ὄψιν καὶ τὰ φαινόμενα μεταφέροντες τὴν ἔκπληξιν, τοῦ τε σώματος αὐτοῦ τὸ κάλλος καὶ τὸ ὕψος ἐτεθήπεσαν, ὥσπερ ἐς ἀνδριάντα τινὰ καὶ τὸ κολοσ10.7.2 σὸν μόλιν ἀναβλέποντες· οὕτω τὰ πάντα ἦν ὑπὲρ ἄνθρωπον. τήν γε μὴν καρτερίαν ὁρῶντες, ὄντως ἀπαθῆ τινα καὶ σιδήρεον ὑπελάμβανον, ὅτι λεπτὸν ἔχων τριβώνιον, ἀνυπόδητος, τρυφῆς περιουσίαν ἐτίθετο τοὺς Γαλατικοὺς χειμῶνας 10.7.3 καὶ πεπηγότα σχεδόν τι τὸν Ῥῆνον ἔπινεν· καὶ τόν γε ὅλον οὕτω διετέλεσε βίον, ἀπείρατος θερμοῦ γενόμενος ποτοῦ. ἀπέστειλε γοῦν αὐτὸν ὁ βασιλεὺς εἰς τὴν μεγάλην Ῥώμην, φιλοτιμούμενος οἵων βασιλεύειν ἔλαχεν· οἱ δὲ οὐκ εἶχον ὅ τι θαυμάσουσιν, οὕτω πάντα ἦν παρὰ τὴν ἀνθρωπίνην φύσιν. 10.7.4 πολλὰ δὲ ἐπὶ πολλοῖς ἀγασθέντες, καὶ τυχόντες ἐπαίνων, ἀνδριάντα κατασκευασάμενοι χαλκοῦν ἰσομέτρητον, ἀνέθηκαν ἐπιγράψαντες· Η ΒΑΣΙΛΕΥΟΥΣΑ ΡΩΜΗ ΤΟΝ ΒΑΣΙΛΕΥΟΝΤΑ ΤΩΝ ΛΟΓΩΝ. 10.7.5 Ὁ δὲ βασιλεὺς ἀπιόντα πάλιν Ἀθήναζε καὶ δωρεὰν αἰτεῖν ἔδωκεν. ὁ δὲ τῆς ἑαυτοῦ φύσεως ἄξιον ᾔτησε, νήσους οὐκ ὀλίγας οὐδὲ μικρὰς εἰς ἀπαγωγὴν φόρου καταστρεψάμενος ταῖς Ἀθήναις. ὁ δὲ καὶ ταῦτα ἔδωκεν, καὶ προσέθηκε τὸ μέγιστον τῶν ἀξιωμάτων, στρατοπεδάρχην ἐπιτρέψας καλεῖσθαι, ὅπως νεμεσῴη μηδεὶς εἰ τοσαῦτα ἐκ τοῦ δημοσίου 10.7.6 κομίζοιτο. ταύτην τὴν δωρεὰν ἔδει βεβαιοῦν τὸν τῆς αὐλῆς ἔπαρχον (νεωστὶ γὰρ παρῆν ἐκ Γαλατίας ὁ ἔπαρχος)· καὶ μετὰ τοὺς ἐπὶ τοῖς λόγοις ἐκείνους ἀγῶνας, παρὰ τὸν Ἀνατόλιον ἐλθών, ἠξίου βεβαιοῦν τὴν χάριν, καὶ συνηγόρους <οὐκ> ἐκάλεσε μόνους, ἀλλὰ σχεδόν τι πάντας τοὺς πεπαιδευμέ10.7.7 νους ἐκ τῆς Ἑλλάδος· πάντες γὰρ ἦσαν Ἀθήνησι διὰ τὴν ἐπιδημίαν. ὡς δὲ ἐπληρώθη τὸ θέατρον, καὶ ὁ Προαιρέσιος ἠξίου τοὺς συνηγόρους λέγειν, παραδραμὼν τὴν ἁπάντων δόξαν ὁ ἔπαρχος, καὶ βασανίζων τὸν Προαιρέσιον ἐς τὸ σχέδιον "λέγε," φησίν, "ὦ Προαιρέσιε· αἰσχρὸν γάρ ἐστιν καὶ λέγειν καὶ βασιλέα ἐπαινεῖν σοῦ παρόντος ἕτερον." 