οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
ἑαυτὸν ἐπιδείξει. Ἐπειδὴ δὲ πρὸς τὰς τῶν ἰατρῶν ἐμπειρίας ἀποβλέπων, συναισθάνομαί πως, ὅτι σοφὸν μὲν αὐτοῖς τῆς τέχνης τὸ ἐπιτήδευμα· τὰ δὲ ἐπὶ τοῖς νενοσηκόσιν εὑρήματα οὐκ ἔξω βαί νει λογισμοῦ τοῦ σώφρονος, φέρε δὴ τὸν ἴσον ἐκεί νοις ζηλώσαντες τρόπον, τοῖς αὐτοῖς, ἵν' οὕτως εἴπω, φαρμάκοις τὸν δυσμαθῆ θεραπεύωμεν. Ἰουδαῖον. Ἰατροὶ μὲν γὰρ τὴν τοῦ πεσόντος εἰς ἀῤῥωστίαν ἀναῤῥωννύντες δίαιταν, ἂν ἴδωσί πως τῷ πάθει σε συλημένον τοὺς ἐπὶ τῇ τραπέζῃ πόθους, ποικίλων ἐδεσμάτων παραστήσαντες ὄχλον, πανταχόθεν αὐτῷ τὸ ἀρκοῦν ἐρανίζεσθαι, σφόδρα γε ποιοῦντες καλῶς, ἐπιτάττουσιν. Ἡμεῖς δὲ πάλιν, οἷς τὰ ἐκείνων μι μεῖσθαι σκοπὸς, πρὸς οἷς ἤδη φθάσαντες εἴπομεν, ἑτέρων αὖθις θεωρημάτων ἁπτώμεθα· καλείσθω πανταχόθεν εἰς εὐπείθειαν ὁ πολλὴν ἀπόνοιαν νοσή σας Ἰουδαῖος. Ὁράτω πάλιν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν Ἰσαὰκ καὶ πάλαι σχηματιζόμενον. ϛʹ. Οὐκοῦν (ἅψομαι γὰρ ἤδη τῶν περὶ τούτου λό γων), εἰσίτω πάλιν ὁ πανεύφημος Ἀβραὰμ, πρὸς ὃν ἔφησέ που Θεός· "Λαβὲ τὸν υἱόν σου τὸν ἀγαπητὸν, ὃν ἠγάπησας, τὸν Ἰσαὰκ, καὶ πορεύθητι εἰς τὴν γῆν τὴν ὑψηλὴν, καὶ ἀνένεγκε αὐτὸν εἰς ὁλοκάρπωμα ἐφ' ἓν τῶν ὀρέων ὧν ἐάν σοι εἴπω." Καὶ παράδο ξον μὲν ἵσως φανεῖταί τισι καὶ σκληρὸν εἰκότως τὸ πρόσταγμα. Εἰ γὰρ καὶ μόνος ἦν καὶ ἀγαπητὸς, καὶ ὀψίγονος, ὁ μόλις αὐτῷ καὶ ἐν γήρᾳ δοθεὶς υἱὸς, πῶς ὅτι χρὴ θύειν αὐτὸν συμβουλεύει Θεός; Παιδο κτονεῖν δὲ, εἰπέ μοι, τὸν δίκαιον, πῶς ἦν οὐ πάσης ἀτοπίας ἀνάμεστον; Τίς δὲ οὕτω σκληρὸς, καὶ τῇ πρεπούσῃ θηρίοις ὠμότητι σύντροφος, ὡς ἐξοπλίσαι μὲν τέκνῳ τὴν δεξιὰν, χρήσασθαι δὲ, ὥσπερ τινὶ τῶν πολεμίων, τῷ οἰκείῳ γεννήματι; Τί δὴ οὖν ἄρα καὶ διὰ τῆς τοιαύτης ἐντολῆς ὁ πατριάρχης ἐδιδά σκετο, λοιπὸν ἐπάναγκες ὡς ἔνι μάλιστα δὴ εἰπεῖν. Ἔστι γὰρ δήπου παντί τῳ συμφανὲς, ὅτι ταῖς σιω παῖς τὴν ἐπὶ τῷ διηγγελμένῳ καταχωννύντες οἰκο νομίαν, ἀπανθρωπίαν ὥσπερ τῆς ἡμερωτάτης κατα ψηφιούμεθα φύσεως. Οὐκοῦν