30
εἶθ' οὕτως τὰς δραστικωτέρας, οἷον πρότερον ἐλίμωττον αὐτοὺς τοὺς τελουμένους ἐπὶ πεντήκοντα ἡμέρας, εἰ τύχοι, εἶτα, εἰ ἤγαγε καρτερικῶς, ἐποίουν αὐτὸν ξεσθῆναι ἐπὶ δύο ἡμέρας, εἶτα πάλιν εἰς χιόνα ποιῆσαι εἴκοσιν ἡμέρας, καὶ οὕτω κατὰ μικρὸν τὰς κολάσεις ἐπὶ τὸ μεῖζον αὔξοντες, εἰ ὁ τελούμενος καρτερῶν ἐφαίνετο, τότε λοιπὸν ἐτέλουν αὐτὸν τὰ τελεώτατα. 39.19 Ἐννεακαιδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τῶν σπαραγμῶν τοῦ Ὀσίριδος. Ὄσιρις παρ' Αἰγυπτίοις ἐνομίσθη θεός. καὶ οἱ μὲν λέγουσιν τὸν αὐτὸν εἶναι τῷ ∆ιονύσῳ, οἱ δὲ ἕτερον. τοῦτον οὖν τὸν Ὄσιριν ὑπὸ τοῦ Τυφῶνος ἐσπαράχθαι φασί, καὶ μέγα πένθος γενέσθαι τοῖς Αἰγυπτίοις ὥστε ἐπὶ πάντα τὸν χρόνον μνήμην ποιεῖσθαι τοῦ σπαραγμοῦ τοῦ Ὀσίριδος. ὥσπερ δέ φασι τὸν ∆ιόνυσον ὑπὸ τῶν Τιτάνων διασπαραχθῆναι, οὕτως καὶ τὸν Ὄσιριν ὑπὸ τοῦ Τυφῶνος. δαίμων δὲ οὗτος ὁ Τυφῶν. 39.20 Εἰκοστή ἐστιν ἱστορία ἡ περὶ τῆς Ἴσιδος. Ἡ Ἴσις ἡ αὐτὴ ἐνομίσθη τῇ Ἰοῖ τῇ ἁρπασθείσῃ ὑπὸ τοῦ ∆ιός. ὁ γὰρ Ζεύς, φησίν, ἥρπασε τὴν Ἰώ, καὶ φοβούμενος τὴν Ἥραν, τὴν ἑαυτοῦ γυναῖκα, μετέβαλε τὴν Ἰὼ εἰς βοῦν, καὶ ποτὲ μὲν εἰς λευκήν, ποτὲ δὲ εἰς μέλαιναν, ποτὲ δὲ ἰάζουσαν. καὶ οὕτως ἐπλανᾶτο μετ' αὐτῆς. ἦλθεν οὖν ὁ Ζεὺς ἐν τῇ Αἰγύπτῳ μετὰ τῆς Ἰοῦς πλανώμενος. καὶ τιμῶσιν Αἰγύπτιοι τὴν Ἰὼ ἤτοι τὴν Ἴσιν. διὸ ἐπὶ τοῦ ἀγάλματος αὐτῆς ἐπὶ τῆς κεφαλῆς κέρατα βοὸς ἐγγλύφουσιν, σημαίνοντες τῆς κόρης τὴν ἐπὶ βοῦν μεταβολήν. 39.21 Εἰκοστὴ πρώτη ἐστὶν ἱστορία ἡ περὶ τῶν Μενδησίων τράγων. Αἰγυπτιστὶ ὁ τράγος καλεῖται μένδης. ἐσέβοντο δὲ ἔνιοι τῶν Αἰγυπτίων τὸν τράγον, ὡς ἀνακείμενον τῇ γονίμῳ δυνάμει. λέγεται γὰρ ὀχευτικὸν ζῷον εἶναι ὁ τράγος. τοὺς οὖν τράγους οἱ οἰκοῦντες κατὰ τὸ Μενδήσιον κέρας οὐκ ἤσθιον, αἰδοῖ τοῦ γονίμου θεοῦ. ἐτίμων δὲ μεγάλως καὶ τοὺς αἰπόλους τῶν τράγων. ἦν δὲ καὶ ἱερὸν τοῦ Μένδητος παρ' Αἰγυπτίοις, ἐν ᾧ ἱερῷ τὸ ἄγαλμα τραγοσκελὲς ἦν, ὀρθὸν τὸ αἰδοῖον ἔχον. 39.22 Εἰκοστὴ δευτέρα ἐστὶν ἱστορία ἡ περὶ τῆς τοῦ Ἄπιδος φάτνης. Ὑπὲρ χρόνον