Fragmenta in epistulam ad Romanos
περὶ ἡμᾶς αὐτοῦ σχέσεως, ἣν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ποιησάμενος ἐνεδείξατο.
ἀπαραιτήτως ἀναγκαῖον ὄφλημα κατατίθεσθε· τῶν μὲν γὰρ ἄλλων ἕκαστον χρεῶν ἀποδεδωκότες ἔχετε μετὰ τὴν ἔκτισιν τὸ ἀνεύθυνον, ἐπὶ δὲ τῆς ἀγάπης τοῦτο οὐκ ἔστιν, ἀλλ' ἀεὶ δεῖ ταύτην ἐκτιννύναι καὶ ἀεὶ χρεωστεῖν. {Rom 13,11} Μάλιστα δέ, φησίν, ὑμᾶς καὶ τὸ βραχὺ τοῦ παρόντος αἰῶνος παρακαλείτω πρὸς τὸ ἀγαθὸν καὶ ἐπιεικές· ἐπὶ θύραις γὰρ καὶ ὅσον οὔπω τῆς ἀναστάσεως ἐφέστηκεν ὁ καιρὸς καὶ καθ' ἑκάστην ἡμέραν τῆς συντελείας γινόμεθα πλησιέστερον. {Rom 13,12} Νύκτα τὴν θνητὴν λέγει κατάστασιν ὡς τῶν ἐν αὐτῇ κατακρα τούσης ἀγνοίας θεοῦ, ἡμέραν δέ γε τὴν ἐν Χριστῷ φησι διαγωγὴν τὴν ἀκήρατον ὡς τῶν καταξιουμένων ἐκείνης ὑπὸ τῆς ἁγίας καὶ μακαρίας καταυγαζομένων τριάδος.
{Rom 14,14} Πρὸς ἄλλο πάλιν κεφάλαιον μέτεισιν ἀφ' οὗ καὶ πρὸς τὸ
γράψαι Ῥωμαίοις τὴν ἐπιστολὴν ἔσχε πρόφασιν. ᾔδει τοῖς ἐξ Ἰουδαίων τῇ πίστει προσιοῦσι φιλονεικίαν πρὸς τοὺς ἐξ ἐθνῶν πιστεύοντας γινομένην περί τινων ἰδικῶν τοῦ νόμου παρατηρήσεων οἷον περὶ φυλακῆς ἡμερῶν καὶ βρωμάτων διαφορᾶς, καὶ τοιούτων ἄλλων τινῶν τῶν μὲν Ἰουδαίων φυλαττόντων, τῶν δὲ ἐξ ἐθνῶν αὐτῶν τε ἀπεχομένων, οὐ κρατούντων αὐτά, ἀλλὰ καὶ τοῖς Ἰουδαίοις ἐπιμεμφομένων τῆς περὶ τὰ τοιαῦτα σπουδῆς, καὶ πρὸς παροξυσμὸν αὐτῶν ἐπ' αὐτῶν ἐσθιόντων ὡς ἔχθραν αὐτοῖς ἐνεῖναι συμβαίνειν ἐκ τούτου πράγματος ἀδιάλλακτον καὶ πρὸς ἀλλήλους ὑπόπτως διακειμένους τῆς ἐν Χριστῷ κλήσεως ὑβρίζειν τὸ ἔκκριτον, τὴν ἀγάπην φημί. διορθούμενος οὖν καὶ περὶ τούτων αὐτούς, ἐπειδὴ τὸ ἀπ' ἐθνῶν μέρος ἐν τῇ Ῥώμῃ τοῦ ἀπὸ Ἰουδαίων προσεληλυθότος πλεῖόν τε ὑπῆρχε καὶ δυνατώτερον, ἀπὸ τοῦ πρὸς αὐτοὺς εἰκότως ἄρχεται λόγου· τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμ 410 βάνεσθε. ἐντρεπτικώτατα σφόδρα τῷ προκειμένῳ μετὰ τῆς ἀληθείας ἐνέβαλεν· ἀσθενοῦντα μὲν γὰρ τὸν Ἰουδαῖον εὖ μάλα προσεῖπεν ὡς ἀσθενείᾳ λογισμῶν τοῖς νομικοῖς ἔτι κατακρατούμενον ἔθεσιν, ἐνέτρεψε δέ γε διὰ τούτου τὸν ἐθνικὸν ἱκανῶς εἰς τὸ πεισθῆναι τῇ συμβουλῇ· τίς γὰρ οὕτως ἀπάνθρωπος ὅστις ἀσθενοῦντι τὸ συγγινώσκειν ἀφεὶς ἐπεμβή σεται, καὶ δέον ἐπικουρεῖν ὅδε καὶ προσεπιθήσει τῇ συμφορᾷ; ἐποίει δὲ ταύτην ἀναγκαίαν αὐτῷ τὴν παραίνεσιν καὶ ἡ προλαβοῦσα διδασκαλία· τὸν γὰρ νόμον καὶ τὴν κατ' αὐτὸν ἅπασαν πολιτείαν ὑπὸ τῆς ἐν Χριστῷ χάριτος κατηργῆσθαι παντοίως ἀπέδειξεν. συνεῖδεν οὖν, ὡς εἰκός, βαρύτερον τῷ Ἰουδαίῳ τὸν ἐθνικὸν ἐσόμενον καὶ τὴν πρὸς ἀλλήλους αὐτοῖς φιλονεικίαν ἐπιτεθησομένην, εἰ μὴ τὰ εἰκότα πρὸς αὐτοὺς καὶ περὶ τούτου διαλεχθῇ. μὴ εἰς διακρίσεις διαλογισμῶν. ὃς μὲν πιστεύει φαγεῖν πάντα, ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει καὶ τὰ ἑξῆς. τέλειοι, φησί, τὴν ἐν Χριστῷ πίστιν ὄντες μὴ ἐκβιάζεσθε τοὺς οὐκ ἐξικνουμένους ἔτι πιστῶς καὶ ἄνευ δια λογισμῶν ποιεῖσθαι τὴν πάντων ἀδιακρίτως μετάληψιν, ἀλλ' αὐτοὶ μὲν τοῦ κρείττονος ἔχεσθε, τοὺς δὲ ἢ βλάπτεσθαι διὰ βρώσεως ἢ καὶ ὠφελεῖσθαι διὰ παρατηρήσεως οἰομένους προσλαμβάνεσθε, τοῦτ' ἔστιν· οἰκειοῦσθε καὶ θάλπετε καὶ μὴ ἀποστρέφεσθε. συντόμως δὲ εἰπεῖν· μηδὲ ὁ ἐσθίων ὡς τελεώτερος ὢν αὐτὸς ἐκφαυλιζέτω τὸν οὐκ ἐσθίοντα, μήτ' αὖ ὁ μὴ ἐσθίων ὡς παρανομοῦντος τοῦ ἐσθίοντος καταψηφιζέσθω. καὶ τὸ εὔλογόν τε ὁμοῦ καὶ δίκαιον ἐμφαίνων τῆς παραινέσεως· ὁ θεὸς γὰρ αὐτὸν προσελάβετο. σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; εἰ γὰρ ὁ θεὸς αὐτὸν προσήκατο, πῶς οὐ τολ μηρόν σοι, πῶς δὲ ἀκίνδυνον οἰκέτην ἄλλῳ διαφέροντα κατακρίνειν; καὶ ἐπειδήπερ τὸ κήδεσθαι ἑκατέρων ἑκάτεροι προβάλλεσθαι ἔμελλον, τῷ ἰδίῳ, φησί, κυρίῳ στήκει ἢ πίπτει. περιττή σοι παντελῶς ἡ περὶ τὴν μάχην, φησίν, ἐστὶν ἀφορμή· εἴτε γὰρ ἕστηκεν εἴτε καὶ μή, σοὶ κινδυνεύεται πρὸς οὐδέτερον, οὔτε πρὸς ζημίαν οὔτε πρὸς κέρδος. τοῦτο εἰπὼν εἰς τὸ περιελεῖν αὐτῶν τῆς φιλονεικίας τὴν πρόφασιν, ἵνα μὴ τῆς ἀλλήλων ἀπογινώσκειν σωτηρίας ἐντεῦθεν προάγοιντο,