31
καὶ κατὰ τοῦ «κλέπτου» καὶ πολεμίου κεχρῆσθαι τῇ φύσει, ὃς ἐπὶ λύμῃ τοῦ θείου θησαυροῦ παρεισδύεται καὶ διὰ τοῦτο ἔρχεται, «ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ». Τὴν δὲ ἀνδρείαν καὶ τὸ θάρσος ἀντὶ ὅπλου τινὸς διὰ χειρὸς φέρειν, πρὸς τὸ μὴ πτοηθῆναί ποτε «πτόησιν ἐπελθοῦσαν καὶ ὁρμὰς ἀσεβῶν ἐπερχομένας». Ἐλπίδι δὲ καὶ ὑπομονῇ ἀντὶ βακτηρίας, εἴποτε τοῖς πειρασμοῖς κάμοι, ἐπιστηρίζεσθαι. Τὸ δὲ τῆς λύπης κτῆμα καιρῷ μετανοίας ἐπὶ ἁμαρτήμασιν, εἰ τύχοι ποτὲ συμβάν, προχειρίζεσθαι, ὡς οὐδέποτε χρήσιμον ὂν ἢ πρὸς τὴν τοιαύτην μόνην ὑπηρεσίαν. Ἡ δὲ δικαιοσύνη αὐτῷ κανὼν εὐθύτητος ἔσται, τὸ ἐν παντὶ ἄπταιστον λόγῳ τε καὶ ἔργῳ ὑφηγουμένη, ὅπως τε χρὴ τὰ ἐν τῇ ψυχῇ διακεῖ σθαι καὶ πῶς ἄν τις ἑκάστῳ τὸ κατ' ἀξίαν νέμοι. Τὴν δὲ τοῦ πλείονος ἔφεσιν, ὃ πολύ τε καὶ ἀμέτρητον ἔγκειται τῇ ἑκάστου ψυχῇ, τῇ κατὰ θεὸν ἐπιθυμίᾳ προσθείς, μακα ριστὸς ἔσται τῆς πλεονεξίας, ἐκεῖ βιαζόμενος, ὅπου ἐπαινε τὸν τὸ βιάζεσθαι. Σοφίαν δὲ καὶ φρόνησιν συμβούλους ἕξει τῶν συμφερόντων καὶ συνδιοικούσας αὐτῷ τὴν ζωήν, ὡς μηδαμοῦ ὑπὸ ἀμαθίας ἢ ἀφροσύνης παραβλαβῆναι. Εἰ δὲ μὴ κατὰ φύσιν καὶ κατὰ τὸ οἰκεῖον χρῷτο ταῖς εἰ ρημέναις δυνάμεσιν, ἀλλὰ ὑπαλλάσσοι παρὰ τὸ δέον τὴν χρῆσιν, τὴν μὲν ἐπιθυμίαν προστιθεὶς τοῖς αἰσχίστοις, τὸ δὲ μῖσος ἐπὶ τοὺς ὁμοφύλους προχειριζόμενος, «ἀγαπῶν δὲ τὴν ἀδικίαν» καὶ ἐπὶ τοὺς γονέας ἀνδριζόμενος καὶ θαρσῶν τὰ ἄτοπα καὶ ἐλπίζων τὰ μάταια, φρόνησιν δὲ καὶ σοφίαν ἀπελαύνων τῆς μεθ' ἑαυτοῦ συνοικήσεως, λαιμαργίαν καὶ ἀφροσύνην προσεταιρίζοιτο, καὶ περὶ τῶν λοιπῶν ὡσαύτως ποιῶν, ἄτοπος ἂν εἴη τις καὶ ἀλλόκοτος, ὡς μηδ' ἂν εἰπεῖν ἀξίως τινὰ δυνηθῆναι τὴν ἀτοπίαν. Καθάπερ γὰρ εἴ τις ἐναλλὰξ ὁπλιζόμενος ἀναστρέφοι μὲν τὸ κράνος, ὥστε καλύπτειν τὸ πρόσωπον καὶ ὀπίσω νενευκέναι τὸν λόφον, τοὺς δὲ πόδας ἔχοι ἐν θώρακι καὶ τὰς κνημῖδας ἐφαρμόζοι τῷ στήθει, καὶ ὅσα τῆς ἀριστερᾶς ἐστι τῇ δεξιᾷ μεταλαμβάνοι, τὴν δὲ τῶν δεξιῶν ὅπλισιν τῇ εὐωνύμῳ προσρίπτοι· ὅπερ οὖν παθεῖν εἰκὸς ἐν πολέμῳ τὸν τοιοῦτον ὁπλίτην, τοῦτο καὶ παρὰ τὸν βίον πάσχειν εἰκὸς τὸν συγ κεχυμένον τὴν γνώμην καὶ τὴν χρῆσιν τῶν δυνάμεων τῆς ψυχῆς ὑπαμείβοντα. 18.4 Οὐκοῦν προνοητέον ἡμῖν τῆς ἐν τούτοις εὐαρμοστίας, ἣν ἡ ἀληθὴς σωφροσύνη πέφυκεν ἐμποιεῖν ταῖς ἡμετέραις ψυχαῖς. Καὶ εἰ χρὴ τὸν τελεώτατον τῆς σωφροσύνης ὅρον σκοπῆσαι, τάχα τοῦτο σωφροσύνη κυρίως ἂν λέγοιτο, ἡ πάντων τῶν ψυχικῶν κινημάτων μετὰ σοφίας καὶ φρονή σεως εὔτακτος οἰκονομία. Καὶ ἡ τοιαύτη κατάστασις τῆς ψυχῆς οὐκέτι πόνου τινὸς οὐδὲ πραγματείας πρὸς τὴν τῶν ὑψηλῶν τε καὶ οὐρανίων μετουσίαν δεήσεται, ἀλλ' ἐν πολλῇ ῥᾳστώνῃ τὸ τέως δυσέφικτον εἶναι δοκοῦν κα τορθώσει φυσικῶς, τῇ ὑπεξαιρέσει τοῦ ἐναντίου τὸ ζη τούμενον ἔχουσα· τόν τε γὰρ ἔξω τοῦ σκότους γενόμενον ἐν φωτὶ πάντως εἶναι ἀνάγκη, καὶ τὸν μὴ τεθνηκότα ζῆν. Καὶ τοίνυν εἴ τις «μὴ ἐπὶ ματαίῳ λάβοι τὴν ἑαυτοῦ ψυχήν», ἐν τῇ ὁδῷ πάντως τῆς ἀληθείας ἔσται· ἡ γὰρ τοῦ μὴ παρατραπῆναι πρόνοιά τε καὶ ἐπιστήμη ὁδηγία τίς ἐστιν ἀκριβὴς τῆς ἐπὶ τὴν εὐθεῖαν πορείας. Καὶ ὥσπερ οἱ ἐλευ θερωθέντες οἰκέται παυσάμενοι τοῦ τοῖς κρατοῦσιν ὑπηρε τεῖν, ἐπειδὰν ἑαυτῶν γένωνται κύριοι, τρέπουσι πρὸς ἑαυτοὺς τὴν σπουδήν, οὕτως οἶμαι καὶ τὴν ψυχὴν ἐλευθερωθεῖσαν ἀπὸ τῆς σωματικῆς λατρείας καὶ ἀπάτης ἐπιγινώσκειν λοιπὸν τὴν οἰκεῖαν ἑαυτῇ καὶ κατὰ φύσιν ἐνέργειαν· ἡ δὲ ἐλευθερία ἐστί, καθὼς καὶ παρὰ τοῦ ἀποστόλου ἐμά θομεν, τὸ «μὴ ζυγῷ δουλείας ἐνέχεσθαι» μηδὲ καθάπερ δραπέτην ἢ κακοῦργον γενόμενον πεδηθῆναι τῷ τοῦ γάμου δεσμῷ. 18.5 Οὐκ ἐν τούτῳ δὲ μόνῳ τὸ τέλειον τῆς ἐλευθερίας ἐστίν -μή τις οὕτω μικρόν τε καὶ εὔωνον τὸ τῆς παρθενίας