί ἄλλο ἐκ τῆς παραβολῆς ταύτης μανθά νομεν ἢ τὸ πάσης ὑψηλῆς προθέσεως ἐπὶ τὸ πέρας φθάνειν ἐσπουδακέναι, ταῖς ποικίλαις τῶν ἐντολῶν ἐποικοδομαῖς τὸ ἔργον τοῦ θεοῦ τελειοῦντας; Οὔτε γὰρ λίθος εἷς ἡ πᾶσα τοῦ πύργου οἰκοδομή ἐστιν οὔτε ἐντολὴ μία πρὸς τὸ ἐπιζητούμενον μέτρον ἄγει τὴν τῆς ψυχῆς τελειότητα, ἀλλὰ καὶ τὸν θεμέλιον ὑποβεβλῆσθαι δεῖ πάντως καί, καθώς φησιν ὁ ἀπόστολος, «τὴν ἐκ χρυσίου καὶ λίθων τιμίων οἰκοδομὴν ἐπιθέσθαι». Οὕτω γὰρ τὰ ἔργα τῶν ἐντολῶν ὀνομάζεται κατὰ τὸν εἰπόντα προφήτην ὅτι «Ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν». Ὑποκείσθω τοίνυν ἀντὶ θεμελίου τινὸς τῷ κατ' ἀρετὴν βίῳ ἡ περὶ τὴν παρθενίαν σπουδή, ἐποικοδομείσθω δὲ τῷ θεμελίῳ τούτῳ πάντα τὰ ἔργα τῆς ἀρετῆς. Εἰ γὰρ καὶ σφόδρα τοῦτο τίμιον καὶ θεοπρεπὲς εἶναι πιστεύε, ὥσπερ οὖν καὶ ἔστι καὶ πεπίστευται, ἀλλ' εἰ μὴ καὶ ὅλος ὁ βίος τούτῳ συμβαίνοι τῷ κατορθώματι, ἐπιμολύ νοιτο δὲ τῇ λοιπῇ τῆς ψυχῆς ἀταξίᾳ, τοῦτο ἐκεῖνό ἐστι «τὸ ἐνώτιον τὸ ἐν τῇ ῥινὶ τῆς ὑὸς» ἢ ὁ μαργαρίτης ὁ ἐν τοῖς ποσὶ τῶν χοίρων καταπατούμενος. Ἀλλὰ περὶ μὲν τούτων τοσαῦτα. 18.2 Εἰ δέ τις παρ' οὐδὲν ποιεῖται τὸ μὴ συνηρμόσθαι τινὶ διὰ τῶν καταλλήλων τὸν βίον, τὰ ἐν τῷ οἴκῳ ἑαυτοῦ θεασάμενος παιδευθήτω περὶ τοῦ δόγματος. ∆οκεῖ γάρ μοι, καθάπερ ἐπὶ τῆς ἰδίας οἰκήσεως ὁ τοῦ οἴκου δεσπότης οὐ καταδέξεται ἀπρεπῆ καὶ ἀσχήμονα τὰ ἐν τῇ οἰκίᾳ βλέπειν, ἢ κλίνην ἀνατετραμμένην ἢ πλήρη κόπρου τὴν τράπεζαν ἢ τὰ μὲν τίμια τῶν σκευῶν ἐν ῥυπαροῖς τισι τόποις ἀπερ ριμμένα, ὅσα δὲ πρὸς τὰς ἀτιμοτέρας ὑπηρεσίας ἐστίν, ἐν ὀφθαλμοῖς προκείμενα τῶν εἰσιόντων, ἀλλὰ πάντα εὐσχη μόνως καὶ κατὰ τάξιν τὴν πρέπουσαν διαθεὶς καὶ ἑκάστῳ τὴν ἁρμόζουσαν ἀποδοὺς χώραν, θαρρῶν δέχεται τοὺς ἐπι ξενουμένους, ὡς οὐδεμίαν αἰσχύνην ὀφλήσων εἰ φανερὸν γένοιτο ὅπως αὐτῷ τὰ κατὰ τὴν οἰκίαν ἔχει· οὕτως οἶμαι χρῆναι καὶ τὸν τοῦ σκηνώματος ἡμῶν οἰκοδεσπότην καὶ οἰκονόμον, τὸν νοῦν λέγω, πάντα τὰ ἐν ἡμῖν εὖ διατίθεσθαι ἑκάστῃ τε τῶν τῆς ψυχῆς δυνάμεων, ἃς ἀντὶ ὀργάνων τινῶν ἢ σκευῶν ὁ δημιουργὸς ἡμῖν ἐτεκτήνατο, οἰκείως καὶ πρὸς τὸ καλὸν κεχρῆσθαι. Εἰ δὲ μὴ φλυαρίαν τινὰ καὶ ἀδολεσχίαν τοῦ λόγου τις καταγνώσεται, εἰρήσεται καὶ καθ' ἕκαστον ὅπως ἂν τοῖς παροῦσιν αὐτῷ χρώμενος πρὸς τὸ συμφέρον αὐτῷ τὸν βίον οἰκονομήσειε. 18.3 Φαμὲν τοίνυν τὴν μὲν ἐπιθυμίαν δεῖν ἐν καθαρῷ τῆς ψυχῆς ἱδρυμένην ἔχειν, ὥσπερ τι ἀνάθημα ἢ ἀπαρχὴν τῶν ἰδίων ἀγαθῶν ἐξελόντα ἀφιερώσαντά τε αὐτὴν ἅπαξ ἀνέπαφον καὶ καθαρὰν διαφυλάσσειν, μηδαμοῦ τῇ κατὰ τὸν βίον ῥυπαρίᾳ μολυνομένην. Τὸν δὲ θυμὸν καὶ τὴν ὀργὴν καὶ τὸ μῖσος καθάπερ κύνας τινὰς πυλωροὺς πρὸς μόνην ἐγρηγορέναι τὴν τῆς ἁμαρτίας ἀντίστασιν