τινὰ κατὰ περίοδον τοῖς Αἰγυπτίοις ἐγεννᾶτο βοῦς ἐκ σέλατος σελήνης συλληφθείς. καὶ ὁ βοῦς ἐκαλεῖτο παρ' αὐτοῖς Ἆπις. εἶχε δέ τινα σημεῖα περὶ τὴν οὐρὰν καὶ περὶ τὴν γλῶτταν, ἐξ ὧν σημείων ἐγνωρίζετο ὅτι ὁ Ἆπίς ἐστιν. τούτου οὖν τοῦ βοὸς γεννωμένου, ἑορτὴν ἐποίουν οἱ Αἰγύπτιοι ὡς θεοῦ αὐτοῖς ἐπιδημήσαντος. καὶ παρετίθεσαν τῷ βοῒ ἐν φάτνῃ πανδαισίαν πολλήν, εὐωχοῦντες τὸν θεὸν τὸν Ἆπιν. 39.23 Εἰκοστὴ τρίτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ Νείλου. Ἐν τῇ ἀναβάσει τιμῶσιν αὐτὸν ὡς θεόν, καὶ εὐφημοῦσιν ὡς εὐφορίας αἴτιον, νομίζοντες αὐτὸ τὸ ὕδωρ τὸ αὐξανόμενον εἶναι θεόν. 39.24 Εἰκοστὴ τετάρτη ἐστὶν ἱστορία ὅτι κνώδαλα καὶ ἑρπετὰ ἔσεβον οἱ Αἰγύπτιοι. Ἐσέβοντο δὲ τὰς ἴβεις, τοὺς κροκοδείλους, τοὺς ὄφεις, τοὺς αἰλούρους καί τινα τῶν ἰχθύων γένη, ἐξ ἀλόγου τιμῆς ἀτιμίαν ἑαυτοῖς ποριζόμενοι. 43.τ ΣΥΝΑΓΩΓΗ ΚΑΙ ἘΞΗΓΗΣΙΣ ὯΝ ἘΜΝΗΣΘΗ ἹΣΤΟΡΙΩΝὉ ἘΝ ἉΓΙΟΙΣ ΓΡΗΓΟΡΙΟΣἘΝ ΤΩΙ ἘΙΣ ΤΟΝ ΒΑΣΙΛΕΙΟΝ ΤΟΝ ΜΕΓΑΝ ἘΠΙΤΑΦΙΩΙ Υ Ἡ ἈΡΧΗ, ἘΜΕΛΛΕΝ ἎΡΑ43.1 Πρώτη ἐστὶν ἱστορία ἡ περὶ τῶν Πελοπιδῶν καὶ Κεκροπιδῶν καὶ τῶν σὺν αὐτοῖς ὀνομάτων. Οἱ τῶν ἔξω ῥήτορές τε καὶ σοφισταὶ βουλόμενοι τὸν ἐγκωμιαζόμενον παρ' αὐτῶν εὐγενέστατον δεῖξαι λέγουσιν ὡς οὗτος τὸ γένος κατάγει, εἰ τύχοι, ἀπὸ Πέλοπος ἢ Κέκροπος ἢ Ἡρακλέους ἢ τῶν ἄλλων τῶν νομισθέντων ἡρώων, ἢ καὶ ἄλλως πως ἀγαθῶν γενομένων ἀνδρῶν. φησὶν οὖν ὁ θεῖος Γρηγόριος ὅτι οἱ τοῦ θειοτάτου Βασιλείου προπάτορες μείζους καὶ εὐγενέστεροι ἦσαν τῶν νομιζομένων παρὰ τοῖς ἔξω εὐγενῶν. καὶ ὁ μὲν νοῦς τοῦ ἁγίου Γρηγορίου τοῦτο βούλεται, εἰπεῖν δὲ δεῖ τίνες οὗτοι οἷον ὁ Πέλοψ καὶ ὁ Κέκροψ καὶ ὁ Ἀλκμαίων καὶ Ἡρακλῆς. οἱ γὰρ τούτων ἀπόγονοι λέγονται λοιπὸν ἀπὸ μὲν τοῦ Πέλοπος Πελοπίδαι, οἱ δὲ ἀπὸ τοῦ Κέκροπος Κεκροπίδαι, οἱ δὲ ἀπὸ τοῦ Ἀλκμαίωνος Ἀλκμαιωνίδαι, οἱ δὲ ἀπὸ τοῦ Ἡρακλέους Ἡραλεῖδαι, καὶ οἱ ἀπὸ τοῦ Ἀιακοῦ Αἰακίδαι. Εἴπωμεν οὖν πρῶτον τίς ὁ Πέλοψ. ὁ Πέλοψ υἱὸς γέγονε Ταντάλου, Φρυγίας βασιλέως. ὁ Τάνταλος δὲ οὗτος πόλεμον ἐσχηκὼς μετὰ Ἴλου τοῦ κτίσαντος