170 Ps 101,3 Ὅμοιον δυνάμει τὸ λεγόμενον τῇ Σαλομῶνος εὐχῇ
291 Ps 140,2 Εἰ πρωῒ τὸν ἐπιόντα βίον συνίεμεν τὸν ἐν ἀναπαύσει καὶ δόξῃ
ἡμῶν. προσαγαγὼν οὖν ἑαυτὸν ὡς προσήκει ταπεινόν, ἀμοιβὴν ζητεῖ παρὰ θεοῦ τὴν ἐπὶ βίον ἔννομον ἀγωγὴν καὶ τὴν κατὰ λόγον θεοῦ ζωήν. ταπεινοῦ δὲ καὶ αὐτὸ τοῦτο τὸ μὴ ἐφ' ἑαυτοῦ τίθεσθαι τὴν ἀγαθὴν ζωὴν ἀλλὰ παρὰ θεοῦ ζητεῖν. 220 Ps 118,26.27 Μέγα τὸ πάντα πράττειν ὡς ἐν ὀφθαλμοῖς θεοῦ καὶ λέγειν ταῦτα καὶ διηγεῖσθαι καὶ τὴν ἐπὶ τούτοις αἰτεῖν ἀποκάλυψιν διορθωτικὴν ἢ βεβαιωτικήν, περιέσεσθαι δὲ αὐτῷ καὶ τὴν εἰς ἄλλους ὠφέλειαν ἐκ θειοτέρας συνέσεως διαλεγομένῳ καὶ τὴν θαυμασίαν εὐεργεσίαν ἐξαγγέλλοντι τὴν θεοῦ τὴν τοῖς ὅσια πράττουσιν ἀποκειμένην. ὁ γὰρ τὰ περὶ δικαιοσύνης διδάσκων διδάσκει καὶ τὰ περὶ τοῦ τέλους, ὅπερ ἀπόκειται αὐτῇ, θαυμασίου τινὸς ὄντος καὶ παραδόξου ὅτι θεὸς μεγάλως καὶ ὑπὲρ τὴν ἀξίαν ἀμείβεται. διελέγετο καὶ Παῦλος περὶ ἐγκρατείας καὶ δικαιοσύνης καὶ τοῦ κρίματος τοῦ μέλλοντος ὡς ἔμφοβον γενέσθαι τὸν ἡγεμόνα. Ἀντὶ δὲ τοῦ Ἀδολεσχήσω ὁ μὲν Ἀκύλας Ὁμιλήσω, ὁ δὲ ΣύμμαχοςἘξηγήσομαι. 221 Ps 118,36 Ἐγκειμένης τῆς καρδίας τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος, θεοῦ δεῖ τοῦ μετακινοῦντος αὐτὴν ἐπὶ τὰ δίκαια προστάγματα, τουτέστιν ἐνάξοντος τὸ προαιρετικὸν ἡμῶν οἰκονομίαις τε καὶ πραγμάτων καὶ θείου πνεύματος ἐλλάμψει. 222 Ps 118,37 Ματαιότης ἐστὶν ἡ περὶ τὰς θέας μανία, ἡ περὶ τῶν μηδὲ ὄντων θεωρία, καὶ ἡ κατὰ διάνοιαν δὲ ἄτοπος φαντασία ἣν καὶ σαφηνίζει ὁ Παῦλος λέγων Ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν ἐσκοτισμένοι τῇ διανοίᾳ ὄντες ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ θεοῦ. ὅρα ματαιότητα νοὸς λεγομένην ὅταν ἔχῃ τις νοῦν καὶ τούτῳ μὴ χρήσηται πρὸς τὴν τῶν ἀληθῶν θεωρίαν, ἀλλὰ παρέχει αὐτὸν τῷ δεσμεύοντι σατανᾷ. τοῦτο τοίνυν εὐχόμενός φησιν Ἀπόστρεψον τοὺς ὀφθαλμούς μου τοῦ μὴ ἰδεῖν ματαιότητας· τοῦτο γὰρ χάρις θεοῦ. οὕτω γὰρ δυνήσεται τῆς τοιαύτης κατανοήσεως ἀποστὰς ἐν τῇ ὁδῷ τοῦ θεοῦ ζῆσαι, αὐτὴν βαδίζων καὶ πρὸς αὐτὴν ζωοποιούμενος· ἅμα