10.7.8 ἐνταῦθα ὁ Προαιρέσιος, ὥσπερ ἵππος εἰς πεδίον κληθείς, τοὺς ἐπὶ τῇ δωρεᾷ λόγους, τόν τε Κελεὸν καὶ Τριπτόλεμον καὶ τὴν ∆ήμητρος ἐπιδημίαν ἐπὶ τῇ τοῦ σίτου δωρεᾷ παρήγαγεν, καὶ τὴν τοῦ βασιλέως χάριν ἐκείνοις προσάπτων τοῖς διηγήμασι, ταχὺ μάλα μετέστησεν εἰς τὸν ἀρχαῖον ὄγκον τὰ γινόμενα, καὶ τοῖς λεγομένοις ἐπεχόρευεν, ἐπιδεικνύμενος ἐς τὴν ὑπόθεσιν· καὶ ὁ τῶν λόγων ἔλεγχος ἦν αὐτῷ φιλοτιμία. 10.7.9 Γάμος δὲ αὐτῷ συνέπεσεν ἐξ Ἀσίας, τῆς Τραλλιανῶν πόλεως· Ἀμφίκλεια μὲν ὄνομα τῇ γυναικί· θυγάτρια δὲ αὐτοῖς ἐγενέσθην τοσοῦτον παραλλάττοντα κατὰ τὴν ἡλικίαν χρόνον, ὅσος ἐς τὸ κυεῖν καὶ γίνεσθαι καταναλίσκεται. προελθόντα δὲ εἰς ὥραν ἐν ᾗ πάγκαλόν τι χρῆμα καὶ μακάριον παιδίον, καὶ τὴν τοῦ πατρὸς ψυχὴν ὑφ' ἡδονῆς ἀνασείσαντα, ἐν ὀλίγαις ἡμέραις ἄμφω τοὺς πατέρας ἀπέλιπεν, ὥστε μικροῦ τὸ πάθος καὶ τῶν προσηκόντων ἐκβα10.7.10 λεῖν λογισμῶν τὸν Προαιρέσιον. ἀλλὰ πρὸς τοῦτο μὲν ἤρκεσεν ἡ Μιλησίου μοῦσα, τὰς ἁρμονικὰς ἀναψαμένη χάριτας, καὶ πολλὰ <παρα>πεσοῦσα μετ' ἀφροδίτης, καὶ τὸν λογισμὸν ἀνακαλουμένη. τοῖς δὲ Ῥωμαίοις ἀξιοῦσιν ὁμιλητὴν ἴδιον ἀποπέμπειν, ὁ Προαιρέσιος τὸν Εὐσέβιον ἐξέπεμψεν, ὃς ἦν μὲν ἐξ Ἀλεξανδρείας, -ἐναρμόσειν ἄλλως ἐδόκει τῇ πόλει, κολακεύειν τε εἰδὼς καὶ σαίνειν τὸ ὑπερέχον-στασιώδης 10.7.11 δὲ κατὰ τὰς Ἀθήνας ἐφαίνετο. καὶ ἅμα ἐβούλετο μεῖζον τὸ καθ' ἑαυτὸν ποιεῖν, ἄνδρα πέμπων πολιτικῆς κακοτεχνίας οὐκ ἀμύητον· ἐπεὶ τά γε κατὰ ῥητορικὴν ἐξαρκεῖ τοσοῦτον 10.7.12 εἰπεῖν ὅτι ἦν Αἰγύπτιος. τὸ δὲ ἔθνος ἐπὶ ποιητικῇ μὲν σφόδρα μαίνονται, ὁ δὲ σπουδαῖος Ἑρμῆς αὐτῶν ἀποκεχώρηκεν. 10.7.13 ἐπανέστη δὲ αὐτῷ ὁ Μουσώνιος, εἰς σοφιστικὴν ὁμιλητὴς ὢν αὐτοῦ (περὶ οὗ πολλὰ διὰ τὰς ἄλλας <πράξεις> ἐν τοῖς διεξοδικοῖς γέγραπται), καὶ ὅτε γε ἀντῆρε, καταμαθὼν πρὸς τίνα ἔχει τὸν ἀγῶνα,