Fragmenta in Psalmos

 φιλόθεος καὶ δι' οἴκου καὶ σκεύους ἀνακειμένου θεῷ πρὸς θεὸν ἀνεγείρεται. ἓν οὖν τοῦτο καὶ μόνον ἐζήτησα τὸν θεὸν ναὸν οἰκεῖν, ὅπερ ἡ Ἅννα ποιεῖ, καὶ

 κατὰ τὸ διαλλάττον τοῦ τρόπου κατὰ τὸ ῥηθὲν καὶ πάλιν παρὰ τοῦ σωτῆρος ὅτι Καὶ πολλαὶ μοναὶ παρὰ τῷ πατρί μου. 15 Ps 34,6 Αἱ ὁδοί, φησίν, τῶν ἀσεβῶν σ

 25 Ps 37,4a Σώματι διόλου κακουμένῳ παραβάλλει τὸ πολύπονον καὶ πολυπαθὲς αὐτοῦ, οἷον καὶ παρὰ τῷ Ἡσαΐᾳ τὸ Ἀπὸ ποδῶν ἕως τῆς κεφαλῆς οὐκ ἔστιν ἐν αὐτῷ

 κεχαρισμένον καὶ εἰς αἰῶνα παρατείνων τὰ ἀγαθὰ Ταῦτα μένει, φησίν, τὰ τρία· πίστις ἐλπὶς ἀγάπη. 34 Ps 39,5 Ἐν τούτῳ φησὶ τὸ μακάριον ἄνθρωπον ἐν τῷ θε

 Ἐξαιρέτως ἐπὶ Χριστοῦ τὴν ἀκακίαν ἀκούομεν τὴν πάσης κακίας καθαρότητα, ἣν ἐζήτει μὲν παρὰ ἀνθρώπων ὁ δημιουργὸς ἐπὶ τούτῳ γεγενημένων ὡς εἶναι τοῦ πο

 πάθους τῆς λήθης λέγει τὸ ∆ιὰ τί, ἀλλ' ἑκούσιον λήθην παρίστησι τὴν περὶ ἄνθρωπον ἀφροντιστίαν τὸν τῆς παρὰ θεοῦ ἀνάξιον ἐπιμελείας.

 καθάπαξ αὐχοῦμεν ἐπὶ σοὶ δι' ὅλου τοῦ χρόνου καὶ τῷ ὀνόματί σου χάριτας ἀναφέρομεν ᾧ σῳζόμεθα, ὥσπερ καὶ λέγεται διὰ τοῦ Ἱεζεκιὴλ ∆ι' ὑμᾶς ἐγὼ οὐ ποιῶ

 ἐκείνων οὐχὶ μικρὰν μερίδα (πολλοὶ γὰρ καὶ οἱ ἐξ Ἰουδαίων πεπιστευκότες), προοίμιόν τι τῆς περὶ τούτων μυσταγωγίας ποιεῖται, λόγον ἀγαθὸν ἐπαγγελλόμεν

 εἰς κεφαλήν, καὶ σὺ ἔσῃ εἰς οὐράν. ὅτι δὴ οἱ τὸ παλαιὸν ἐπήλυδες νόμου γενόμενοι πρὸς τὸ οἰκειοῦσθαι θεῷ νῦν αὐτοὶ τῆς πρὸς θεὸν συνόδου κατάρχουσιν,

 78 Ps 48,4.5 Λόγου, φησίν, ἅψομαι σοφοῦ κεκρυμμένου, μιγνὺς ᾠδῇ τὸ αἴνιγμα. πῶς οὐχὶ τὸ στόμα εἶπεν ἀνοίγειν εἰς παραβολὴν ἀλλὰ τὸ οὖς κλίνειν; ἢ ὅτι

 ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθεν, καὶ ἐρρίζωται τὸ κακὸν ἐν τῇ πρώτῃ γυναικὶ καὶ ἐξ ἐκείνης διὰ τῶν τοκετῶν ἐπὶ τὰ τικτόμενα διαβαίνει. οἰκε

 ὑπόσχεσις ἐπήγαγε ταῦτα. 99A Ps 70,19.20 Αὐτόθεν ἄρχεται τοῦ ὕμνου ὅθεν ἐπήγγελται παραχρῆμα ποιῶν, τὸ ὑψηλὸν τῶν τοῦ θεοῦ τεραστίων μεγαλοφώνως ἀναβο

 γὰρ καὶ τέθηλεν οἰκουμένη πᾶσα τῷ Χριστοῦ καρπῷ καὶ πλῆθος ἀναρίθμητον τῶν ἐφ' ἑκάστης πόλεως ἀναφαινομένων Χριστοῦ παίδων ὡς ἀπὸ τῆς γῆς πόα. 105 Ps

 111a Ps 73,4a Ἀναγκαίως ἡ τῶν τόπων μνήμη διὰ τὴν τοῦ λαοῦ παρανομίαν. ὅτι κατὰ τῶν τόπων οὐκ ἦν ἀγανακτήσεως πρόφασις, καὶ οἱονεὶ διὰ τὴν τοῦ τόπου φ

 τουτέστιν ὄρη τροφῆς. τὴν γὰρ τροφὴν θήραν καὶ ἐν τῷ ΡΛΑ κέκληκε λέγων Τὴν θήραν αὐτῆς εὐλογῶν εὐλογήσω, ὃ δὴ Σίτησιν ἐν ἐκείνῳ Σύμμαχος εἴρηκεν. ἐν δ

 (οὐχ ὁ κύκλῳ περιάγων αὐτόν) καὶ διατείνας αὐτὸν ὡς σκηνὴν κατοικεῖν (οὐχ ὡς κύκλον περιελίττεσθαι)· καὶ Ἀπ' ἄκρου θεμελίου οὐρανοῦ φησιν Ἡσαΐας ἔρχεσ

 δεσπότην. εἰ γὰρ καὶ ἐγκλήματα κατὰ τῶν δούλων εἴη δίκαια, ἀλλὰ καὶ φειδὼ περὶ τὸ οἰκεῖόν ἐστιν ἀπανθρώπως ὑπὸ τοῦ ἀλλοτρίου πορθούμενον. λέγει δὲ καὶ

 σκιᾷ μὲν τὰ ὄρη ἐκάλυψεν ἡ προειρημένη ἄμπελος διὰ τὸ πᾶν ὕψος καὶ πᾶσαν δύναμιν τὴν ὑπὲρ γῆς ὑπερβαλέσθαι, ταῖς δὲ τῶν ἀκρεμόνων ἐκτάσεσι τὰς κέδρους

 καταλλαγή φησι κόσμου, ὕστερον δὲ ἡ πρόσληψις ζωὴ ἐκ νεκρῶν, τελείας τῆς εὐμενείας τοῦ θεοῦ φανείσης ἀνθρώποις, ἐπειδὰν τῶν ἐπαγγελιῶν πληροῖ τῶν πρὸς

 ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας ὁ Σύμμαχος Ὁ ὀφθαλμός μου ἐξέρρευσεν ἀπὸ τῆς κακώσεως ἐξέδωκεν. 146 Ps 87,13 Σῷζε οὖν γένος ὑπὸ σοῦ πεποιημένον ἐπ

 ἅπερ εἴρηται διὰ τοῦ προφήτου Νάθαν. ἐλέῳ δὲ τῷ παρ' ἑαυτοῦ καὶ τῇ προσηκούσῃ περὶ τὸν δίκαιον σπουδῇ φησιν ὑψοῦσθαι αὐτόν, καθὰ καὶ παραδόξως ἤρατο ν

 ἑτέρων βασιλέων εἰς θεὸν ἐλπιζόντων γέγονεν, ἀληθευομένης τῆς ἐπαγγελίας τοῦ θεοῦ τῆς λεγούσης Ἐχθρεύσω τοῖς ἐχθροῖς σου καὶ ἀντικείσομαι τοῖς ἀντικει

 φάσκων καὶ εὐφραίνεσθαι τὰς πολλὰς νήσους τουτέστι τὰ ἔθνη, εἶτα ἑξῆς ὠδίνειν τὴν γῆν καὶ τὰ ὄρη τήκεσθαι· πῇ μὲν τοὺς ἁγίους λέγει, πῇ δὲ τοὺς ἐναντί

 170 Ps 101,3 Ὅμοιον δυνάμει τὸ λεγόμενον τῇ Σαλομῶνος εὐχῇ

 λέγει τῆς ἱδρύσεως θεοῦ δυνάμεως δεῖγμα τὸ γῆν οὖσαν στοιχεῖον τὸ βαρύτατον ὑπὲρ ὑδάτων πεπῆχθαι καὶ μένειν δι' αἰῶνος ἀμετακίνητον, οὐ δή που τῆς ὑπο

 θεοῦ καὶ ἐκ τῶν ἑκάστοτε λεγομένων τεράτων δείκνυται· δεῖ δὲ θεοῦ γνωρίζεσθαι δύναμιν καὶ οὐχ ἱστορίαν πραγμάτων ἀπαράλειπτον πάντως γίνεσθαι. οὐκ εἰς

 δὲ παιδεύσεως τὸ τέλος ἡ πρὸς τὸ ὀρθὸν τοῦ ἀνθρώπου κατόρθωσις ἐν ἡγεμονίᾳ πνεύματος, ὑπακοῇ δὲ σαρκός. διὰ τοῦτο τῶν τε ἡδέων τὰς χορηγίας ὑπερετίθετ

 ἀνακινήσαντος αὐτῶν τὸν πρότερον εὔδιον πλοῦν, ὑφ' ὧν κορυφουμένων εἰς ὕψος ἀναγομένους αὐτοὺς καὶ ἀναρρεόντων καταγομένους, οἷον ἐν θαλάττῃ γίνεσθαι

 202 Ps 110 arg. Λέγεται ἐν τῷ παρόντι διὰ βραχέων ὁ ὕμνος, καὶ διὰ τῶν εἴκοσι δύο στοιχείων τῶν Ἑβραίων αἱ πρῶται φωναὶ τῶν στίχων προΐασι κατὰ τὴν Ἑβ

 ζῶσαν τὴν ὄντως εὐάρεστον θεῷ, ὧν καὶ τὸ πλῆθος ἀνα πληροῖ τὸ θυσιαστήριον ἄχρι πρὸς τὸ ἀκρότατον ὕψος τὸ συναπτόμενον τοῖς οὐρανίοις ἀγγέλοις, διὰ τῆ

 ἡμῶν. προσαγαγὼν οὖν ἑαυτὸν ὡς προσήκει ταπεινόν, ἀμοιβὴν ζητεῖ παρὰ θεοῦ τὴν ἐπὶ βίον ἔννομον ἀγωγὴν καὶ τὴν κατὰ λόγον θεοῦ ζωήν. ταπεινοῦ δὲ καὶ αὐ

 ἀναφέρεσθαι δεῖ τὰς νῦν λεγομένας πλάσεις, οἷον καὶ τὸ Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε· καθὸ καὶ Ἰὼβ λέγει τὸ Πηλόν με ἔπλασας, τὴν ἐν τῷ

 παροξυσμῷ τῷ πρὸς τοὺς ἐπιβουλεύοντας, ὡς οὐκ ἐπλάνησε τὸν ∆αυὶδ ἡ τοῦ Σαοὺλ ἐπιβουλὴ πρὸς τὸ ἀμύνασθαι πρὸς τὸ προσῆκον. 237 Ps 118,111 Ἐπέτεινε τὴν

 ἀποθνῄσκον τας διὰ τοῦ θανάτου λυτρούμενος· ᾧ καὶ ἀκολούθως ἐπάγεται τὸ Ζήσεται ἡ ψυχή μου, καὶ τὰ ἑξῆς.

 θεοσεβεστάτων, δι' ὧν ἡ βασιλεία ∆αυὶδ ἀνορθοῦται χάριτι τοῦ Χριστοῦ ὃς τοῖς δώδεκα ἔδωκεν ἀποστόλοις τὸ ἐπὶ δώδεκα θρόνοις καθεζομένους κρίνειν τὸν Ἰ

 μεγίστην ἐπιφέρει τὴν ἁπασῶν ἐκείνων περισωστικήν. τροφῆς γὰρ εὐπορίαν ἔδωκεν ἐξ ἀρχῆς ἣν Θήραν καλεῖ, σίτησιν δὲ ἕτερος ἑρμηνεύει. καὶ τοὺς οἰκήτορας

 τὸν κατὰ τὸ ἐμφανὲς ἔλεγχον ὅτι μὴ θεοὶ ὧν τὰ τοιαῦτα ὁμοιώματα. θεῖον γὰρ τὸ ὁμοίωμα τοῦ θεοῦ· διὸ καὶ ἄνθρωπος εἰκὼν ὁ θεῖος, οὐχ ὁ τῆς θεότητος ἐστ

 διὰ τὴν τοῦ Ἰσραὴλ ἄφεσιν εἰς ἐξουσίαν προαγόμενος, ὡς ἔχει τὰ διὰ τοῦ Ἡσαΐου προφητευθέντα· ἀλλ' ὁ μακαρισμὸς εἰς ἐκείνους περιστήσεται τοὺς ἀποδιδόν

 ταῖς εὐεργεσίαις, τουτέστιν ἐπὶ τοὺς ἐλπίδα μὴ ἔχοντας καὶ ἀθέους ἐν τῷ κόσμῳ οὓς μηδὲ ὄντας ὁ ἀπόστολος κέκληκεν. 282 Ps 137,7.8a ∆εύτερον ἐπιφέρει τ

 291 Ps 140,2 Εἰ πρωῒ τὸν ἐπιόντα βίον συνίεμεν τὸν ἐν ἀναπαύσει καὶ δόξῃ

 300 Ps 143,4.5 Πάντα δὲ ὅμοια τὰ μὲν ἀνθρώπινα, θείας δὲ ἐνεργείας φοβερᾶς τε καὶ ἰσχυρᾶς καὶ ὀλοθρευτικῆς ἀνθρώπων ἐνδείγματα. 301 Ps 144,1 Κατὰ μὲν

 πληροῦσαν αὐτὸν δύναμιν καὶ σοφίαν ἔχων ἀλλὰ πλήρη προελθοῦσαν ἐξ ἑαυτοῦ, καθὰ καὶ Σολομὼν γέννημα τὴν σοφίαν λέγει καὶ ἐκ θεοῦ προσεληλυθυῖαν τὴν αὐτ

ζῶσαν τὴν ὄντως εὐάρεστον θεῷ, ὧν καὶ τὸ πλῆθος ἀνα πληροῖ τὸ θυσιαστήριον ἄχρι πρὸς τὸ ἀκρότατον ὕψος τὸ συναπτόμενον τοῖς οὐρανίοις ἀγγέλοις, διὰ τῆς αὐτῆς δυνάμεως ἣ τά τε οὐράνια πρὸς ὕψος ἀνέχει καὶ τὰ ἐπὶ γῆς ἀνυψοῖ θυσιαστηρίου τρόπῳ δεχομένη τοὺς θεῷ προσιόντας.

211 Ps 118,1bc Οὗτοι δὲ ἦσαν οἱ μὴ πορευθέντες ἐν βουλῇ ἀσεβῶν καὶ ἐν ὁδῷ

ἁμαρτωλῶν μὴ στάντες ἀλλὰ τὸν νόμον ἑλόμενοι καὶ τὴν ἐν τούτῳ πορείαν. ἄμωμον δὲ οὐ τὸ παντάπασιν ἀπερίπτωτον μώμοις καὶ ἁμαρτήμασι λέγει. Χριστῷ γὰρ τοῦτο ἀπέκειτο καὶ τοῖς Χριστοῦ μετόχοις δι' αὐτοῦ, ἀλλ' ἐκείνοις τὸ ἄμωμον ἐν τοῖς κατὰ δύναμιν ἐκρίνετο συγγνώμῃ τῇ παρὰ θεοῦ καὶ οὐκ ἀκριβείᾳ τῇ περὶ τὰ προστάγματα. οὐ γὰρ ἀπαιτεῖ ὁ θεὸς τὸ μὴ δυνατόν, ἀλλὰ νομοθετεῖ διελέγχων τὸ ἐνδεές, συγχωρεῖ δὲ τὸ ἀσθενὲς ἐγνωκὼς καὶ τῇ τότε ἔτι μελλούσῃ μετουσίᾳ Χριστοῦ, τοῦ δυνατοῦ θεοῦ, πορίζων τὴν σωτηρίαν. ἡμῖν οὖν ἁρμόττει τὸ ἄμωμον βιοῦσι κατὰ Χριστόν. 212 Ps 118,5 Ἐπειδὴ πλεῖστα ἦν πρὸς ἀρετὴν ἐναντιώματα εἰκότως καθάπερ ὁδοῦ πταίσματα, τὴν τούτων ὑφαίρεσιν αἰτεῖ. οὕτω γὰρ ὁδὸς εὐτρεπίζεται τῶν ἐμποδισάντων ἀναιρουμένων κατὰ τὸ ∆ιαρρίψατε ἐκ τῆς ὁδοῦ τοῦ λαοῦ μου τὰ σκῶλα· οἷον ἐγένετο τῷ θείῳ ∆αυὶδ σκῶλον ἡ γυνὴ καὶ ἡ τοῦ θεάματος οὐκ ἐν καιρῷ περίπτωσις, ἄλλῳ δὲ ἔδεσμα πρὸς ἡδονὴν ὀφθὲν οἷον τῷ Ἡσαῦ, ἄλλῳ δὲ δόξα ὥσπερ τῷ Σαούλ, ἄλλῳ δὲ κτῆμα ὥσπερ τῷ Ἀχαάβ· πρὸς ἅπερ ἅπαντα θεοῦ τοῦ ἑτοιμάζοντος εἰς τὴν ὁδὸν δεῖ, ἥτις ἀποσκευάζοιτο ταῦτα καὶ τὴν φιλόκαλον προθυμίαν περιέποι † τὰ βιαιότερα τῆς προθέσεως ἐφέλκοντα καὶ οἷον ἀνικμάζοντα διὰ τὸ τῆς φύσεως ἐπιρρεπές. 213 Ps 118,6 Ἡμῖν δὲ πρὸς τὸ πνεῦμα τὸ θεῖον ἀφορῶσιν ἔσται τὸ μὴ αἰσχύνεσθαι, ἐπειδὰν συνηρμοσμένους αὐτῷ θεωρῶμεν ἡμᾶς αὐτοὺς ἁπανταχῆ καὶ μηδαμῇ μετατιθεμένους πρὸς τὴν σάρκα μηδὲ ἐκ μετεώρου πτώσεως κατενεχθέντας. 214 Ps 118,7b.8a Ἐν τῷ μεμαθηκέναι με τὰ κρίματα τῆς δικαιοσύνης σου τὰ δικαιώματά σου φυλάξω. σύνεσιν αἰτεῖ, φησί, καὶ ταύτην οὐκ ἄκαρπον ἕξειν ἐπαγγέλλεται. οὐ γὰρ μαθήσομαι μόνον, φησίν, ἀλλὰ καὶ φυλάξω τὰ δικαιώματά σου. 215 Ps 118,10 Ἀκύλας φησὶ Μὴ ἀγνοηματίσῃς με [πρὸς ὅπερ ἐροῦμεν]. ἐπιθυμίᾳ τῇ περὶ τὸν νόμον χρώμενος δέδοικε τὴν ἀσυνεσίαν ἣ πολλοῖς τὴν σπουδὴν εἰς τοὐναντίον περιίστησιν. καὶ ἐν οἷς δοκοῦσι κατορθοῦν, ἐσφάλησαν κατὰ τὸ λεγόμενον παρὰ Σολομῶνι Ἔστιν ὁδὸς ἣ δοκεῖ παρὰ ἀνθρώποις ὀρθῆ εἶναι, τὰ δὲ τελευταῖα αὐτῆς ἔρχεται εἰς πυθμένα ᾅδου. 216 Ps 118,12b Οὐ γὰρ εὐθὺς ἀπὸ τῆς μνήμης ἡ σύνεσις ἀλλ' ἀπὸ τοῦ θείου φωτισμοῦ· δικαιώματα δὲ τὰ δικαιῶσαι δυνάμενα. 217 Ps 118,21 Μήτηρ παρανομίας ὑπερηφανία. διὰ γὰρ ταύτην οὐκ ἀνέχονται ὑπακούειν προστάγμασι θεοῦ, οἷός ἐστιν ὁ ἀπειθὴς λαὸς λέγων Οὐ κυριευθησόμεθα καὶ οὐχ ἥξομεν πρὸς σὲ ἔτι. τοῦτο δὲ λέγει τὴν αὐτοῦ προθυμίαν ἐπιδεικνὺς θεῷ τὴν πρὸς ὑπακοὴν τῶν ἐντολῶν. ὅτι συνίησιν ἐνόχους, ἐπιτιμήσει τοὺς δι' ὑπερηφανίας ἀπειθεῖς καὶ ἀνυποτάκτους. 218 Ps 118,22.23 Εὔχεται τὴν ἀληθῆ φυγεῖν ἀδοξίαν τὴν παρὰ θεῷ ἣν φοβερωτάτην ὁ κύριος ὑποδείκνυσι λέγων ἐπαισχυνθήσεσθαι τοὺς ἐπαισχυνθέντας αὐτόν· οὗ δὴ τὸ ἐναντίον ἐνδεικνύμενος ὁ νόμιμος οὗτος ἄνθρωπος ἐνταῦθα λέγει χλευαζόμενος ὑπὸ μεγάλων καὶ ὑπερηφάνων μὴ ἀφίστασθαι τῆς τῶν ἱερῶν λογίων μελέτης καὶ τῆς ὑπ' αὐτῶν διορθώσεως, καὶ μικρὸν ὕστερον Ἐλάλουν, φησίν, ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων καὶ οὐκ ᾐσχυνόμην· οἷός ἐστι καὶ ὁ Παῦλος λέγων Οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον. 219 Ps 118,25 Ὅπερ αὐτὸς λέγει θυσίαν εἶναι θεῷ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην, τοῦτο νῦν πεπληρωκέναι φησὶ καταγαγὼν τὴν ψυχὴν ὥσπερ εἰς ἔδαφος καὶ ταπεινωθεὶς ἑκουσίως, ὡς περὶ τῆς ἀκουσίου λέγει ταπεινώσεως τὸ Ἐταπεινώθη εἰς χοῦν ἡ ψυχὴ ἡμῶν, ἐκολλήθη εἰς γῆν ἡ γαστὴρ

31