31
36.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΕΠΙΚΟΥΡΙΑ 36.1 Ὁ πρεσβύτερος τοῦ χωρίου τοῦδε οἶμαι ὅτι πάλαι ἔγνωσται τῇ εὐγενείᾳ
σου ὅτι ἐστὶν ἐμοὶ σύντροφος. Τί οὖν ἄλλο δεῖ με εἰπεῖν πρὸς τὸ δυσωπῆσαί σου τὴν χρηστότητα οἰκείως αὐτὸν ἰδεῖν καὶ βοηθῆσαι αὐτῷ εἰς τὰ πράγματα; Εἰ μὲν γὰρ ἐμὲ ἀγαπᾷς, ὥσπερ οὖν ἀγαπᾷς, δηλονότι καὶ οὓς ἀντ' ἐμαυτοῦ ἔχω ἀναπαῦσαι πάσῃ δυνά μει προαιρῇ. Τί οὖν ἐστιν ὃ παρακαλῶ; Φυλαχθῆναι αὐτῷ τὴν παλαιὰν ἀπογραφήν. Καὶ γὰρ καὶ κάμνει οὐ μετρίως ἡμῖν ὑπηρετῶν πρὸς τὸν βίον, διὰ τὸ ἡμᾶς, ὡς αὐτὸς ἐπίστασαι, μηδὲν κεκτῆσθαι ἴδιον, ἀλλὰ τοῖς τῶν φίλων καὶ συγγενῶν ἀρκεῖσθαι. Ὡς οὖν ἐμὸν οἶκον, μᾶλλον δὲ ὡς ἑαυτοῦ, οὕτω θέασαι τὸν τοῦ ἀδελφοῦ τοῦδε, καὶ ἀντὶ τῆς εἰς αὐτὸν εὐποιίας παρέξει Θεὸς καὶ σοὶ καὶ οἴκῳ καὶ γένει παντί σου τὴν συνήθειαν. Γίνωσκε δέ μοι πάνυ ἐπιμελὲς εἶναι μηδὲ ἐκ τῆς ἐξισώσεως ἐπηρεασθῆναι τὸν ἄνθρωπον.
37.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΥΠΕΡ ΣΥΝΤΡΟΦΟΥ
37.1 Ὑφορῶμαι λοιπὸν τῶν ἐπιστολῶν τὸ πλῆθος. Βιαίως μὲν καὶ μὴ φέρων
τὴν ἐπάχθειαν τῶν ἀπαιτούντων ἡμᾶς ἐκφωνεῖν ἀναγκάζομαι. Γράφω δ' οὖν ὅμως, ἄλλον ἀπαλ λαγῆς τρόπον ἐπινοεῖν οὐκ ἔχων ἢ διδοὺς αὐτοῖς τὰς ἐπιστολὰς ἃς αἰτοῦσιν ἑκάστοτε παρ' ἡμῶν. Φοβοῦμαι τοίνυν μή, ἐπειδὴ πολλοὶ προσκομίζουσι γράμματα, εἷς τῶν πολλῶν νομισθῇ καὶ ὁ ἀδελφὸς ὁ δεῖνα. Ἐγὼ γὰρ πολλοὺς φίλους καὶ συγγενεῖς ἔχειν ἐπὶ τῆς πατρίδος ὁμολογῶ, καὶ αὐτὸς εἰς τὴν πατρικὴν τάξιν τετάχθαι διὰ τὸ σχῆμα τοῦτο εἰς ὃ ἔταξεν ἡμᾶς ὁ Κύριος. Σύντροφον δὲ τῆς θρεψαμένης με υἱὸν τοῦτον ἔχω ἕνα, καὶ εὔχομαι τὸν οἶκον ἐν ᾧ ἀνετράφην ἐπὶ τῆς ὁμοίας καταστάσεως διαμεῖναι, ἵνα μή τι ἡ πάντας εὐεργετοῦσα ἐπιδημία τῆς σῆς κοσμιότητος ἀφορμὴ πρὸς λύπην τῷ ἀνδρὶ γένηται. Ἀλλ' ἐπειδὴ ἔτι καὶ νῦν ἐκ τοῦ αὐτοῦ διατρέφομαι οἴκου, οὐδὲν ἔχων τῶν ἐμαυτοῦ, ἀρκούμενος δὲ τοῖς τῶν ἀγα πητῶν, παρακαλῶ οὕτω φείσασθαι τῆς οἰκίας ᾗ ἐνετράφην ὡς ἐμοὶ τῆς τροφῆς τὴν χορηγίαν διασώζοντα. Καί σε ὁ Θεὸς ἀντὶ τούτων τῆς αἰωνίου ἀναπαύσεως ἀξιώσειεν. Ἐκεῖνό γε μὴν πάντων ἀληθέστατον γινώσκειν σου τὴν κοσμιότητα βούλομαι, ὅτι τῶν ἀνδραπόδων τὰ πλεῖστα παρ' ἡ μῶν ὑπῆρξεν αὐτῷ μισθὸς τῆς τροφῆς ἡμῶν, τῶν γονέων ἡμῶν παρασχομένων. Ὁ δὲ μισθὸς οὐ παντελής ἐστι δωρεά, ἀλλὰ χρῆσις διὰ βίου. Ὥστε, ἐάν τι βαρὺ περὶ αὐτὰ γένηται, ἔξεστιν αὐτῷ πρὸς ἡμᾶς ἀποπέμψαι, καὶ ἐσόμεθα ἡμεῖς δι' ἑτέρας ὁδοῦ ὑπεύθυνοι τελέσμασι καὶ ἀπαιτηταῖς πάλιν γινόμενοι.
38.τ ΓΡΗΓΟΡΙΩ Α∆ΕΛΦΩ ΠΕΡΙ ∆ΙΑΦΟΡΑΣ ΟΥΣΙΑΣ ΚΑΙ ΥΠΟΣΤΑΣΕΩΣ
38.1 Ἐπειδὴ πολλοὶ τὸ κοινὸν τῆς οὐσίας ἐπὶ τῶν μυστικῶν δογμάτων μὴ
διακρίνοντες ἀπὸ τοῦ τῶν ὑποστάσεων λόγου ταῖς αὐταῖς συνεμπίπτουσιν ὑπονοίαις, καὶ οἴονται διαφέ ρειν μηδὲν οὐσίαν ἢ ὑπόστασιν λέγειν (ὅθεν καὶ ἤρεσέ τισι τῶν ἀνεξετάστως τὰ τοιαῦτα προσδεχομένων, ὥσπερ μίαν οὐσίαν, οὕτω καὶ μίαν ὑπόστασιν λέγειν, καὶ τὸ ἔμπαλιν οἱ τὰς τρεῖς ὑποστάσεις παραδεχόμενοι καὶ τὴν τῶν οὐσιῶν διαίρεσιν κατὰ τὸν ἴσον ἀριθμὸν ἐκ τῆς ὁμολογίας ταύτης δογματίζειν οἴονται δεῖν), διὰ τοῦτο, ὡς ἂν μὴ καὶ σὺ τὰ ὅμοια πάθοις, ὑπόμνημά σοι διὰ βραχέων τὸν περὶ τούτου λόγον ἐποιησάμην. Ἔστι τοίνυν, ὡς ἐν ὀλίγῳ παραστῆσαι, τοιαύτη τῶν λεγομένων ἡ ἔννοια. 38.2 Πάντων τῶν ὀνομάτων τὰ μὲν ἐπὶ πλειόνων καὶ τῷ ἀριθμῷ διαφερόντων λεγόμενα πραγμάτων καθολικωτέραν