ἐπειδήπερ οὐχ ἑτέρως 77.492 ἦν τὴν ἐπὶ τῷ Ἰσαὰκ δοθεῖσαν ὑπόσχεσιν ἀποπλη ροῦσθαι παρὰ Θεοῦ, εἰ μὴ διὰ τοῦ σταυροῦ τοῦ Χριστοῦ πέμποντος τὴν εὐλογίαν ἐπὶ πάντα τὰ ἔθνη, ἀναγκαίως θελήσας ἐπιδεῖξαι Θεὸς, ὅσην αὐτῷ καὶ πηλίκην ἀπονέμει τὴν χάριν, ὑπὲρ τῆς τοῦ σπέρμα τος αὐτοῦ σωτηρίας, θανάτῳ παραδιδοὺς τὸν ἴδιον υἱὸν, φησὶ πρὸς αὐτὸν, καὶ λίαν ἐμφαντικώτατα· "Λα βὲ τὸν υἱόν σου·" ἀναζωπυρῶν δὲ ὥσπερ ἐν αὐτῷ τὴν τῷ φύσαντι πρέπουσαν ἐφ' ἑνὶ καὶ μόνῳ τέκνῳ φιλο στοργίαν, ἐπιλέγει μετὰ προσθήκης καὶ ἀναδιπλα σιασμοῦ· "Τὸν ἀγαπητὸν ὃν ἠγάπησας τὸν Ἰσαάκ· καὶ ἀνένεγκε αὐτὸν ἐφ' ἓν τῶν ὀρέων ὧν ἄν σοι εἴπω·" μονονουχὶ τοῦτο λέγων· Ἵνα δὴ μάθοις παθὼν, ὥσπερ ὕστερον ὑπομένει καὶ ὁ πάντων Πατὴρ ἀναφέρων εἰς τὴν ὑπερκόσμιον οὐσίαν ὃν ἠγάπησεν Υἱόν. Ἐφ' ᾧ δὴ καὶ λίαν ὑπερθαυμάζων αὐτὸς ὁ Σωτὴρ ἐπεση μήνατό που λέγων· "Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ δέ δωκεν· ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον." Ἐπιτάττοντι τοίνυν τὰ τοιαῦτα τῷ Θεῷ, ἀμε[λ]λητὶ μὲν ὁ πατριάρχης ἐπεί θετο, κρείττονα δὲ τῆς εἰς τὸν παῖδα φιλοστοργίας τὴν θείαν ἐντολὴν ποιησάμενος, "Ἀναστὰς τῷ πρωῒ, καθὼς γέγραπται, ἐπέσαξε τὴν ὄνον αὐτοῦ, καὶ παρ έλαβε μεθ' αὑτοῦ δύο παῖδας, καὶ Ἰσαὰκ τὸν υἱὸν αὐ τοῦ. Καὶ σχίσας ξύλα[ς] εἰς ὁλοκάρπωσιν, ἀναστὰς ἐπορεύθη, καὶ ἦλθεν εἰς τὸν τόπον ὃν εἶπεν αὐτῷ ὁ Θεὸς, τῇ ἡμέρᾳ τῇ τρίτῃ. Καὶ ἀναβλέψας Ἀβραὰμ εἶδε τοῖς ὀφθαλμοῖς αὐτοῦ τὸν τόπον μακρόθεν, καὶ εἶπε τοῖς παισὶν αὐτοῦ· Καθίσατε αὐτοῦ μετὰ τῆς ὄνου, ἐγὼ δὲ καὶ τὸ παιδίον διελευσόμεθα ἕως ὧδε, καὶ προσκυνήσαντες ἀναστρέψομεν πρὸς ὑμᾶς. Ἔλαβε δὲ Ἀβραὰμ τὰ ξύλα τῆς ὁλοκαρπώσεως, καὶ ἐπέθηκεν Ἰσαὰκ τῷ υἱῷ αὐτοῦ. Ἔλαβε δὲ καὶ τὸ πῦρ μετὰ χεῖρα καὶ τὴν μάχαιραν, καὶ ἐπορεύθησαν οἱ δύο ἅμα. Πορευθέντες δὲ ἀμφότεροι, ἦλθον εἰς τὸν τόπον ὃν εἶπεν αὐτῷ ὁ Θεός· καὶ ᾠκοδόμησεν ἐκεῖ Ἀβραὰμ θυσιαστήριον, καὶ ἐπέθηκε τὰ ξύλα, καὶ συμποδίσας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ,