31
τὸ ἐπὶ Τροίας Ἴλιον, καὶ φοβούμενος τὴν ἧτταν, ἐπέτρεψε τῷ Πέλοπι, τῷ ἰδίῳ παιδί, λαβόντι χρήματα ἀπᾶραι ἐπὶ τὴν Ἤπειρον, εἰπὼν ταῦτα ὅτι Ἐὰν μὲν νικήσω, ὑποστρέφεις πάλιν εἰς τὴν Φρυγίαν, ἐὰν δὲ ἡττηθῶ, μένε εἰς τὴν Εὐρώπην. λαβὼν οὖν ὁ Πέλοψ χρήματα, ἦλθεν εἰς τὴν Ἑλλάδα ἐν χώρᾳ Ἀπίᾳ καλουμένῃ, ἥτις Ἀπία χώρα βασιλέα εἶχε τὸν Οἰνόμαον, ἔχοντα θυγατέρα Ἱπποδάμειαν ὀνόματι. εἶτα ἀγωνισάμενος ἐνταῦθα ὁ Πέλοψ ἱππικὸν ἀγῶνα μετὰ τοῦ Οἰνομάου, καὶ νικήσας, ἔλαβε γυναῖκα τὴν τοῦ Οἰνομάου θυγατέρα Ἱπποδάμειαν, καὶ κάτεσχε τῆς χώρας. καὶ ἀντὶ Ἀπίας ἐκάλεσεν αὐτὴν Πελοπόννησον, ὅ ἐστιν, ἡ τοῦ Πέλοπος νῆσος. πάντες οὖν οἱ ἀπὸ Πέλοπος καλοῦνται Πελοπίδαι, οἷον Ἀτρεύς, Θυέστης, Ἀγαμέμνων, καὶ Μενέλαος, καὶ τελευταῖος Ὀρέστης. Καὶ περὶ μὲν τοῦ Πέλοπος τοσαῦτα, περὶ δὲ τοῦ Κέκροπος ἤδη λελέξεται. Κέκροψ βασιλεὺς γέγονεν Ἀθηνῶν, ὃς μεγάλως τὴ Ἀττικὴν κατεκόσμησεν. οὗτος δέ ἐστιν ὁ διφυὴς καλούμενος. ἐκαλεῖτο δὲ διφυὴς ὅτι δύο φωνὰς ἦν ἠσκημένος, μίαν μὲν τὴν τῆς Ἑλλάδος, ἑτέραν δὲ τὴν τῆς Αἰγύπτου. λέγεται γὰρ ὅτι οἱ Ἀθηναῖοι ἄποικοί εἰσιν Αἰγυπτίων, ἀπὸ Σάεως πόλεως. ἡγεμὼν οὖν τῆς ἀποικίας γέγονεν οὗτος ὁ Κέκροψ. καὶ ἐλθὼν εἰς τὴν Ἑλλάδα ἔμαθε τὴν Ἑλλάδα φωνήν, ἔχων καὶ τὴν Αἰγυπτίαν. ὁ δὲ λόγος ὁ λέγων αὐτόχθονας εἶναι Ἀθηναίους μῦθός ἐστι, λαβὼν τὸ πλάσμα ἀπὸ τοῦ μηδέποτε μεταστῆναι, μᾶλλον δὲ ἀναστῆναι, τοὺς οἰκήσαντας εἰς τὴν Ἀττικήν. λεπτόγεως γὰρ οὖσα ἡ χώρα, οὐ πάνυ ἦν ζηλωτὴ ὥστε τοὺς ὄντας ἐκδιωχθῆναι καὶ ἄλλους μετοικῆσαι. Καὶ περὶ μὲν Κέκροπος ἅλις, εἰπεῖν δὲ δεῖ καὶ περὶ Ἀλκμαίωνος. ὁ Ἀλκμαίων οὗτος Ἀθηναῖος ἦν τὸ γένος, ἐπίσημος λίαν, τὴν ἐλευθερίαν ἀεὶ φυλάττειν ἐθέλων τοῖς Ἀθηναίοις. τυραννευθείσης οὖν τῆς πόλεως ὑπὸ Πεισιστράτου, ἐξῆλθεν οὗτος μὴ φέρων ὁρᾶν δουλευούσας τὰς Ἀθήνας. ἐξελθὼν οὖν μηχανᾶται καὶ σκοπὸν ἔσχε πῶς τὴν ἐλευθερίαν ἀποκαταστήσει Ἀθηναίοις. ἀπελθὼν οὖν ἐν ∆ελφοῖς, εἰς τὸ Ἀπολλώνιον ἱερόν, ἐκμισθοῦται παρὰ ∆ελφῶν τὸ ἱερὸν ἐπὶ μισθοφορίᾳ. ἐκμισθωσάμενος δέ, καὶ ἔχων λοιπὸν ὑφ' ἑαυτὸν πάντας καὶ πάσας τοὺς τοῦ θεοῦ διακόνους, πείθει τὴν ἱέρειαν τὴν Πυθίαν ἵνα, εἰ ἔλθοι ποτὲ Λακεδαιμόνιος μαντευσόμενος, μηδὲν ἄλλο λέγειν αὐτῷ ἢ ὅτι Ἐλευθεροῦν τὰς Ἀθήνας λέγει ὑμῖν ὁ θεός. τούτου συνεχῶς καὶ πλειστάκις γινομένου, παρωρμήθησαν Λακεδαιμόνιοι, καὶ ἐλθόντες ἐξέβαλον ἀπὸ τῶν Ἀθηνῶν τοὺς τυράννους. μέγα οὖν κλέος ἔσχεν ἔκτοτε ὁ Ἀλκμαίων, ἐλευθερώσας σοφίᾳ τὰς Ἀθήνας. ἀλλὰ τοσαῦτα περὶ Ἀλκμαίωνος. Αἰακὸς δὲ τέταρτος ἡμῖν ὑποκείσθω. Αἰακὸς δὲ οὗτος υἱὸς ἐλέγετο εἶναι τοῦ ∆ιός, δίκαιος τὰ μάλιστα. διό ποτε ἀβροχίας γενομένης ἐν τῇ Ἑλλάδι, ἦλθον πρὸς αὐτὸν οἱ προεστῶτες τῶν πόλεων παρακαλοῦντες εὔξασθαι τῷ ἰδίῳ πατρὶ ἵνα γένηται ὑετός. ὁ δὲ στὰς καὶ εὐξάμενος, ἔλυσε διὰ τῆς εὐχῆς τοὺς αὐχμούς. καὶ κατερρύη ὕδωρ ποτίζον τὴν Ἑλλάδα. μάλιστα οὖν καὶ ἐκ τούτου ἡ εὐσέβεια ἐδείχθη τοῦ Αἰακοῦ. οὗτος οὖν γεννᾷ δύο υἱούς, τὸν Πηλέα καὶ τὸν Τελαμῶνα, ὧν ὁ μὲν Πηλεὺς τίκτει τὸν Ἀχιλλέα, ὁ δὲ Τελαμὼν τὸν Αἴαντα. οἵτινες ἐκαλοῦντο Αἰακίδαι, τὴν ἀπὸ τοῦ πάππου τιμὴν ἐκ τούτου προσφερόμενοι. Λοιπὸν τοίνυν ὑπολείπεται ἡμῖν Ἡρακλῆς. Ἡρακλῆς οὗτος λέγεται υἱὸς γεγονέναι τοῦ ∆ιός. ὁ γὰρ Ζεὺς ὁμοιωθεὶς τῷ Ἀμφιτρύωνι συνεγένετο τῇ Ἀλκμήνῃ. καὶ ἐγεννήθη ὁ Ἡρακλῆς, ὃς καὶ τοὺς μεγάλους ἐκείνους ἄθλους διήνυσεν. πολλοὶ οὖν γεγόνασιν ἀπὸ Ἡρακλέους, ὧν πρῶτος καὶ ἔνδοξος ὁ Ὕλλος. ἐξ οὗ καὶ οἱ τῶν Λακεδαιμονίων βασιλεῖς. πάντες οὖν οἱ βασιλεῖς τῶν Λακεδαιμονίων Ἡρακλεῖδαι ἐλέγοντο. 43.2 ∆ευτέρα ἐστὶν ἱστορία ἡ περὶ τῶν Ἐλαφηβόλων καὶ Ὠρίωνος καὶ Ἀκταίωνος. Τὴν Ἄρτεμιν λέγουσι τῆς κατὰ θήραν τοξείας εἶναι ἔφορον. λέγεται οὖν αὕτη ἡ θεὸς βάλλειν εὐστόχως τὰς ἐλάφους, ὥστε ἀκοῦσαι τὴν Ἄρτεμιν ἐλαφηβόλον θεόν. Ὁ δὲ Ὠρίων καὶ Ἀκταίων θηρευταὶ καὶ οὗτοι ὑπῆρχον. ὁ μὲν οὖν Ἀκταίων κυνηγέτης ἦν, καὶ εἶδε τὴν Ἄρτεμιν γυμνήν. ἦν δὲ ἀθέμιτον τοῦτο, τὸ τοὺς θεοὺς ἰδεῖν γυμνούς, καὶ μάλιστα τὰς