γὰρ τὸ ὁδὸς εἶναι καὶ ζωή ἐστιν. διό φησιν ὁ σωτὴρ Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ζωή. 223 Ps 118,40b Καὶ ἐπεὶ δικαιοσύνη τοῦ πατρὸς ὁ υἱός, ὁ ἐν υἱῷ ζῆσαι βουλόμενος τοῦτό φησι· ∆ικαιοσύνη γὰρ θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν. 224 Ps 118,50 Μόνον φησὶν ἱκανὸν ἡμᾶς ἐν ταῖς κακώσεσι παραμυθεῖσθαι τὸ ζωῆς ἀληθινῆς ἔχειν ἐπαγγελίαν· τοῦθ' ἡμῖν ἐπιτέλεσον. Εἰ γὰρ ἐν τῇ ζωῇ ταύτῃ μόνον ἐν Χριστῷ ἠλπικότες ἐσμέν, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν, ὅτι καὶ κακούμεθα νῦν καὶ οὐκ ἐπ' ἐλπίδι μελλούσης ζωῆς. ζωὴ δὲ ἡ μέλλουσά ἐστιν ἀναζώωσις, καθὸ τὴν ψυχὴν ἰδίαν ζωὴν οὐδὲ ἀληθῆ ζωὴν εἶναι μανθάνομεν, εἴπερ οὐκ ἄνθρωπος ἡ ψυχή. εἰ γὰρ ἐν τῇ καθ' ἑαυτὴν ζωῇ τὸ ἀληθὲς εἶχε τοῦ ζῆν, οὐκ ἀναζωώσεως τὸ τεθνηκὸς ἐδεῖτο. διὸ καὶ ὁ κύριος τοὺς τεθνεῶτας θεῷ ζῆν εἶπεν ὡς οὔπω τὸ ζῆν ἔχοντας πλὴν ὅσον ἐν δυνάμει θεοῦ τοῦ ζωοποιήσαντος· καὶ ἀπολωλέναι φησὶν ἑαυτούς, εἰ μὴ τῆς ἀναστάσεως τύχοιεν, λέγων ἀναστήσειν τοὺς ἑαυτοῦ, ἵνα μὴ τὸ ἓν ἐξ αὐτοῦ ἀπώληται. καὶ ὁ Παῦλος ὁμοίως φησὶν Εἰ μὴ ἔστιν ἀνάστασις νεκρῶν, ἄρα καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ ἀπώλοντο. οὐ γὰρ ἀσώματον ἀπ' ἀρχῆς ζωὴν ἔδωκεν ὁ θεὸς τῇ ψυχῇ, ἀλλ' εὐθὺς τὴν ἐν σώματι, εἰς τὸ σῶμα τὴν πνοὴν τῆς ζωῆς ἐμφυσήσας. 225 Ps 118,53 Τῷ μὲν ἁμαρτωλῷ γέλοιον ἦθος ἡ θεοσεβεία, τῷ δὲ θεοσεβεῖ φρικτὸν παρανομία, διότι προορᾷ τὸ φοβερὸν τῆς τιμωρίας. 226 Ps 118,54 Ἐμοὶ δέ, φησί, καὶ παραμυθία μόνη τὸ πρὸς τὰ σὰ βλέπειν κρίματα καὶ εὐθυμία τὰ προστάγματά σου δι' ᾠδῆς ἀναλαμβανόμενα καὶ εἰς εὐφροσύνην ἄγοντα τῇ μελῳδίᾳ. καὶ τοῦτο μόνον ἀγαθὸν οἰησάμην ὡς ἐν ξένῃ καὶ ἀλλοτρίᾳ κατοικήσει καὶ μηδὲν ἀγαθὸν ἔχειν ἀληθὲς δυναμένῃ, διότι τῷ ξένῳ τὰ οἴκοι ποθεινὰ καὶ πρὸ τῆς εἰς ταῦτα ἐπανόδου πάντα λυπηρά. 227 Ps 118,73 Θεὸς δὲ οὐ πλάστου δίκην ἀνθρώπου διαπλάττει κἂν πλάττειν λέγεται, ἀλλ' οἷον ἄν τις πλάττων ἐργάσηται, τοιοῦτον ἀποτελεῖ δυνάμει τῇ τὸν τοιόνδε σχηματισμὸν ἐνεργούσῃ· καὶ ἐπ' ἐκείνην δὲ τὴν πρώτην πλάσιν
32